← 索福尼亚斯

亚里士多德《自然诸论》评注

§2.29-4.10

对表象的依赖与记忆归属于第一感觉机能

索福尼亚斯以几何作图中必画出确定大小的图形为类比,论证知性在一切思索中都不可避免地伴随表象(心象),进而阐明记忆依其自身属于原初感觉机能(共通感觉)而非理性灵魂,并据此解释了为何无理性动物也能拥有记忆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#2

εἰ δὲ τοῦτο, δῆλον ὅτι, καθάπερ ἡ αἴσθησις καθ’ αὑτὸ μὲν ὁρᾷ τὸν ἐν Ἀθήναις γεγραμμένον ἐλέφαντα, κατὰ συμβεβηκὸς δὲ τὸν ἐν Ἰνδίᾳ νεμόμενον, ἢ ὥσπερ τόνδε τὸν Σωκράτην ὁρῶντες τὸν κοινὸν προσεννοοῦμεν καὶ εἰδικὸν ἄνθρωπον, οὕτω καὶ ἡ μνήμη καθ’ αὑτὴν μὲν ἐνεργεῖ περὶ τοὺς ἐν τῇ φαντασίᾳ τύπους καὶ τὰ ἐγκαταλείμματα, κατὰ συμβεβηκὸς δὲ περὶ τὰ καθόλου· ὥστε ἔστι καθ’ αὐτὸ μὲν ἡ μνήμη τοῦ πρώτου αἰσθητικοῦ, οὗ καὶ ἡ φαντασία, τοῦ δὲ νοουμένου κατὰ συμβεβηκός. συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν, ὅπερ καὶ ἐν τῷ διαγράφειν· ἐκεῖ τε γὰρ οὐδὲν προσχρώμενοι τῷ τὸ ποσὸν ὡρισμένον εἶναι τοῦ τριγώνου ὅμως γράφομεν ὡρισμένον κατὰ τὸ ποσόν1 (ἐν γὰρ τῇ ἀποδείξει, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, μὴ χρήζοντες πρὸς τὴν ἀπόδειξιν ὡρισμένου ποσοῦ — κἂν γὰρ δακτυλιαία ἑκάστη τῶν πλευρῶν ᾖ καὶ σπιθαμιαία ὑποτεθείη κἂν ἥτις οὖν, δειχθήσονται δυσὶν ὀρθαῖς ἴσαι — ὅμως διαγράφομεν ὡρισμένον τρίγωνον· ὃ γὰρ ἄν γραφῇ, ἢ ἰσόπλευρον ἀνάγκη εἶναι ἢ τοιοῦτόν τι, πᾶν δὲ τὸ γεγραμμένον εὐθύγραμμον ὥρισται), καὶ ὁ νοῶν ὡσαύτως, κἂν μὴ ποσὸν νοῇ, ἀλλ’ ἄλλην τινὰ κατηγορίαν, μετὰ ποσοῦ μέντοι νοεῖ· κἂν γὰρ θερμὸν κἂν ὀσμὴν ἢ λευκὸν κἂν ἄλλο τι τῶν ἀμερῶν νοῇ, ὅμως τίθεται πρὸ ὀμμάτων ποσόν· ἢ γὰρ ἐπιφάνειαν λευκὴν ἢ σῶμα θερμόν. ἀλλὰ κἄν ποτε πρὸς τὸν πρῶτον καὶ πολυτίμητον ἐπιστρέψῃ νοῦν, εὐθὺς ὄγκους καὶ διαστάσεις τινὰς κἀκεῖ φαντάζεται, καὶ ἀληθές, ὅ φησιν ὁ Πλάτων περὶ τῆς φαντασίας, ὡς ταῖς τοῦ νοῦ συνημμένη νοήσεσιν οὐκ ἐᾷ καθαρὰς ποιεῖσθαι. τάχα μέντοι εἰ καὶ μετὰ ποσότητος νοεῖ τὰ ἄποσα καὶ ἀσώματα, ἀλλ’ οὐχ ᾗ ποσά, ἀλλ’ ᾗ τὸ μὲν λευκὸν διακριτικὸν ὄψεως,2 τὸ δὲ μέλαν συγκριτικόν (κἂν τὸ νοούμενον δὲ τῆς φύσεως τῶν ποσῶν ᾖ, ὡς τρίγωνον ἢ τετράγωνον, ἀόριστον μέντοι κἀκεῖνο καὶ οὐ τοσόνδε κατὰ μέγεθος, λήψεται σπιθαμιαῖον τυχὸν ἢ πηχυαῖον), οὐδ’ ὅτι σκαληνὸν ἢ ἰσόπλευρον, ἀλλ’ ἁπλῶς τρίγωνον. καὶ ἀδιάστατον μὲν τὸ εἶδος καὶ ὁ ἐν τῷ καθόλου τοῦ τριγώνου λόγος, διίσταται δὲ ὁ ἐν τῇ φαντασίᾳ τύπος τρόπον τινὰ καὶ κατὰ μέγεθος ὥρισται· ὅσον γὰρ ἦν ἔξω κείμενον, τοσοῦτον ἔνδον φαντάζεται. οὐδὲν οὖν ἄρα νοοῦμεν ἄνευ φαντάσματος, ἀλλὰ σύνεστιν ἀεὶ τῇ νοήσει ἡ φαντασία ἢ συνεργοῦσα ἢ ἐμποδίζουσα, συνεργοῦσα μὲν ὡς ἐπὶ τῶν μαθημάτων (οἷον γὰρ ἀβάκιον ἐπὶ τούτων τῷ νοῒ χρηματίζει), ἐμποδίζει δὲ πρὸς τὴν θεωρίαν τῶν νοητῶν καὶ θείων σχήματα καὶ μεγέθη καὶ χρώματα παρεισάγουσα, καὶ αὕτη ἡ αἰτία τοῦ μὴ ἐνδέχεσθαι νοεῖν ἄνευ συνεχοῦς τὰ ἀΐδια μηδ’ ἄνευ χρόνου τὰ μὴ ἐν χρόνῳ ὄντα. Εἰ δὴ πάντα, ἀφ’ ὧν ὁ νοῦς τὸ καθόλου συλᾷ, φανταστά, ἡ δὲ φαντασία καὶ ἡ μνήμη τῷ ὑποκειμένῳ ταὐτό (πάθη γὰρ ἄμφω τῆς κοινῆς αἰσθήσεως), ἅμα δῆλον ὡς τῶν νοητῶν μνήμη καὶ φαντασία κατὰ συμβεβηκός, καὶ ὅτι τῷ πρώτῳ αἰσθητικῷ τούτων ἡ γνῶσις καὶ χρόνου δήπουθεν καὶ κινήσεως. διὸ καὶ ἑτέροις τισὶν ὑπάρχει τῶν ζῴων καὶ οὐ μόνον ἀνθρώποις καὶ τοῖς ἔχουσι δόξαν καὶ φρόνησιν. εἰ δὲ καὶ τῶν νοητικῶν τινος μορίων ἦν καὶ τῆς λογικῆς ψυχῆς, οὐκ ἂν ὑπῆρχε πολλοῖς τῶν ζῴων, ἴσως δὲ οὐδενὶ τῶν ἀλόγων διὰ τὸ μηδὲ νῦν πᾶσι τῷ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν.3 ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ, καθάπερ καὶ πρότερον εἴπομεν, προσαισθάνεται ὅτι πρότερον τοῦτο ἢ εἶδεν ἢ ἤκουσεν ἢ ἔμαθεν ἢ ἔπαθε, τὸ δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἐστί.

而如果是这样,显然,正如感觉依其自身看见在雅典被描摹的大象,而偶性地看见在印度吃草的大象;或者正如我们看见这个具体的苏格拉底时,还会附带思及普遍的和种的人一样;记忆同样依其自身就表象中的印模和残留痕迹进行活动,而偶性地就普遍者进行活动;因此,记忆依其自身属于原初的感觉机能(表象也属于这一机能),而偶性地属于被思索的对象。因为在思索中所发生的承受,正与在作几何图形中所发生的承受完全相同:因为在那里,尽管我们在任何方面都没有利用三角形具有确定的量这一事实,却仍然画出一个在量上确定的三角形(因为在证明三角形的三内角等于两直角时,并不为了证明而需要确定的量——因为无论每条边是一指宽,还是设想为一跨长,或者无论有多大,〔三内角〕都将被证明等于两直角——但我们仍然画出一个确定的三角形;因为凡是被画出的,必然或者是等边的,或者属于类似的情形,而一切被画出的直线图形都是确定的),思索者也是如此,即使他思索的不是量,而是某种其他范畴,也是伴随着量来思索的;因为无论他思索的是热、气味、白色,还是其他任何不可分的事物,他仍然在眼前设立一个量:要么是一个白色的平面,要么是一个发热的物体。然而,即使有人有时转向原初且至尊的心灵,也立刻会在那里想象出某种体积与广延;柏拉图关于表象所说的确属真实:它与心灵的思索相联结,不容许思索保持纯洁。或许,即使有人将无量和无形体的事物伴随着量来思索,也不是就其作为量而言,而是就白色分散视力、黑色聚合视力而言(即使被思索的对象属于量的本性,如三角形或四边形,尽管它本身是不定的,在大小上不是这么大,人们也会把它取为譬如一跨或一肘的大小),也不是〔思索〕它是不等边或等边三角形,而是单单〔思索〕三角形。虽然三角形的形式和普遍界说是不具广延的,但在表象中的印模却以某种方式具有广延,并且在大小上是确定的;因为在外奠立的事物有多大,在内部被表象出来的就有这么大。因此,脱离了心象,我们什么也不能思索,表象始终伴随着思索,要么协助,要么阻碍:在数学对象上它是协助的(因为在这些对象上,它如同心灵的算板一般发挥功用),但在观照可知与神圣的事物时它却是阻碍,因为暗中引入了形状、大小和颜色;这也是为什么不可能脱离连续体思索永恒之物,也不可能脱离时间思索不在时间之中的事物的原因。如果知性从中攫取普遍者的一切事物都是可被表象的,并且表象与记忆在底层主体上是同一的(因为两者都是共通感觉的承受),那么显而易见,对可知对象的记忆与表象乃是偶性的,并且对这些对象的认识——毫无疑问还有对时间和运动的认识——属于原初的感觉机能。因此,〔记忆〕也属于某些其他动物,而不仅属于人类和具有意见与明智的存在者。但如果记忆属于理智的某个部分和理性灵魂,它就不会属于许多动物,或许根本不属于任何无理性的动物,因为甚至在现在它也不属于所有动物,这是由于并非所有动物都具有对时间的感知。因为每当人在记忆中活动时,正如我们先前所说,他总是同时感知到先前看见、听见、学到或经验过此物,而在先与在后乃是在时间之中的。

