← 索福尼亚斯

亚里士多德《自然诸论》评注

§31.24-33.15

感觉残留与精气逆流促成梦境的机制

本节注解亚里士多德《论梦》第二章,阐明感觉对象离去后所留下的残留物如何在睡眠中借助精气的下行逆流生成梦境,并引用视觉残像现象和镜面生翳等经验证据予以论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2#1

Τί δέ ἐστι τὸ ἐνύπνιον καὶ πῶς γίνεται, ἐκ τῶν περὶ τὸν ὕπνον συμβαινόντων μάλιστ’ ἂν θεωρήσαιμεν. τὰ γὰρ αἰσθητὰ καθ’ ἕκαστον αἰσθητήριον ἡμῖν ἐμποιοῦσιν αἴσθησιν, καὶ τὰ γινόμενα ὑπ’ αὐτῶν πάθη καὶ ἐγκαταλείμματα οὐ μόνον ὑπάρχει ἐν τοῖς αἰσθητηρίοις ἐνεργουσῶν τῶν αἰσθήσεων, ἀλλὰ καὶ ἀπελθουσῶν, ὧν ὅσα σῴζεται καὶ μὴ τέλεον ἠφάνισται διὰ πλῆθος ἀναθυμιάσεως, τῇ αἰσθητικῇ ἀρχῇ προσπίπτοντα κατὰ τοὺς ὕπνους διὰ τὴν τότε εἰς τὸ κάτω τοῦ πνεύματος παλίρροιαν καὶ κινήσαντα τὴν αἴσθησιν παραπλησίως τῇ κατ’ ἐνέργειαν αἰσθήσει ποιεῖ τὰ ἐνύπνια.1 ὅταν μὲν οὖν πολλὴ ᾖ ἡ ἀναθυμίασις, ὥστε λανθάνειν ἡμᾶς καὶ μὴ δύνασθαι ἐπιλαβέσθαι ὅτι ἐγρηγόραμεν, ἀπατώμεθα, καὶ ὁρῶντες τὰ εἴδωλα καὶ ἐγκαταλείμματα τῶν αἰσθητῶν δοκοῦμεν αὐτὰ ἐκεῖνα τὰ ἀληθῆ αἰσθητὰ ὁρᾶν καὶ ἀκούειν· ὅταν δὲ μὴ οὕτως ᾖ πολλὴ ἡ αἱματικὴ ἀναθυμίασις, ἀλλὰ σύμμετρος, ὥστε μὴ λανθάνειν, οὐκ ἀπατώμεθα, ἀλλὰ λέγομεν ὑπνώττοντες, ὅτι φαίνεται μὲν τὸ εἴδωλον τοῦτο ὅτι Σωκράτης ἐστίν, οὐκ ἔστι δὲ ἀλλ’ ὁ τύπος Σωκράτους καὶ τὸ ἐγκατάλειμμα. δῆλον οὖν ὅτι τὸ κατιὸν πνεῦμά ἐστι τοῦ τε ἀπατᾶσθαι καὶ μὴ αἴτιον, ὅπερ καὶ ἐν ταῖς νόσοις ἄνω ὄν. Ὅτι δὲ καὶ μὴ παρόντων τῶν αἰσθητῶν μέχρι τινὸς μένει ἐν τοῖς αἰσθητηρίοις τὸ ἐγκατάλειμμα, καὶ ἐκ τούτων δῆλον. παραπλήσιον γὰρ τὸ πάθος ἐπί τε τούτων καὶ ἐπὶ τῶν φερομένων ἔοικεν εἶναι· καὶ γὰρ ἐπὶ τῶν φερομένων τοῦ κινήσαντος οὐκέτι θιγγάνοντος κινεῖται· τὸ γὰρ κινῆσαν ἐκίνησεν ἀέρα τινά, κἀκεῖνος πάλιν κινούμενος ἐκίνησεν ἕτερον, καὶ τοῦτον δὴ τὸν τρόπον, ἕως ἂν στῇ, ποιεῖται τὴν κίνησιν καὶ ἐν ἀέρι καὶ ἐν ὑγροῖς. ὁμοίως δ’ ὑπολαβεῖν τοῦτο δεῖ καὶ ἐπ’ ἀλλοιώσεως· τὸ γὰρ θερμανθὲν ὑπὸ τοῦ θερμοῦ τὸ πλησίον θερμαίνει καὶ τοῦτο διαδίδωσιν ἕως τῆς ἀρχῆς· ὥστε καὶ ἐν ᾧ τὸ αἰσθάνεσθαι, ἐπειδή ἐστιν ἀλλοίωσίς τις ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἀνάγκη τοῦτο συμβαίνειν. διὸ τὸ πάθος ἐστὶν οὐ μόνον αἰσθανομένοις ἐν τοῖς αἰσθητηρίοις, ἀλλὰ καὶ πεπαυμένοις τῷ φανταστικῷ καὶ ἐν βάθει καὶ ἐπιπολῆς. φανερὸν δ’ ὅταν συνεχῶς αἰσθανώμεθά τι· μεταφερόντων γὰρ τὴν αἴσθησιν ἀκολουθεῖ τὸ πάθος, οἷον ἐκ τοῦ ἡλίου εἰς τόπον ἀλαμπῆ καὶ ἀνήλιον· συμβαίνει γὰρ μηδὲν ὁρᾶν διὰ τὴν ὑποῦσαν κίνησιν ἐν τοῖς ὄμμασιν ὑπὸ τοῦ φωτός. κἂν πρὸς ἓν χρῶμα πολὺν χρόνον βλέψωμεν ἢ λευκὸν ἢ χλωρόν, τοιοῦτον φαίνεται ἐν ᾧ ἂν τὴν ὄψιν μεταβάλωμεν. κἂν πρὸς τὸν ἥλιον βλέψαντες ἢ ἄλλο τι λαμπρὸν μύσωμεν, παρατηρήσασι κατέναντι τοῦ λαμπροῦ κεκαλυμμένων τῶν βλεφάρων ὄντων φαίνεται2 κατ’ εὐθυωρίαν, ᾗ συμβαίνει τὴν ὄψιν ὁρᾶν, πρῶτον μὲν τοιοῦτον τὴν χρόαν, εἶτα μεταβάλλει εἰς φοινικοῦν κἄπειτα πορφυροῦν, ἕως ἂν εἰς τὴν μέλαιναν ἔλθῃ χρόαν καὶ ἀφανισθῇ. καὶ ἀπὸ τῶν κινουμένων δὲ τὰ ὄμματα μεταβάλλει οἷον ἀπὸ τῶν ποταμῶν, μάλιστα δ’ ἀπὸ τῶν τάχιστα ῥεόντων· φαίνεται γὰρ τὰ ἠρεμοῦντα κινούμενα. γίνονται δὲ καὶ ἀπὸ τῶν ἰσχυρῶν ὀσμῶν δύσοσμοι τῶν ὁμοίων. φανερῶς δὲ ταῦτα συμβαίνει, ὡς λέγομεν. Ὅτι δὲ ταχὺ τὰ αἰσθητήρια καὶ μικρᾶς διαφορᾶς αἰσθάνεται, σημεῖον τὸ ἐπὶ τῶν ἐνόπτρων γινόμενον, περὶ οὗ κἂν καθ’ αὑτὸ ἐπιστήσας σκέψαιτό τις ἂν καὶ ἀπορήσειεν. ἅμα δὲ ἐξ αὐτῶν δῆλον, ὅτι ὥσπερ ἡ ὄψις πάσχει, οὕτως καὶ ποιεῖ τι. ἐν γὰρ τοῖς ἐνόπτροις τοῖς σφόδρα καθαροῖς, ὅταν τῶν καταμηνίων ταῖς γυναιξὶ γινομένων ἐμβλέψωσιν εἰς τὸ κάτοπτρον, γίνεται τὸ ἐπιπολῆς τοῦ ἐνόπτρου οἷον νεφέλη αἱματώδης· κἂν μὲν καινὸν ᾖ τὸ κάτοπτρον, οὐ ῥᾴδιον ἐκμάξαι τὴν τοιαύτην κηλῖδα, εἰ δὲ παλαιόν, ῥᾷον. αἴτιον δέ, ὥσπερ εἴπομεν, ὅτι οὐ μόνον πάσχει ἡ ὄψις ὑπὸ τοῦ ἀέρος, ἀλλὰ καὶ ποιεῖ τι καὶ κινεῖ, ὥσπερ καὶ τὰ λαμπρά· καὶ γὰρ ὁ ὀφθαλμὸς τῶν λαμπρὸν ἐχόντων χρῶμα. τὰ μὲν οὖν ὄμματα διάκειται ἐν τῷ καιρῷ τοῦ τοιούτου πάθους ὥσπερ καὶ ἕτερον μέρος εὐλόγως τοῦ ὅλου σώματος· πάντα γὰρ μεταβέβληνται τῇ τῶν καταμηνίων ἀγωγῇ, οἱ δὲ καὶ μᾶλλον φλεβώδεις ὄντες.3

梦是什么以及它是如何产生的,我们可以从与睡眠相关的伴随情况中最清楚地考察出来。因为感觉对象在每个感觉器官中为我们产生感觉,而由它们所产生的受动和残留物,不仅在诸感觉处于现实活动时存在于感觉器官中,而且在它们离去之后也同样存在;其中,凡是被保存下来且未因蒸气的大量而完全消亡的,在睡眠期间由于此时精气向下的逆流而冲击感觉的本原,并以类似于现实活动的感觉的方式运动感觉,从而造成了梦。因此,当蒸气大量存在,以致它逃过了我们的注意、使我们无法意识到自己是在清醒时,我们便受骗了,我们在看着感觉对象的影像和残留物时,似乎觉得是在看和听那些真实的感觉对象本身;但当带有血气的蒸气不是如此大量而是适度,以致未曾逃过我们的注意时,我们便不致受骗,而是在熟睡中说道:这个影像虽然显得是苏格拉底,但并不是苏格拉底,而是苏格拉底的印记和残留物。由此显而易见,下行的精气正是受骗与否的原因,这也正是在疾病中处于上方的那种东西。 而在感觉对象不在场时残留物在一定程度上仍留在感觉器官中,从以下这些事实中也是显然的。因为在这些情况下的受动似乎与投射物中的受动类似;因为在投射物中,即使推动者不再触及,物体仍在运动;因为推动者推动了一定量的空气,而那空气再次在被推动时推动了另一部分,便以此种方式在空气和液体中进行运动,直到停止为止。同样,在质变的情形下也必须这样设想;因为被热物加热的东西加热了邻近之物,并将这种变化传递直至本原;所以在感觉能力所居于其中的器官中,既然现实活动的感觉是某种质变,这种事情的发生也是必然的。因此,这种受动不仅在感觉器官中属于正在感觉的人,而且也属于已经停止感觉的人,在深层和表面都存在于表象能力之中。当我们持续感觉某物时,这是显而易见的;因为当我们转移感觉时,受动仍会随之而来,例如从太阳下转移到无光且背阴的地方;因为由于光线在眼目中所潜存的运动,会导致什么也看不见。如果我们长时间凝视一种颜色,无论是白色还是淡绿,在我们转移视线所及的物体上也都会呈现为这种颜色。如果凝视太阳或其他明亮之物后闭上眼睛,对于那些在明亮之物的对面闭着眼睑观察的人而言,顺着视线直视的方向,它起初在色泽上显现为此种颜色,随后变为深红,接着变为紫色,直到进入黑色并消失。从运动的物体上转移视线时,眼睛也会发生变化,例如从河流,尤其是从流速最快的河流移开时;因为静止的事物显得在运动。而且由强烈的气味,人们对于同类的气味也会变得迟钝。正如我们所说,这些事情显然是发生的。 而感觉器官能够迅速感知甚至微小的差异,在镜子中所发生的事情便是一个证据,关于这一点,即使单独着眼考察也可以予以探讨并提出疑难。与此同时,从这些事实中显而易见的是,正如视觉承受影响一样,它也施加某种作用。因为在极其洁净的镜子中,当妇女处于月经期间凝视镜子时,镜子的表面就会变得像血色的云彩一样;如果镜子是新的,就不容易擦去这样的污迹,但若是旧的,则更容易。正如我们所说,其原因在于视觉不仅受空气的影响,而且也施加某种作用并引起运动,就像明亮之物一样;因为眼睛也属于具有明亮颜色的事物。因此,在此类受动的时期,眼目的状态理所当然地正如整个身体的其他部分一样;因为所有部分都随着月经的排出而发生了改变,而眼目是具有更多静脉的部分。

