- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:25.1-26.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者阐述了餐后、劳累、疾病以及婴儿期多睡的生理机制,指出了睡眠与癫痫的相似性;随后分析了不同体质(血管粗细、体格、抑郁质)及阅读思考时嗜睡的原因,并最终总结睡眠是热量向心脏内部的汇聚以及自然的对逆聚缩。
γίνεται οὖν μετὰ τὰ σῖτα μάλιστα τοιοῦτος ὁ ὕπνος (πολλὴ γὰρ ἡ ἀπὸ τῶν σίτων ἀναθυμίασις), γίνεται δὲ καὶ ἐκ κόπων ἐνίων· ὁ μὲν γὰρ κόπος συντηκτικόν, τὸ δὲ σύντηγμα γίνεται ὥσπερ τροφὴ ἄπεπτος, ἂν μὴ ψυχρὸν ᾖ· τὰ γὰρ ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις ἐνόντα περιττώματα ἡ παρὰ τοῦ κόπου θερμότης συντήξασα ὦσεν ἐπὶ τὸν ἄνω τόπον καὶ τὸν ὕπνον ἐποίησε. καὶ νόσοι δέ τινες τὸ αὐτὸ τοῦτο ποιοῦσιν, ὅσαι ἀπὸ περιττώματος ὑγροῦ καὶ θερμοῦ, οἷον συμβαίνει τοῖς πυρέττουσι καὶ ἐν τοῖς ληθάργοις. ἔτι δὲ ἐν τῇ πρώτῃ ἡλικίᾳ μᾶλλον ὁ ὕπνος ἢ ταῖς ἄλλαις· τὰ γὰρ παιδία καθεύδει σφόδρα διὰ τὸ τὴν τροφὴν ἄνω φέρεσθαι πᾶσαν. σημεῖον δὲ τὸ ὑπερβάλλειν τὸ μέγεθος τῶν ἄνω πρὸς τὰ κάτω κατὰ τὴν πρώτην ἡλικίαν διὰ τὸ ἐπὶ ταῦτα γίνεσθαι τὴν αὔξησιν. ἐν οἷς γὰρ πλείων ἡ τροφή, μείζω ταῦτα. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ ἐπιληπτικὰ γίνεται· ὅμοιον γὰρ ὁ ὕπνος ἐπιλήψει· ἑκάτερον γὰρ ἀργία αἰσθήσεων. διὸ καὶ συμβαίνει τισὶν ἡ ἀρχὴ τούτου τοῦ πάθους καθεύδουσι, καὶ καθεύδοντες μὲν ἁλίσκονται, ὅταν καὶ δέῃ τοῦτο παθεῖν, ἐγρηγορότες δ’ οὔ. πολὺ γάρ, ὡς εἴρηται, φερόμενον τὸ πνεῦμα ἄνω ἐν τοῖς ὕπνοις, καταβαῖνον πάλιν ὥσπερ εὔριπος ὀγκοῖ τὰς φλέβας· ἀνάγκη γὰρ τούτου μὲν κατιόντος ἑτέρου δ’ ἀνιόντος διὰ τὸ ἅμα γίνεσθαι τὴν ἀπάτμισιν κάτω, τὴν δὲ κατάπτυξιν καὶ σύστασιν ἄνω ἐξογκοῦσθαι τὰς φλέβας, ὑφ’ ὧν συνθλίβεσθαι καὶ συστέλλεσθαι τὸν τῆς ἀναπνοῆς πόρον·1 οὗ στενωθέντος ἀνάγκη μὴ γίνεσθαι εἰσπνοήν, καὶ ἐντεῦθεν ἐπίληψις. ἐπεὶ δὲ τοῖς παιδίοις τὰ ἄνω πλήρη τροφῆς, ταὐτὸν δὲ εἰπεῖν πνεύματος ἐκ τροφῆς ἀναδοθείσης, πνευματώδης δὲ καὶ ὁ οἶνος καὶ τούτου μᾶλλον ὁ μέλας, οὐ συμφέρει αὐτοῖς οὐδὲ ταῖς τίτθαις· διαφέρει γὰρ οὐδὲν ἴσως αὐτὰ πίνειν ἢ τὰς τίτθας, ἀλλὰ δεῖ πίνειν ὑδαρώδη καὶ ὀλίγον. οὕτω δὲ τὰ ἄνω πλήρη τροφῆς τοῖς παιδίοις, ὥστε πέντε μηνῶν οὐδὲ στρέφουσι τὸν αὐχένα. ὅμοιον δὲ τὸ πάθος τοῖς σφόδρα μεθύουσιν· ὑγρότης γὰρ ἐπ’ ἀμφοῖν ἐπὶ τὰ ἄνω ἀνηνέχθη πολλή. εὔλογον δὲ τοῦτο τὸ πάθος αἴτιον εἶναι λέγειν καὶ τοῦ ἠρεμεῖν ἐν ταῖς μήτραις τὰ ἔμβρυα τὸ πρῶτον. Καὶ τὸ ὅλον δὲ φίλυπνοι οἱ ἀδηλόφλεβοι καὶ οἱ νανώδεις καὶ οἱ μεγαλοκέφαλοι. τῶν μὲν γὰρ αἱ φλέβες στεναὶ καὶ λεπταί, ὅθεν κατελθὸν τὸ πνεῦμα ἀπὸ τῆς κεφαλῆς ῥᾳδίως ἐπλήρωσε· τὸ γὰρ μικρὸν τάχιον πληροῦται. διὰ τοῦτο δὲ ψυχρῶν τῶν φλεβῶν γενομένων (καὶ γὰρ αἱ κοιλίαι πληρωθεῖσαι ψυγραίνονται), ἀνάγκη χρονίζειν ἐν αὐταῖς τὸ πνεῦμα (δεῖται γὰρ θερμότητος εἰς τὸ διαρρεῦσαι καὶ σκεδασθῆναι), χρονίζοντος δὲ τοῦ πνεύματος ἐξ ἀνάγκης γίνεται καὶ ὁ ὕπνος μακρότερος· ἄλλως τε ὥσπερ τὸ ὕδωρ διὰ στενῶν σωλήνων βραδέως ἐξέρχεται, διὰ δὲ τῶν εὐρέων τάχιον, οὕτω καὶ τὸ πνεῦμα σωματῶδες ὂν βράδιον ἐξελεύσεται διὰ τῶν στενῶν πόρων. οἱ μὲν οὖν ἀδηλόφλεβοι διὰ τοῦτο φίλυπνοι, τοῖς δὲ νανώδεσι καὶ μεγαλοκεφάλοις ἡ ἄνω ὁρμὴ πολλὴ καὶ ἀναθυμίασις· τὰ γὰρ μεγάλα πολλῆς δεῖται τροφῆς, ἵνα πληρωθῇ καὶ χορτασθῇ. πολλῆς οὖν ἄνω γινομένης ἕπεται τὸ καὶ κάτω πολλὴν γίνεσθαι τὴν παλίρροιαν, τὸ δὲ πολὺ ἀπὸ τῆς αὐτῆς ἴσως θερμότητος βραδέως πέττεται καὶ κρατεῖται. οἱ δὲ φλεβώδεις οὐχ ὑπνωτικοὶ δι’ εὔροιαν τῶν πόρων, ἂν μή τι ἄλλο πάθος ἔχωσιν ὑπεναντίον, οὐδ’ οἱ μελαγχολικοί· κατέψυκται γὰρ ὁ εἴσω