语法注3 条
  1. 1.1ἐκεῖ τε γὰρ οὐδὲν προσχρώμενοι τῷ τὸ ποσὸν ὡρισμένον εἶναι τοῦ τριγώνου ὅμως γράφομεν ὡρισμένον κατὰ τὸ ποσόν

    分词 προσχρώμενοι 具有让步含义(“尽管……在任何方面都没有利用”),修饰主要动词 γράφομεν。冠词 τῷ 引导不定式从句 τὸ ποσὸν ὡρισμένον εἶναι τοῦ τριγώνου(“三角形具有确定的量”),作支配与格的动词 προσχράομαι 的宾语。

  2. 1.1τάχα μέντοι εἰ καὶ μετὰ ποσότητος νοεῖ τὰ ἄποσα καὶ ἀσώματα, ἀλλ’ οὐχ ᾗ ποσά, ἀλλ’ ᾗ τὸ μὲν λευκὸν διακριτικὸν ὄψεως

    该句核心结构为对比句式:εἰ καὶ ... [νοεῖ], ἀλλ’ οὐχ ᾗ ποσά [νοεῖ], ἀλλ’ ᾗ...(“即使……思索,也不是就其作为量[来思索],而是就……而言[来思索]”)。主句中在 ἀλλ’ οὐχ ᾗ 之后省略了谓语动词 νοεῖ,需承前从条件从句中补出。

  3. 1.1διὰ τὸ μηδὲ νῦν πᾶσι τῷ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν

    这是一个嵌套的带冠词结构。在表示原因的介词短语 διὰ τὸ μηδὲ νῦν πᾶσι [ὑπάρχειν](“由于甚至在现在它也不属于所有动物”)之内,嵌套了一个充当原因与格的带冠词不定式短语 τῷ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν(“因为并非所有动物都具有对时间的感知”),进一步说明其根由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:2.29-4.10