语法注3 条
  1. 3.2ὧν ὅσα σῴζεται καὶ μὴ τέλεον ἠφάνισται διὰ πλῆθος ἀναθυμιάσεως, τῇ αἰσθητικῇ ἀρχῇ προσπίπτοντα ... ποιεῖ τὰ ἐνύπνια

    关系代词属格 ὧν 是部分属格,以前文的“受动和残留物”(πάθη καὶ ἐγκαταλείμματα)为先行词,修饰作主语的关系代词主格中性复数 ὅσα。句子的核心结构是 ὅσα ... προσπίπτοντα ... καὶ κινήσαντα ... ποιεῖ τὰ ἐνύπνια,其中分词 προσπίπτοντα 与 κινήσαντα 与 ὅσα 保持一致,表方式或契机,由主要动词 ποιεῖ 统领。

  2. 3.2παρατηρήσασι κατέναντι τοῦ λαμπροῦ κεκαλυμμένων τῶν βλεφάρων ὄντων φαίνεται

    与格分词 παρατηρήσασι 是依存于非人称动词 φαίνεται 的关涉与格(“对于观察者而言显现为……”)。句中的 κεκαλυμμένων τῶν βλεφάρων ὄντων 是带有分词 ὄντων 的独立属格结构,表观察时所处的状态(在眼睑闭合的状态下)。

  3. 3.2οἱ δὲ καὶ μᾶλλον φλεβώδεις ὄντες

    冠词 οἱ 用作代词,指代阳性名词 ὀφθαλμοί(眼目),承接上文中以中性词 τὰ ὄμματα 所指代的对象。句末的分词短语起原因作用(“因为眼睛具有更多的静脉”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:31.24-33.15