- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:1.4-2.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述记忆与回忆的定义、对象及其在灵魂中的属所。指出记忆关涉过去并属于感知时间的感觉官能,并解答了可知对象的记忆如何经由表象以偶性方式发生这一疑难。
Περὶ δὲ μνήμης καὶ τοῦ μνημονεύειν λεκτέον τί ἐστι καὶ διὰ τίνα αἰτίαν γίνεται καὶ τίνι τῶν τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ ἀναμιμνήσκεσθαι· οὐ γὰρ οἱ αὐτοί εἰσι μνημονικοὶ καὶ ἀναμνηστικοί, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ μνημονικώτεροι μὲν οἱ βραδεῖς, ἀναμνηστικώτεροι δὲ οἱ ταχεῖς καὶ εὐμαθεῖς. ἐπεὶ δὲ σαφέστερα τῶν ἐνεργειῶν τὰ ἐφ’ ἃ αἱ ἐνέργειαι, ὥσπερ ἐν τοῖς Περὶ αἰσθητῶν καὶ αἰσθήσεως ἐκ τῶν ὑποκειμένων τὸν λόγον ὡς μᾶλλον ἐναργῶν ἐποιούμεθα πρότερον, οὕτω δὴ κἀνταῦθα πρῶτον μὲν σκεπτέον, ποῖά εἰσι μνημονευτά· πολλάκις γὰρ ἐξαπατᾷ τοῦτο. οὔτε γὰρ τὸ μέλλον ἐνδέχεται μνημονεύειν (ἀλλ’ ἔστι δοξαστὸν καὶ ἐλπιστόν· εἴη δ’ ἂν καὶ ἐπιστήμη τις ἐλπιστική, καθάπερ τινές φασι τὴν μαντικήν), οὔτε τὸ ἐνεστώς, ἀλλ’ ἔστιν αἴσθησις τοῦ παρόντος· ταύτῃ γὰρ οὔτε τὸ μέλλον οὔτε τὸ γενόμενον γνωρίζομεν, ἀλλὰ τὸ παρὸν μόνον. λείπεται δὴ τὸ παρεληλυθὸς μνημονεύειν, καὶ ἔστιν ἡ μνήμη τοῦ γενομένου· τὸ δὲ παρὸν ὅτε πάρεστιν, οἷον τοδὶ τὸ λευκὸν ὅτε ὁρᾷ, οὐδεὶς ἂν φαίη μνημονεύειν, οὐδὲ τὸ θεωρούμενον καὶ νοητὸν ὁ θεωρῶν ἄρτι πρώτως καὶ νοῶν μέμνηται, ἀλλὰ τὸ μὲν αἰσθάνεσθαί φασι, τὸ δὲ μανθάνειν καὶ εἰς ἐπιστήμην ἄγεσθαι. ὅταν δ’ ἄνευ τῶν ἔργων ἔχῃ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν (ἔργα δὲ λέγω οἷον τοδὶ τὸ ζῷον ἢ τοδὶ τὸ λευκὸν καὶ τὸ ἐν τῷδε τῷ βιβλίῳ τρίγωνον), προσεννοῇ δὲ καὶ χρόνον, τότ’ ἂν ἁπλῶς μεμνῆσθαι λέγοιτο. οὕτω μέμνηται τὰς τοῦ τριγώνου γωνίας ὅτι δυσὶν ὀρθαῖς ἴσαι, καὶ τὸν Σωκράτην ὅτι λευκός,1 τὸ μὲν ὅτι ἔμαθέ ποτε παρὰ τοῦδε ἐν τῷδε ἢ ἐθεώρησε, τὸ δὲ ὅτι ἤκουσεν ἢ εἶδεν ἤ τι τοιοῦτον. ἀεὶ γὰρ ὅταν