← 索福尼亚斯

亚里士多德《自然诸论》评注

§29.2-30.19

梦所属的灵魂能力探究与真正之梦的界定

索福尼亚斯讨论了亚里士多德《论梦》的开篇,探究梦是属于感觉能力还是思考能力,并基于睡眠中感觉的不活动以及意见的本质,论证梦绝非单纯属于二者之一。他还结合个人经历与记忆术的比喻,区分了带有自知思考的表象与真正的梦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#1

1. Μετὰ δὲ ταῦτα περὶ ἐνυπνίων ζητητέον, καὶ πρῶτον τίνι τῶν τῆς ψυχῆς φαίνεται, καὶ πότερον τοῦ νοητικοῦ τὸ πάθος ἐστὶ τοῦτο ἢ τοῦ αἰσθητικοῦ· τούτοις γὰρ μόνοις τῶν ἐν ἡμῖν γνωρίζομέν τι. ὅτι δὲ ἁπλῶς οὐδετέρου δῆλον. εἰ γὰρ χρῆσις ὄψεως ὅρασις καὶ ἀκοῆς τὸ ἀκούειν καὶ ὅλως αἰσθήσεως τὸ αἰσθάνεσθαι καὶ αἱ δυνάμεις τῶν ἐνεργειῶν ἕνεκα, τῶν δ’ ἐν ταῖς αἰσθήσεσιν αἰσθητῶν τὰ μὲν κοινὰ τὰ δὲ ἴδια, κοινὰ μὲν οἷον σχῆμα μέγεθος κίνησις (πλείοσι γὰρ ὑποπίπτει) καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἴδια δὲ οἷον χρῶμα ψόφος χυμός, τὸ μὲν ὄψει τὸ δὲ ἀκοῇ τὸ δὲ γεύσει, ἀδυνατεῖ δὲ τὰ ζῷα πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν, δῆλον ὡς οὐκ αἰσθανόμεθα οὐδὲν ἐν τοῖς ὕπνοις. οὐκ ἄρα γε τῇ αἰσθήσει τὸ ἐνύπνιον αἰσθανόμεθα. ἀλλὰ μὴν οὐδὲ τῆς διανοίας ἢ τῆς δόξης πάθη εἰσὶ τὰ ἐνύπνια. ἐπεὶ γὰρ ἐν τοῖς ὕπνοις οὐ μόνον συγκατατιθέμεθα τὸ προσιὸν εἶναι ἵππον ἢ ἄνθρωπον ἢ ὅλως οὐσίαν, ἀλλὰ καὶ ὅτι λευκὸν 〈ἢ〉 καλόν, ταῦτα δὲ ἡ δόξα ἄνευ αἰσθήσεως οὐχ ὑπολαμβάνει, ἡ δὲ αἴσθησις ἐν τοῖς ὕπνοις οὐκ ἐνεργεῖ, οὐκ ἄρα οὐδὲ τῆς δόξης ἢ τῆς νοήσεώς εἰσι τὰ ἐνύπνια. Ἔτι παρὰ τὸ ἐνύπνιον πολλάκις ἐννοοῦμεν ἄλλο τι. καθάπερ γὰρ ἐν τῷ ἐγρηγορέναι αἰσθανόμενοί τι διανοούμεθα πολλάκις περὶ αὐτοῦ ἕτερόν τι, οὕτω καὶ ἐν τοῖς ὕπνοις παρὰ τὰ φαντάσματα ἐνίοτε ἄλλα ἐννοοῦμεν. ἰδὼν γὰρ ἐν ὕπνῳ τις Σωκράτην ἐννοεῖ, ὅτι ἐν ὕπνῳ τοῦτον ὁρᾷ· ὥσπερ κἀγὼ ἰδὼν ὅτι εὗρον βιβλίον, ὃ πάλαι ἐπόθουν, ἐνενόουν ὅτι ἐν ὀνείρῳ τοῦτο ὁρῶ, καὶ ὁ ἐμὸς ἑταῖρος ἰδὼν τὸν πάνσεπτον ἡμῶν καθηγεμόνα, ὅτι ἀνέστη ἐκ τῶν νεκρῶν, ἔτι κοιμώμενος ἐνενόει, ὅτι ὄναρ ὁρᾷ τὸν διδάσκαλον ἐγηγερμένον. ἀλλὰ καί τις ἰδὼν ἐν ὕπνῳ, ὅτι εὗρε χρυσόν, ἔτι κατεχόμενος τῷ ὕπνῳ ἐδόκει διηγεῖσθαι τοῖς φίλοις, ὡς ἐν ὕπνῳ εὗρε θησαυρόν. οὐκ ἀεὶ δέ, ἐπὶ μέντοι τῆς δόξης ἀεὶ ὃ δοξάζομεν1 συναισθανόμεθα ὅτι δοξάζομεν. οὐκ ἄρα οὐδὲ οὕτω δόξης τὰ ἐνύπνια. ἅμα δὲ δῆλον ὡς οὐ πᾶν τὸ ἐν ὕπνῳ φάντασμα ἐνύπνιόν ἐστιν, ἀλλ’ ὅταν μέν τι ὁρῶν τις μὴ ἐννοῇ, ὅτι ὅπερ ὁρᾷ ὄναρ ἐστίν, ἐνύπνιον τοῦτό γε· ὅταν δὲ ὁρῶν δύνηται ἐννοεῖν ὅτι τὸ ὁρώμενον ἐνύπνιόν ἐστιν, ἤδη τοῦτο φάντασμα, ἐνύπνιον δὲ οὐδαμῶς. δοκεῖ γὰρ εἶναι ἐνύπνια, οὐκ ὄντα, ἀλλὰ φαντάσματα, τὰ δέ εἰσι τῶν κατ’ ἐνέργειαν αἰσθημάτων τῶν ὑπὸ τὴν εἰς τὸν ὕπνον καταφορὰν γινομένων ἰσχύσασιν ἡμῖν ἀντιλαβέσθαι, ὅτι ἐγρηγορόσιν ἐφαντάσθη.2 τρόπον γάρ τινα ἐγρήγορσίς ἐστι τὸ δύνασθαι ἐννοεῖν, ὅτι τὸ ὁρώμενον ἐνύπνιόν ἐστιν. ὅτι δὲ πολλάκις ἐννοοῦμεν ἄλλο τι, δῆλόν ἐστι τοῖς πειρωμένοις μνημονεύειν τὰ ἐνύπνια μετὰ τὴν ἀνάστασιν. ὥσπερ γὰρ τινες πειρώμενοι τὰ ἀποστοματισθέντα λόγια μνημονεύειν μνημονεύουσι μᾶλλον τῶν ἀποστοματιζόντων, μὴ πειρωμένων δὲ μνημονεύειν τῷ τοὺς μὲν τιθέναι κατὰ τὸ διαλεκτικὸν παράγγελμα ἐν τῷ μνημονικῷ τόπῳ τὰ προβαλλόμενα, τοὺς δὲ μή,3 οὕτω καὶ ἐπὶ τῶν ἐνυπνίων μᾶλλον μνημονεύουσιν ἀναστάντες ἃ εἶδον οἱ ἑαυτοὺς ἠσκηκότες μεμνῆσθαι τὰ ὀνείρατα.