τόπος, ὥστε οὐ γίνεται πλῆθος αὐτοῖς ἀναθυμιάσεως. διὰ τοῦτο γὰρ βρωτικοὶ ξηροὶ ὄντες. ὥσπερ γὰρ οὐδ’ ἀπολελαυκότα διάκειται τὰ σώματα αὐτοῖς ἐοικότα ξύλοις ἐν ἀνίκμῳ χώρᾳ οὖσιν.2 ἡ γὰρ μέλαινα χολὴ φύσει ψυχρὰ οὖσα καὶ τὰ θρεπτικά, κοιλίαν, ἧπαρ, ψυχρὰ ποιεῖ καὶ τὰ ἄλλα μόρια, ὅπου ἂν ὑπάρχῃ ἡ δύναμις τοῦ τοιούτου περιττώματος. ἐπεὶ δὲ ἀναγινώσκοντες καὶ νοοῦντες πολλάκις νυστάζομεν, ἰστέον ὡς αἴτιον τὸ ἐν κινήσει καὶ φροντίδι τότε τὴν διάνοιαν εἶναι· ἀπεπτούσης γὰρ διὰ τοῦτο τῆς τροφῆς ἀνάγκη παχεῖαν εἶναι τὴν ἀνιοῦσαν καὶ κατιοῦσαν ἀτμίδα. ὥστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι ὁ ὕπνος σύνοδός τις τοῦ θερμοῦ εἴσω τῆς καρδίας καὶ ἀντιπερίστασις φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν.3 ὅθεν δ’ ἐκλείπει τὸ θερμόν, καταψύχεται, καὶ διὰ ψύξιν καταπίπτει τὰ βλέφαρα· τὸ γὰρ συνέχον πάντα τὰ μέρη καὶ κινοῦν καὶ ὀρθοῦν τὸ θερμόν ἐστι. κατέψυκται οὖν ἐν τῷ ὕπνῳ τὰ ἄνω καὶ τὰ ἔξω καὶ κύκλῳ παντὸς τοῦ σώματος, τὰ δ’ ἐντὸς καὶ τὰ κάτω θερμά, οἷον τὰ περὶ τοὺς πόδας καὶ τὰ εἴσω.
因此,此类睡眠尤其发生于进食之后(因为来自食物的蒸发物十分充沛),并且它亦由某些劳累产生;因为劳累是一种消融性之物,而消融物只要不是冷的,便如同未消化的食物。因为源自劳累的热消融了胃与肠中所存留的残余物,将其推向上方的场所并引发了睡眠。某些疾病亦引起这同一情状,即凡是由湿热残余物引起的疾病,正如发生在发热者身上以及嗜睡症中的情形那样。此外,睡眠在初生时期比在其他年龄时期更为多发;因为幼童沉睡是由于营养全部向上运送。其证据是在初生时期上方部分的大小超过下方部分,这是由于生长是朝着这些上方部分发生的。因为在营养更充沛的部分,这些部分便更为硕大。并且由于这一原因,他们亦易患癫痫;因为睡眠与癫痫相似,因为二者皆是感觉的停滞。因此,有些人在睡梦中发生此情状的始源,并且每当注定要遭受此情状时,他们是在睡梦中发作,而在清醒时则不然。因为正如所说,在睡眠中气息大量向上运送,随后如欧里普斯海峡般再次下降,使血管鼓胀;因为当此气息下降而另一气息上升时,由于下方的汽化与上方的翻折及凝聚同时发生,血管必然鼓胀,呼吸的通路受其挤压与收缩;而当此通路狭窄时,必然不能进行吸气,由此便产生癫痫。既然幼童的上方部分充满了营养——这等同于说充满了由所输送营养产生的气息——而葡萄酒亦富于气息,且其中尤以红葡萄酒为甚,因此对他们及乳母皆无益处;因为无论是他们自己饮用还是乳母饮用,或许并无区别,而是应当饮用兑水的且少量的酒。幼童的上方部分充满了如此多的营养,以致于在五个月内他们甚至不能转动颈项。