ἐνεργῇ ἡ ψυχὴ κατὰ τὸ μνημονεύειν (τὸ δέ ἐστι θεωρεῖν τοὺς τύπους τῶν ἐν αὐτῇ πραγμάτων μὴ καθ’ ἑαυτοὺς ἀλλ’ ὡς εἰκόνας ἑτέρων), συναισθάνεται χρόνου· οὕτω γὰρ λέγει, ὅτι πρότερον τοῦτο ᾔσθετο ἢ ἐνόησεν. ἔστι μὲν οὖν ἡ μνήμη οὔτ’ αἴσθησις οὔτε φαντασία οὔτε τις ἑτέρα νόησις, ἀλλὰ τούτων τινὸς ἕξις ἢ πάθος, ὅταν προσλαμβάνηται χρόνος, καθ’ ὃν τὸ ἐγκατάλειμμα γέγονε καὶ ἀφ’ οὗ·2 τοῦ δὲ νῦν ἐνεργοῦντος ἡ ἐν τῷ νῦν ἐνέργεια οὐκ ἔστι μνήμη, καθάπερ εἴρηται· ἔστι γὰρ τοῦ μὲν παρόντος αἴσθησις, τοῦ δὲ μέλλοντος ἐλπίς, τοῦ δὲ γενομένου μνήμη, διὸ μετὰ χρόνου πᾶσα μνήμη· ὅθεν ὅσα χρόνου αἰσθάνεται, ταῦτα μόνα τῶν ζῴων καὶ μνημονεύει καὶ μορίῳ ψυχῆς οὐκ ἄλλῳ ἢ ᾧ αἰσθάνεται. ὁ γὰρ πεπτωκὼς πέρυσιν εἰς τόνδε τὸν βόθρον ὄνος, σήμερον δὲ ἰδὼν καὶ ἀναχωρήσας μέμνηται ὅτι πρῶτον πέπτωκε, διαφέρει μέντοι· ὁ μὲν γὰρ ἄνθρωπος πρὸς τῷ συναισθάνεσθαι, πότε εἶδεν ἢ ἤκουσεν, οἶδε καὶ τὴν διαφορὰν πρὸς τὸν παρεληλυθότα τοῦ μέλλοντος, τὰ δ’ ἄλογα τοῦτο μόνον ὅτι νῦν πίπτει ἢ πάλαι πέπτωκε, καὶ ὁ μὲν ἑαυτοῦ συναισθάνεται μνημονεύοντος, τὰ δὲ οὔ· ἔτι τῶν ἀλόγων τὰ μὲν τὴν φαντασίαν καθαρώτερα καὶ μνημονικώτερα ὡς μέλισσα καὶ περιστερὰ καὶ τὰ ὅμοια, τὰ δὲ συγκεχυμένην ἔχοντα ὡς μυῖαι καὶ σκώληκες ἀμνήμονα. Ἀπορήσειε δ’ ἄν τις· εἰ δὴ τούτῳ μνημονεύομεν ᾧ καὶ αἰσθανόμεθα, οὐκ ἂν εἴη μνήμη τῶν νοητῶν· εἰ δὲ ἔστι (μνημονεύομεν γὰρ τῶν θεωρημάτων, καὶ τούτων μάλιστα τοῖς καθολικωτέροις ὁ νοῦς ἐνδιατρίβει), λείπεται μὴ μόνης τῆς αἰσθητικῆς ψυχῆς τὸ μεμνῆσθαι λέγειν, ἀλλὰ καὶ τῆς λογικῆς.3 ἢ τῶν μὲν αἰσθητῶν μνήμη καθ’ αὑτὸ ὥσπερ καὶ φαντασία, τῶν δὲ νοητῶν κατὰ συμβεβηκός· ὁ γὰρ νοῦς συμπλέκεται τῇ φαντασίᾳ κἀκ τῶν ἐν αὐτῇ παρὰ τῆς ἐνεργείᾳ αἰσθήσεως γεγραμμένων τύπων ἀποσυλᾷ τὰ καθόλου, καὶ ὥσπερ ἄνευ τῆς ἐνεργείᾳ αἰσθήσεως οὐκ ἔστι φαντασία, οὕτως οὐδὲ ταύτης χωρὶς λῆψις τοῦ καθόλου.