1. 在这些之后,必须对梦进行探究,首先探究它出现在灵魂的哪种能力中,以及这种状态是属于思考能力的还是属于感觉能力的;因为在我们内部的诸事物中,我们唯独凭借这些才认识某种事物。但显然,单纯而言它绝不属于二者中的任何一个。因为如果视觉的使用是看见,听觉的使用是听见,并且总括而言感觉的使用是感觉,而诸能力是为了活动而存在;并且如果在诸感觉中的感觉对象中,有些是共同的,有些是固有的——共同的例如形状、大小、运动(因为这些落入多种感觉中)以及其他此类事物,固有的例如颜色、声音、味道,分别属于视觉、听觉与味觉——而所有动物在闭眼和睡觉时都不能看,对其他感觉亦同样如此,那么显而易见,我们在睡眠中绝不感觉任何事物。因此,我们绝不是凭感觉去感知梦的。然而,梦也绝不是思想或意见的状态。因为既然在睡眠中,我们不仅认同走近的是一匹马或一个人或总括而言是一个实体,而且认同它是白的或美的,而意见在没有感觉的情况下不会判定这些,且感觉在睡眠中并不活动,所以梦也绝不属于意见或智思。此外,在梦之外,我们常常思考另外的某种事物。因为正如在清醒时感觉某物时我们常常对它思考某种不同的事物,在睡眠中在表象之外我们有时也会思考别的事物。因为有人在睡梦中看见苏格拉底,便思考自己是在睡梦中看见他;正如我也看见自己找到了久已渴望的一本书,便思考自己是在梦中看见此事,而我的同伴看见我们极受尊崇的导师自死者中复活,在依然入睡时便思考自己是在梦中看见老师苏醒。但也曾有人在睡梦中看见自己找到了黄金,在依然被睡眠所摄时,似乎在向朋友们讲述自己如何在睡梦中找到了宝藏。但这并非总是如此;然而在意见的情形下,对于我们所主张的,我们总是共同意识到我们在形成意见。因此,即便在此意义上,梦也不属于意见。同时显而易见的是,并非睡眠中的每个表象都是梦,而是当某人看着某物却不曾思考他所看见的正是一个梦时,这确乎是梦;但当他在看着时能够思考所见之物是一个梦时,这便已经是表象,而绝不是梦。因为有些事物看似是梦,实际上并非梦而是表象;这些表象属于在沉入睡眠的过程中产生的现实活动的感觉内容,发生在当我们有能力领悟到它们是在我们清醒时显现出来的时候。因为在某种方式上,能够思考所见之物是梦,乃是一种清醒。而我们常常思考另外的某种事物,这对那些在起床后试图回忆梦境的人来说是清楚的。因为正如某些试图回忆背诵出的言词的人,比那些背诵却不试图回忆的人记得更好——这是由于前者按照辩证法的指示将所提出的事项置于记忆的位置中,而后者则不然——在梦的情形中亦同样如此,那些锻炼自己记忆梦境的人,在起床后对自己所见的事物记得更好。