而此情状与严重醉酒者相似;因为在这两类人身上皆有大量的湿气被带至上方。说这一情状是胚胎最初在母腹中静止不动的原因,亦是合理的。 总括而言,血管不显露者、侏儒状体格者以及巨头者皆嗜睡。因为前者的血管狭窄且细小,由头部下降的气息由此容易将其填满;因为细小之物被填满得更快。并且由于血管因此变冷(正如胃部被填满时亦变冷一样),气息必然在其中滞留(因为气息需要热量以便流散与消解),而当气息滞留时,睡眠必然亦变得更长;况且正如水流经狭窄的管道流出缓慢,而流经宽阔的管道则更快,气息既是实体性的,亦将较慢地流出狭窄的通道。血管不显露者因此而嗜睡;而对于侏儒状体格者与巨头者,向上涌动与蒸发十分充沛;因为硕大之物需要大量营养以求填满与饱足。因此,既然上方产生大量蒸发物,随之而来的是下方的倒流亦十分充沛,而大量之物由相同的热量或许只能被缓慢地消化与制约。血管发达者因通道通畅而不嗜睡,除非他们患有某种相反的情状;抑郁质者亦不嗜睡,因为内部场所被冷却,以致于他们体内不产生大量的蒸发物。正是因此,他们虽然干燥却食量极大。因为他们的身体宛如未曾受享用一般,恰似处于无水分之地的木头。因为黑胆汁本性上是冷的,它使摄取营养的胃和肝脏变冷,并使存在此类残余物力量的其他部分亦变冷。当我们阅读与思考时常常打瞌睡,应当知道其原因在于当时思维处于运动与忧虑之中;因为食物因此未被消化,上升与下降的蒸气必然浓稠。因此由所论述者显而易见,睡眠乃是热量向心脏内部的某种汇聚,并且是由于所述原因而发生的自然对逆聚缩。而热量退去之处便被冷却,由于冷却,眼睑便下垂;因为维系、运动并挺直所有部分的正是热量。因此在睡眠中,全身的上方、外部以及周围的部分被冷却,而内部与下方的部分,如足部周围及内部的部分则是温暖的。
- 2.3ἀνάγκη γὰρ τούτου μὲν κατιόντος ἑτέρου δ’ ἀνιόντος διὰ τὸ ἅμα γίνεσθαι τὴν ἀπάτμισιν κάτω, τὴν δὲ κατάπτυξιν καὶ σύστασιν ἄνω ἐξογκοῦσθαι τὰς φλέβας, ὑφ’ ὧν συνθλίβεσθαι καὶ συστέλλεσθαι τὸν τῆς ἀναπνοῆς πόρον
该句骨干为非人称结构 ἀνάγκη [ἐστί] 所统辖的带宾格的不定式结构:宾格主语为 τὰς φλέβας,不定式为 ἐξογκοῦσθαι,并延续至关系从句中的 συνθλίβεσθαι 与 συστέλλεσθαι。句首的 τούτου μὲν κατιόντος ἑτέρου δ’ ἀνιόντος 为表示对照的独立属格,随后的 διὰ τὸ ἅμα γίνεσθαι... 则是表示原因的带冠词不定式短语。
- 2.3ὥσπερ γὰρ οὐδ’ ἀπολελαυκότα διάκειται τὰ σώματα αὐτοῖς ἐοικότα ξύλοις ἐν ἀνίκμῳ χώρᾳ οὖσιν
动词 διάκειται(处于某种状态)的主语是中性复数 τὰ σώματα(中性复数主语使用单数动词)。οὐδ’ ἀπολελαυκότα 是与主语一致的中性复数主格分词,用作表语性说明(“宛如未曾受享用一般”)。αὐτοῖς 为表领属的与格,ἐοικότα 为与主语一致并支配与格补足语 ξύλοις 的分词。
- 2.3ὅτι ὁ ὕπνος σύνοδός τις τοῦ θερμοῦ εἴσω τῆς καρδίας καὶ ἀντιπερίστασις φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν
在 ὅτι 从句中省略了系动词(ἐστί)。ὁ ὕπνος 为主语,σύνοδος 与 ἀντιπερίστασις 为并列的表语名词。介词短语 εἴσω τῆς καρδίας 修饰 σύνοδος,表示热量向心脏内部的汇聚。
