- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:26.26-28.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对若睡眠是冷却则热性食物与酒为何催眠的疑难,索福尼亚斯提出了根本原因——大脑的冷却作用使上升的湿热凝聚下降(类比于降雨的生成),并总结了苏醒的机制以及睡眠的定义(第一感觉器官的受制)与目的(必然性与保全)。
Καίτοι τοῦτό τις ἀπορήσειεν ἄν, διὰ τί μετὰ τὰ σιτία ἰσχυρότερος ὁ ὕπνος καὶ ἔστιν ὑπνωτικὸς οἶνος καὶ ἄλλα τοιαύτην ἔχοντα θερμότητα. ἔστι δ’ οὐκ εὔλογον τὸν μὲν ὕπνον εἶναι κατάψυξιν, τὰ δ’ αἴτια τοῦ καθεύδειν θερμά. ἢ τοῦτο συμβαίνει πρῶτον μέν, ὅτι ὥσπερ ἡ κοιλία κενὴ μὲν οὖσα θερμή ἐστιν, ἡ δὲ πλήρωσις αὐτῆς καταψύχει (ἐπιπνίγει γὰρ καὶ σβέννυσι τὸ θερμὸν ἡ τῶν βρωμάτων πλήρωσις, ὥσπερ καὶ τὸ πῦρ τὸ τῶν ξύλων πλῆθος), οὕτω καὶ αἱ φλέβες καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι καταψύχονται τῷ πλήθει τῆς ἀναφερομένης ἀναθυμιάσεως, τούτου δὲ γενομένου συνίσταται ἡ ἀναθυμίασις καὶ κάτω ῥεῖ, καὶ διὰ τοῦτο μετὰ τὰ σιτία ὕπνος. δεύτερον δὲ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν ἐξαίφνης φρίκη γίνεται (τοῦ γὰρ θερμοῦ προσχεομένου τὸ ἐκτὸς ψυχρὸν ἀντιπεριστάμενον εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ εἴσω ποιεῖ φρίκην), οὕτω κἀκεῖ ἀνιόντος τοῦ θερμοῦ ἐπὶ τὴν κεφαλὴν ἀθροιζόμενον τὸ ἀπὸ τοῦ ἐγκεφάλου διαδιδόμενον εἰς τοὺς τόπους ἐκείνους ψυχρὸν εἰς ἓν καὶ ἰσχυρότατον γινόμενον διὰ τὴν εἰς ἓν ἄθροισιν καταψύχει καὶ τὸ κατὰ φύσιν ἐκεῖσε ἀναχθὲν ὑγρὸν καὶ θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ συνίστασθαι καὶ ὑποχωρεῖν κάτω. καὶ πρὸς τούτοις ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων σβέννυται, οὕτω πολλῆς ἐμπιπτούσης τροφῆς καταψύχεται καὶ οἷον σβέννυται τὸ ἐν καρδίᾳ θερμόν, ἕως ἂν καταπεφθῇ ἡ τροφή. γίνεται γὰρ ὁ ὕπνος, ὥσπερ εἴρηται, ἐν τῇ ἀνθυποστροφῇ πρὸς τὴν ἀρχὴν τοῦ σωματώδους ὑγροῦ τοῦ ὑπὸ τοῦ θερμοῦ ἀναφερομένου διὰ τῶν φλεβῶν πρὸς τὴν κεφαλήν. ὅταν γὰρ μηκέτι δύνηται ἄνω εἶναι τὸ ἀναχθέν, ἀλλὰ τῷ πλήθει ὑπερβάλλῃ καὶ βαρύνῃ καὶ πρὸς τούτοις δὲ ψυχθῇ, πάλιν ἀνταπωθεῖ καὶ κάτω ῥεῖ. διὸ καὶ καταπίπτουσι νυστάζοντες οἱ ἄνθρωποι ὑποσπωμένου καὶ κάτω ῥέοντος τοῦ θερμοῦ τοῦ ἀνάγοντος καὶ ἱστῶντος. ὁ μὲν οὖν ἄνθρωπος κείμενος ὑπνώττει διὰ τὸ μόνον τῶν ζῴων ὀρθὸν εἶναι, καὶ ἐπιπεσὼν πρῶτα μὲν ἔκνοιαν ποιεῖ καὶ παντελῆ ἀναισθησίαν,1 ὕστερον δὲ φαντασίαν. ἢ αἱ μὲν εἰρημέναι λύσεις ἐνδεχόμεναί εἰσι καὶ πρὸς τὸ πιθανὸν ἐκδέδονται μᾶλλον ἢ τὸ ἀληθές, ἐκείνη δὲ κυρίως ἔσται, καὶ τοῦτο τοῦ ὑπνώττειν μᾶλλον ἀληθέστερον αἴτιον. ὁ γὰρ περὶ τὸν ἐγκέφαλον τόπος, ὥσπερ ἐν ἄλλοις εἴρηται, πάντων τυγχάνει ψυχρότατος τῶν ἐν τῷ σώματι, τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον τούτου μόριον. ὥσπερ δὲ τὸ ἀπατμίζον ὑγρὸν ἐκ γῆς καὶ τῶν ὑδάτων ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, ὅταν ἔλθῃ εἰς τὸν ἄνω τόπον, διὰ τὴν ψυχρότητα αὐτοῦ καταψύχεται καὶ συστὰν καταφέρεται γινόμενον πάλιν ὕδωρ, οὕτως ἐν τῇ ἀναφορᾷ τοῦ θερμοῦ τῇ πρὸς τὸν ἐγκέφαλον ἡ μὲν περιττωματικὴ ἀναθυμίασις εἰς φλέγμα συνίσταται (διὸ καὶ οἱ κατάρροι φαίνονται γινόμενοι ἐκ τῆς κεφαλῆς), ἡ δὲ τρόφιμος καὶ μὴ νοσώδης καταφέρεται καὶ συνισταμένη καταψύχει τὸ θερμόν. πρὸς δὲ τὸ καταψύχεσθαι καὶ μὴ δέχεσθαι ῥᾳδίως τὴν ἀναθυμίασιν συμβάλλεται καὶ ἡ στενότης καὶ λεπτότης τῶν περὶ τὸν ἐγκέφαλον φλεβῶν. διὰ γὰρ τὴν λεπτότητα ὀλιγόθερμα, τὸ δὲ ὀλίγον εὐπαθέστερον. Τῆς μὲν οὖν καταψύξεως τοῦτ’ ἐστὶν αἴτιον καὶ τοῦ ὕπνου. ἐγείρεται δ’, ὅταν πεφθῇ καὶ κρατήσῃ ἡ συνεωσμένη θερμότης ἐν ὀλίγῳ πολλὴ ἐκ τοῦ περιεστῶτος καὶ διακριθῇ τό τε σωματωδέστερον αἷμα καὶ τὸ καθαρώτατον. ἔστι δὲ λεπτότατον μὲν αἷμα καὶ καθαρώτατον τὸ ἐν τῇ κεφαλῇ, παχύτατον δὲ καὶ θολώτατον τὸ ἐν τοῖς κάτω μέρεσι. παντὸς δὲ τοῦ αἵματος ἀρχή, ὥσπερ εἴρηται καὶ ἐνταῦθα καὶ ἐν ἄλλοις, ἡ καρδία, τῶν δ’ ἐν τῇ καρδίᾳ ἑκατέρᾳ τῶν θαλαμῶν κοινὴ ἡ μέση, ἐκείνων δὲ ἑκατέρα δέχεται ἐξ ἑκατέρας τῆς φλεβός, τῆς τε μεγάλης καλουμένης καὶ τῆς ἀορτῆς, ἀγουσῶν ἀπὸ τοῦ ἥπατος τὸ αἷμα ἄπεπτον ἔτι καὶ ἀκατέργαστον, ἐν δὲ τῇ μέσῃ γίνεται ἡ διάκρισις. ἀλλὰ τὸ μὲν διορίζειν περὶ τούτων ἑτέρων λόγων ἐστὶν οἰκειότερον. διὰ δὲ τὸ γίνεσθαι ἀδιακριτώτερον τὸ αἷμα μετὰ τὴν τῆς τροφῆς προσφορὰν ὕπνος γίνεται, ἕως ἂν διακριθῇ τοῦ αἵματος τὸ μὲν καθαρώτερον ἄνω, τὸ δὲ θολώτερον εἰς τὸ κάτω· ὅταν δὲ τοῦτο συμβῇ, ἐγείρονται ἀπολυθέντα τοῦ ἐκ τῆς τροφῆς βάρους. Τί μὲν οὖν τὸ αἴτιον τοῦ καθεύδειν εἴρηται, ὅτι ἡ ὑπὸ τοῦ σωματώδους τοῦ ἀναφερομένου ὑπὸ τοῦ συμφύτου θερμοῦ ἀντιπερίστασις ἀθρόως ἐπὶ τὸ πρῶτον αἰσθητήριον, καὶ τί ἐστιν ὁ ὕπνος, ὅτι ἡ τοῦ πρώτου αἰσθητηρίου κατάληψις πρὸς τὸ μὴ δύνασθαι ἐνεργεῖν ἐξ ἀνάγκης μὲν γινόμενον (οὐ γὰρ ἐνδέχεται τὸ ζῷον εἶναι μὴ συμβαινόντων τῶν ἀπεργαζομένων καὶ συντηρούντων αὐτό. ὧν ἓν ἡ τροφή, ἐξ ἧς ἡ ἀναθυμίασις), ἕνεκα δὲ σωτηρίας·2 σῴζει γὰρ ἡ ἀνάπαυσις.