语法注3 条
  1. 3.1οὐκ ἀεὶ δέ, ἐπὶ μέντοι τῆς δόξης ἀεὶ ὃ δοξάζομεν συναισθανόμεθα ὅτι δοξάζομεν

    在紧缩分句 οὐκ ἀεὶ δέ 中,省略了主谓成分(如“在旁思考别的事物”或“此事发生”),意即“然而[在梦中伴随思考]并非总是发生”。这与后文 ἐπὶ μέντοι τῆς δόξης(意见必定伴有对自身在形成意见的共同意识)形成对比,阐明了梦与清醒时意见的差异。

  2. 3.1τὰ δέ εἰσι τῶν κατ’ ἐνέργειαν αἰσθημάτων τῶν ὑπὸ τὴν εἰς τὸν ὕπνον καταφορὰν γινομένων ἰσχύσασιν ἡμῖν ἀντιλαβέσθαι, ὅτι ἐγρηγορόσιν ἐφαντάσθη

    τὰ δέ 充当主语(“而其中有些”或接续性的“它们”),紧随的属格 τῶν κατ’ ἐνέργειαν αἰσθημάτων 是表语性的部分属格。与格分词结构 ἰσχύσασιν ἡμῖν 表示不定词 ἀντιλαβέσθαι 的逻辑主语(或表示情况/时间:“当我们有能力领悟时”)。整体结构为:这些表象属于入睡过程中产生的实际感觉经验,发生在当我们能够觉察到它们是在清醒时显现出来之时。

  3. 3.1μνημονεύουσι μᾶλλον τῶν ἀποστοματιζόντων, μὴ πειρωμένων δὲ μνημονεύειν τῷ τοὺς μὲν τιθέναι κατὰ τὸ διαλεκτικὸν παράγγελμα ἐν τῷ μνημονικῷ τόπῳ τὰ προβαλλόμενα, τοὺς δὲ μή

    在 μᾶλλον 之后接比较属格 τῶν ἀποστοματιζόντων...(“比那些背诵却不试图回忆的人”),随后是由与格冠词引导的不定词短语 τῷ... τιθέναι 表示原因或手段(“由于……”)。不定词短语内部以 τοὺς μέν(指代运用记忆法的前者)与 τοὺς δὲ μή(指代不用的后者)作为宾格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:29.2-30.19