- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:30.19-31.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者探讨了清醒时的错觉(在疾病中或因距离所致)与睡眠中的梦在机制上的类似性,阐明感觉对象的残留物会作用于作为感觉原初器官的心脏。最终结论认为,做梦既非属于思考亦非属于单纯的感觉,而是属于作为表象能力的感觉能力。
γίνεται δὲ τοῦτο, ὅταν τις ἅμα τῷ ἀναστῆναι τοῦ ὕπνου εὐθὺς ἀνανεῶται ἃ ἑωράκει καθ’ ὕπνους. Δῆλον δ’ ἐκ τούτων πάντων γε τοσοῦτον, ὅτι τὸ αὐτὸ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα, τοῦτο αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὴν ἀπάτην. ὡς γὰρ ἐν ταῖς νόσοις τὸ ἀνιὸν παχὺ πνεῦμα συνταράττει διὰ τὴν παχύτητα καὶ τὴν ἀπὸ τοῦ πυρετοῦ σφοδρὰν κίνησιν τὸ ὀπτικὸν πνεῦμα καὶ ποιεῖ ἡμᾶς ἀπατᾶσθαι καὶ δοκεῖν τὸ ἓν δύο τάς τε ἐν τοῖς τοίχοις γραμμὰς ζῷα (τὰ γὰρ εἴδη τῶν γραμμῶν χωρὶς ὕλης ἐν τῇ ὄψει ἐμπίπτοντα καὶ συνταραττόμενα ὡδί πως καὶ συντιθέμενα διὰ τὴν τοῦ ὀπτικοῦ πνεύματος κίνησιν ἔμφασιν ποιεῖ ζῴου), οὕτω καὶ ἐν τοῖς ὕπνοις τὸ τοιοῦτον πνεῦμα αἴτιον ἡμῖν ἀπάτης γίνεται. καὶ ὑγιαίνουσι καὶ εἰδόσιν οὐδὲν κωλύει ἀπατᾶσθαι ἢ διὰ τὸ πλῆθος τοῦ ἀποστήματος ἢ διὰ τὸ τὴν ὄψιν πάσχειν τι· ὅ τε γὰρ ἥλιος ποδιαῖος δοκεῖ καὶ ἡ γῆ κινεῖσθαι ἐν πλοίῳ οὖσιν. εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον νοσοῦσι καὶ ἔτι μᾶλλον ἐν ὕπνῳ. ἀλλ’ εἴτε δὴ τὸ αὐτὸ εἴθ’ ἕτερον τὸ φανταστικὸν τῆς ψυχῆς καὶ αἰσθητικόν, οὐδὲν ὅλως γίνεται ἀπάτη ἄνευ τοῦ ὁρᾶν ἢ ὅλως αἰσθάνεσθαί τι· τὸ γὰρ παρορᾶν καὶ παρακούειν ὁρῶντος ἀληθές τι καὶ ἀκούοντος, οὐ τοῦτο δὲ ὃ οἴεται. ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν μηδ’ ἀκούειν μηδ’ ὅλως αἰσθάνεσθαι. ἆρ’ οὖν τὸ μὲν ὁρᾶν μηδὲν ἀληθές, τὸ δὲ μηδὲ αἰσθάνεσθαι οὐκ ἀληθές, ἀλλ’ ἐνδέχεται καὶ τὴν ὄψιν πάσχειν τι καὶ τὰς ἄλλας αἰσθήσεις; τὰ γὰρ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα καὶ ἐν ὕπνῳ φέρουσι,1 ὧν ἕκαστον ὥσπερ καὶ ἐγρηγορότων ἡμῶν προσβάλλει τῇ αἰσθητικῇ ἀρχῇ, τῇ καρδίᾳ, καὶ ὁτὲ μὲν ἡ διάνοια λέγει, ὅτι ψεῦδος, καὶ συνῄσθετο ὄναρ εἶναι, ὅταν μὴ πολλὴ ἡ κατιοῦσα ἀναθυμίασις ᾖ καὶ ὦμεν ὥσπερ ἐγρηγορότες, ὁτὲ δὲ κατέχεται, ὅτε πλῆθός ἐστι τὸ κατερχόμενον, καὶ ἀκολουθεῖ ὡς ἀληθεῖ τῷ φαντάσματι, τοὺς τύπους τῶν πραγμάτων ὡς αὐτὰ θεωροῦσα τὰ πράγματα.2 ὅτι μὲν οὖν οὐκ ἔστι τοῦ δοξάζοντος οὐδὲ τοῦ διανοουμένου ἢ ὅλως τοῦ νοοῦντος τὸ πάθος ὃ καλοῦμεν ἐνυπνιάζειν, φανερόν, ἀλλ’ οὐδὲ τοῦ αἰσθανομένου ἁπλῶς· ὁρᾶν γὰρ ἀνάγκη καὶ ἀκούειν ἁπλῶς. ἀλλὰ πῶς δὴ καὶ τίνα τρόπον, ἐπισκεπτέον. Ὑποκείσθω δ’ ὅπερ ἐστὶ φανερόν, ὅτι τοῦ αἰσθητικοῦ τὸ πάθος, εἴπερ καὶ ὁ ὕπνος· οὐ γὰρ ἄλλῳ μέν τινι μορίῳ τῶν ζῴων ὑπάρχει ὁ ὕπνος, ἄλλῳ δὲ τὸ ἐνυπνιάζειν, ἀλλὰ τῷ αὐτῷ. ἐπεὶ δὲ περὶ φαντασίας ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, καὶ ἔστι μὲν τὸ αὐτὸ τῷ αἰσθητικῷ τὸ φανταστικόν, τὸ δ’ εἶναι φανταστικὸν καὶ αἰσθητικὸν ἕτερον, ἔστι δὲ φαντασία ἡ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γενομένη κίνησις καὶ μὴ παρόντων τῶν αἰσθητῶν, τὸ δὲ ἐνύπνιον φάντασμά τι φαίνεται εἶναι (τὸ γὰρ ἐν ὕπνῳ φάντασμα ἐνύπνιον λέγομεν εἴθ’ ἁπλῶς εἴτε τρόπον τινὰ γενόμενον), φανερὸν ὅτι τοῦ αἰσθητικοῦ μέν ἐστι τὸ ἐνυπνιάζειν, τούτου δ’ ᾗ φανταστικόν.3
而这发生于某人在刚从睡眠中醒来时,立刻重温自己在睡梦中所见事物的时候。从这一切中至少清楚的是:我们在疾病中清醒时赖以受骗的同一样东西,在睡眠中也恰恰制造了这种欺骗。因为正如在疾病中上升的浓重精气,由于其浓厚以及来自发热的剧烈运动而扰乱视觉精气,并致使我们受骗,认为一个东西是两个,且墙上的线条是动物(因为线条的形式不带质料地落入视觉中,并由于视觉精气的运动以如此这般的方式被扰乱和组合,从而造成了动物的表象),在睡梦中同样如此,这样的精气成了我们受骗的原因。对于健康且知情的人,也没有任何东西阻止他们受骗,这或者是因为距离的遥远,或者是因为视觉受到了某种影响;因为太阳看起来只有一尺大,而对于在船上的人而言,大地看起来在移动。若是如此,对于病人更是如此,而在睡眠中则犹甚。然而,无论灵魂的表象能力与感觉能力是同是异,若不看见或总括而言若不感觉某物,欺骗根本不可能产生;因为看错和听错是属于看见或听见某种真实之物的人,只是他所看见或听见的并非他所认为的那样。但在睡眠中,前提是人们既不看也不听,且总括而言不感觉任何事物。那么,看不见任何事物固然是真,但甚至不感觉却不是真的,反而视觉与其他感觉完全可能受到某种影响吗?因为〔诸感觉〕在睡眠中也携带着来自感觉对象的残留物,当中的每一项都正如我们在清醒时一样冲击着感觉的本原,即心脏;有时,当下行的蒸气不多而我们如同清醒时,思想会说这是虚假的,并意识到这是梦;但有时思想被压制,当所下行的是大量蒸气时,它便把这表象当作真实之物而跟随它,将事物的印记当作事物本身来观照。因此显而易见,我们称之为做梦的这种状态,并不属于形成意见者、思考者或总括而言进行智思者,但也绝不单纯属于感觉者;因为那样的话就必然单纯地看和听。但这究竟如何发生以及以何种方式发生,必须予以考察。但应当设定这个显而易见的前提:这一状态属于感觉能力,既然睡眠也是如此;因为睡眠并非属于动物的某一部分,而做梦属于另一部分,而是属于同一个部分。既然关于表象已在《论灵魂》中讨论过,且表象能力与感觉能力是相同的,只是作为表象能力的存在与作为感觉能力的存在是不同的,而表象是即使在感觉对象不在场时由现实活动的感觉所产生的运动,且梦似乎是某种表象(因为睡眠中的表象,无论它是单纯发生还是以某种方式发生,我们都称之为梦),那么显而易见,做梦确乎属于感觉能力,且是就其作为表象能力而言属于它。
- 3.1τὰ γὰρ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα καὶ ἐν ὕπνῳ φέρουσι
主动态第三人称复数动词 φέρουσι 以紧接前句中的 τὴν ὄψιν ... καὶ τὰς ἄλλας αἰσθήσεις(“视觉与其他感觉”)为省略的主语,并以复数宾格 τὰ ... ἐγκαταλείμματα(“残留物”)作直接宾语(意为“携带、保有”)。
- 3.1τοὺς τύπους τῶν πραγμάτων ὡς αὐτὰ θεωροῦσα τὰ πράγματα
由分词 θεωροῦσα(其主语为前文的 ἡ διάνοια)所支配的句式。直接宾语为 τοὺς τύπους τῶν πραγμάτων(“事物的印记”),而 ὡς αὐτὰ ... τὰ πράγματα 则作谓语性及比较性的补充(“当作事物本身”),表现了思想将残留的印记误认作客观实物本身的认知结构。
- 3.1τούτου δ’ ᾗ φανταστικόν
由连词 ᾗ(“就……而言/在……限度内”)引导的限定句式。指示代词 τούτου(属格)承接前文的属格 τοῦ αἰσθητικοῦ,并通过 ᾗ φανταστικόν(“就其作为表象能力而言”)进行限制性修饰,准确对应了亚里士多德哲学中表象能力与感觉能力在基底上相同但在定义上相异的区分。