然而,有人可能会对此提出疑难:为何进食之后睡眠更为强烈,而葡萄酒及其他具有此类热量之物具有催眠作用。因为睡眠是冷却,而睡眠的原因却是热的,这是不合情理的。或者这种情况的发生,首先是因为正如胃在空乏时是热的,而它的充实使之冷却(因为食物的充满压制并扑灭了热,正如多量的薪柴扑灭火一样),头部的血管与通道亦因向上输送的蒸发物之多量而被冷却,而当此情形发生时,蒸发物便凝聚并向下流淌,睡眠正是因此在进食后发生。其次,正如将热水猝然浇在身上的人会产生寒战一样(因为当热泼洒而下时,外部的冷气向内对逆聚缩为一体,并在内退中聚集从而引起寒战),在彼处热上升至头部时亦同样如此,从大脑散布至那些区域的冷气汇聚为一体,并因聚为一体而变得最为强劲,使依本性被输送至彼处的湿热变冷,并使其变得虚弱、凝聚且向下退缩。除此之外,正如堆积薪柴会使火熄灭一样,当大量食物摄入时,心脏中的热被冷却并宛若熄灭,直至食物被彻底消化。因为正如所说,睡眠是在由热经由血管向上输送至头部的实体性湿气向始原回返的过程中发生的。因为当被输送之物不再能居于上方,而是在数量上过剩并沉重,且此外又被冷却时,它便再次被向后推回并向下流淌。因此,当向上引带并维持挺直的热自下方被抽离且向下流淌时,人们在瞌睡中便会倒下。人由于是动物中唯一挺立者,因而横卧着入睡,而[睡眠]袭来时,首先引起意识的丧失与完全的感觉脱失,其后则产生表象。或者说,上述解释是可能的,且更多是出于合情合理而非出于真实而提出的,而彼[另一]解释才是本原性的,且此乃睡眠更为真实的原因。因为正如在其他著作中所述,大脑周围的区域恰好是身体中所有部分中最冷的,对于没有大脑的动物而言则是与其相当的部分。正如因太阳之热而从大地与水域蒸发的湿气,每当进入上方场所时,由于其寒冷而被冷却,凝聚并再次化为水向下运送,在热向上奔向大脑的运送中亦同样如此,残余性的蒸发物凝聚为粘液(因此黏膜炎与鼻涕显见是从头部产生的),而滋养且不致病的蒸发物则被向下运送,并在凝聚时冷却热。此外,大脑周围血管的狭窄与细小亦促成了被冷却以及不轻易接纳蒸发物。因为由于细小,它们含热甚少,而少者更易受影响。因此,这便是冷却与睡眠的原因。而当消化完成,且从周围被挤压聚集在狭小空间内的充沛热量制约[营养],且更为实体性的血液与最纯净的血液被分离时,[动物]便苏醒过来。最细薄且最纯净的血液位于头部,而最浓稠且最浑浊的血液位于下方诸部分。正如在此处与在其他著作中所述,所有血液的始原乃是心脏,而对于心脏中的两个心室,中间的心室是共同的,那两个心室中的每一个都从两条血管——即所谓的大静脉与主动脉——中的每一条接收来自肝脏的尚未消化且未加工的血液,而在中间的心室中发生分离。但关于这些问题加以界定,更适于其他的论述。由于在摄取食物之后血液变得更未分离,睡眠便会发生,直至血液中较纯净的部分向上分离,较浑浊的部分向下分离;而当此事发生时,[动物]便从食物所致的重压中解脱出来而苏醒。因此,睡眠的原因是什么已经述及:即由天然之热向上运送的实体性之物对第一感觉器官所造成的一并对逆聚缩;而睡眠是什么亦已述及:即第一感觉器官陷入不能活动的受制状态,这固然是出于必然性而发生的(因为若不发生造就并维系动物的诸事物——其中之一便是产生蒸发物的营养——动物便不可能存在),但却是为了保全;因为休止能够保全生命。
- 2.3ἐπιπεσὼν πρῶτα μὲν ἔκνοιαν ποιεῖ καὶ παντελῆ ἀναισθησίαν
阳性单数主格分词 ἐπιπεσών 的逻辑主语并非紧邻的 ὁ ἄνθρωπος,而是上下文中的“睡眠”(ὁ ὕπνος,承接前面主句 ὑπνώττει 中的睡眠概念)。分词短语表示睡眠袭来并引发意识丧失。
- 2.3ἐξ ἀνάγκης μὲν γινόμενον ... ἕνεκα δὲ σωτηρίας
中性单数分词 γινόμενον 在语法上并未直接与阴性名词 κατάληψις(受制/拘束)保持性的一致,而是以中性结构指代整个“睡眠的发生”这一事态。相对应的 ἐξ ἀνάγκης μέν(出于必然)与 ἕνεκα δὲ σωτηρίας(为了保全)并置了睡眠的动力/质料因与目的因。