关于记忆与进行记认,必须说明它是什么,因何原因而产生,以及这种承受与进行回忆发生在灵魂的哪一部分;因为善于记认的人与善于回忆的人并不是同一批人,大体而言,迟缓的人更善于记认,而敏捷且领悟力强的人更善于回忆。由于活动所指向的对象比活动本身更为清晰——正如在《论感觉及其对象》中,我们先前根据更为明显的底层事物展开论述那样——因此在这里同样必须首先考察,哪些是可记认的事物;因为这一点常常引人误解。因为既不可能去记忆将来的事物(它宁可说是意见的对象与希望的对象;或许也有一种如某些人所说的占卜那样的希望之知识),也不可能去记忆现在的事物,而是对现在的事物有感觉;因为我们凭借感觉既不认识将来的事物,也不认识已经发生的事物,而只认识现在的事物。由此可见,剩下的便是记忆过去的事物,而记忆乃是对已发生之事的记忆;然而,对于现在的事物在当前出现之时,例如当有人看见这块白色时,没有人会说自己在记忆,正在初次考察与思维某个被考察与可知对象的人也不会记得它;人们说前者是感觉,后者是学习并被引入知识。但当脱离了实际对象而保有知识和感觉时(我所谓的实际对象,例如这个动物或这块白色以及这本书中的三角形),并且还额外思及时间,那时才可以说是在严格意义上进行记忆。人们正是这样记得三角形的内角等于两直角,以及苏格拉底是白的:前者是因为曾在某时从某人处学到或自己考察过,后者是因为曾听见或看见或诸如此类的事情。因为每当灵魂按照记认进行活动时(即在自身内部观照事物的印模,并非把它们当作事物本身,而是当作其他事物的肖像),它总是同时感知到时间;因为它是这样表述的:它先前感觉或思维过此物。因此,记忆既不是感觉,也不是表象,也不是任何其他种类的思维,而是当附加上了时间——即残留痕迹产生于其中的时间以及自那时以来的时间——之时,上述某者的状态或承受。另一方面,正如所说的那样,正在活动者的当下活动并不是记忆;因为感觉关涉现在,希望关涉将来,而记忆关涉过去的事物,所以一切记忆都伴随时间;因此凡是感知到时间的动物,只有它们才能记认,并且不是凭借灵魂的任何其他部分,而正是凭借它们借以感觉的那一部分。因为去年掉进这个坑里的驴子,今天看见而退避,便是记得它先前掉下去过,不过这仍有区别:人除了同时感知到何时看见或听见之外,还知道将来与过去的区别;而无理性的动物仅知道这一点,即它现在正在掉下去还是很久以前掉下去过,并且人能同时觉察到自己在进行记忆,而那些动物则不能;此外,在无理性动物中,有的表象较为清晰且更善于记认,如蜜蜂、鸽子和类似动物,而有的具有混乱的表象,如苍蝇和蠕虫,则是没有记忆的。然而有人可能会提出疑难:如果我们正是凭借感觉的那一部分进行记认,那么就不会有对可知对象的记忆;但如果有(因为我们确实记得定理,而在这些定理中心灵尤其沉浸于更具普遍性的定理),那么剩下的便只能说,记认不仅属于感觉灵魂,也属于理性灵魂。或者说,对可感对象的记忆如表象一样是依其自身存在的,而对可知对象的记忆则是偶性的;因为心灵与表象交织在一起,并从因现实感觉而在表象中铭刻的印模中攫取普遍者;正如没有现实的感觉就没有表象一样,没有表象也就没有对普遍者的把握。
- 1.1τὰς τοῦ τριγώνου γωνίας ὅτι δυσὶν ὀρθαῖς ἴσαι, καὶ τὸν Σωκράτην ὅτι λευκός
先取构式(prolepsis)。逻辑上作为从属 ὅτι 从句主语的名词短语(τὰς τοῦ τριγώνου γωνίας 与 τὸν Σωκράτην)被前置,作为主动词 μέμνηται 的直接宾格补足语。
- 1.1καθ’ ὃν τὸ ἐγκατάλειμμα γέγονε καὶ ἀφ’ οὗ
关系从句中前置词短语的并列。καθ’ ὃν [χρόνον](残留痕迹产生的时间点)与 ἀφ’ οὗ [χρόνου](自那时以来的时间跨度)相并列,表明记忆中所包含的对于时间的双重维度(过去的时刻与历经的间隔)。
- 1.1λείπεται μὴ μόνης τῆς αἰσθητικῆς ψυχῆς τὸ μεμνῆσθαι λέγειν, ἀλλὰ καὶ τῆς λογικῆς
以 λείπεται(“余下的便是……”)为主句动词的无人称句式,支配不定式短语 μὴ μόνης... λέγειν 作其主语。不定式的逻辑主语是泛指的“我们/人”,否定词 μή 是此种不定式结构的标准否定词。
