- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:19.31-21.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯考察了睡眠与清醒是由何种感觉引起的,论证了它们并非各别感觉的情状,而是在载体上与触觉相连的第一共通感觉器官(心脏)的休止。他还将睡眠与昏厥、狂乱、血管结扎及器官残损等其他无感觉状态明确区分开来。
Διὰ τί δὲ καθεύδει καὶ ἐγρήγορε, καὶ διὰ ποίαν τινὰ αἴσθησιν, ἢ καὶ ποίας, εἰ καὶ διὰ πλείους, σκεπτέον. ἐπεὶ δ’ ἔνια μὲν τῶν ζῴων ἔχει τὰς αἰσθήσεις πάσας, ἔνια δ’ οὐκ ἔχουσιν, οἷον ὄψιν, τὴν δ’ ἁφὴν καὶ τὴν γεῦσιν πάντ’ ἔχει, καὶ μάλιστα κοινοτάτη πασῶν ἡ ἁφή, ὡς ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, ἀδύνατον δ’ ἐστὶν ἁπλῶς ὁποιανοῦν αἴσθησιν αἰσθάνεσθαι τὸ καθεῦδον ζῷον, φανερὸν ὅτι πᾶσιν ἀναγκαῖον ὑπάρχειν τὸ αὐτὸ πάθος ἐν τῷ καλουμένῳ ὕπνῳ, λέγω δὴ τὴν παντελῆ ἀκινησίαν καὶ ἀναισθησίαν. εἰ γὰρ τῇ μὲν τῶν αἰσθήσεων, ὡς εἰπεῖν τῇ ἀκοῇ, ἐνεργοίη, τῇ δὲ μή, τῇ ὄψει, συμβήσεται περὶ ταὐτὸ τἀναντία ἅμα· καθεῦδον γὰρ αἰσθήσεται. τοῦτο δὲ ἀδύνατον. πότερον δὲ πάσας ἐπίσης ἐν τοῖς εἰρημένοις αἰτιατέον παθήμασιν, ἢ τινὰς μὲν μᾶλλον, τινὰς δ’ οὔ; ἢ καὶ μίαν μόνην (καὶ ἔστιν αὕτη ἡ ἁφή) ὡς ἀναγκαιοτέραν καὶ προτέραν φύσει τῶν ἄλλων καὶ τῇ κοινῇ αἰσθήσει ταυτιζομένην κατὰ τὸ ὑποκείμενον; ἐπεὶ γὰρ ὑπάρχει καθ’ ἑκάστην αἴσθησιν τὸ μέν τι ἴδιον, τὸ δὲ κοινόν, ἴδιον μὲν οἷον τῇ ὄψει τὸ ὁρᾶν, τῇ δ’ ἀκοῇ τὸ ἀκούειν, καὶ ταῖς ἄλλαις ἑκάστῃ κατὰ τὸν αὐτὸν τρόπον, ἔστι δέ τις καὶ κοινὴ δύναμις ἀκολουθοῦσα ταύταις, ᾗ καὶ ὅτι ὁρᾷ καὶ ἀκούει καὶ αἰσθάνεται (οὐ γὰρ δὴ γε τῇ ὄψει ὁρᾷ ὅτι ὁρᾷ), καὶ κρίνει δὴ καὶ δύναται κρίνειν, ὅτι ἕτερα τὰ γλυκέα τῶν λευκῶν, οὔτε γεύσει οὔτ’ ὄψει οὔτ’ ἀμφοῖν, ἀλλά τινι κοινῷ μορίῳ τῶν αἰσθητικῶν πάντων (ἣν καὶ κοινὴν ἁπλῶς προσαγορεύομεν αἴσθησιν καὶ κυρίως, ἧς καὶ τὸ αἰσθητήριον κοινότατον καὶ κυρίως ἕν, καὶ μία μέν, τῷ δέ γε λόγῳ πλείους καὶ τοσαῦται, ὅσα καὶ ὑποκείμενα ταῖς καθ’ ἕκαστα· ἕτερον γὰρ ψόφου χρῶμα καὶ ἀμφοτέρων ὀσμή), ὑπάρχει δ’ αὕτη ἅμα καὶ πρώτως μάλιστα τῷ ἁπτικῷ (τοῦτο μὲν γὰρ χωρίζεται τῶν ἄλλων αἰσθητηρίων, τὰ δ’ ἄλλα τούτου ἀχώριστα. εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Περὶ ψυχῆς θεωρήμασι), φανερόν, ὅτι τούτου ἐστὶ πάθος ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος, τῆς κοινῆς δηλαδὴ αἰσθήσεως περὶ τὸ κοινὸν αἰσθητήριον, τὴν καρδίαν. τῇ ἁφῇ δὲ κατὰ τὸ ὑποκείμενον τὴν κοινὴν συνήψαμεν αἴσθησιν, διὸ καὶ πᾶσιν ὑπάρχει τοῖς ζῴοις· καὶ γὰρ ἡ ἁφὴ μόνη πᾶσιν. ὅτι δὲ ἀργία μόνης καὶ πρώτης ἁφῆς ὁ ὕπνος, καὶ οὐχ ἁπλῶς κοινῶς τῶν αἰσθήσεων, ἐντεῦθεν ἂν εἴη δῆλον· εἰ γὰρ μὴ ἀνάγκη ἅμα πάσας ἐνεργεῖν, οὐδὲ ἅμα πᾶσαι ἀκινητίσουσιν. ἀλλὰ μὴν τὸ πρῶτον (τίς γὰρ ἀνάγκη τὸν ὁρῶντα εὐθὺς καὶ ἀκούειν ἢ τὸν γευόμενον ὁρᾶν), καὶ τὸ δεύτερον ἄρα.1 τοὐναντίον γὰρ εὐλογώτερον αὐταῖς συμβαίνειν ἔμελλε τὸ ἅμα πάσας ἐνεργεῖν ἤπερ ἅμα ἀκινητίζειν. εἰ δὲ ἅμα ἐνεργεῖν οὐκ ἐνδέχεται, ὃ μᾶλλον εὔλογον, πολλῷ μᾶλλον οὐδὲ ἀκινητίζειν. ἕπεται μέντοι τῷ τὴν ἁφὴν ἀργεῖν καὶ πάσας. οὐ μὴν ἐκ τῆς πασῶν ἀργίας ὁ ὕπνος ἐστίν, ἀλλ’ ἐκ μόνης τῆς πρώτης τῆς ἁπτικῆς. τοῦ γὰρ κυρίου τῶν ἄλλων αἰσθητηρίων καὶ πρὸς ὃ συντείνει τὰ ἄλλα πεπονθότος τι συμπάσχειν ἀνάγκη καὶ τὰ λοιπὰ πάντα, ἐκείνων δέ τινος ἀδυνατοῦντος οὐκ ἀνάγκη τοῦτο ἀδυνατεῖν. Ἔτι δ’ ἐκ τῶνδε μᾶλλον φανερώτερον ὡς οὐκ ἐν τῷ τὰς αἰσθήσεις ἀργεῖν καὶ μὴ χρῆσθαι αὐταῖς ὁ ὕπνος,2 οὐδ’ ἐν τῷ μὴ δύνασθαι αἰσθάνεσθαι. ἐν γὰρ ταῖς λειποψυχίαις τοιοῦτόν τι συμβαίνει· ἀδυναμία γὰρ αἰσθήσεων πασῶν ἡ λειποψυχία, ὕπνος δ’ οὔ. γίνονται δὲ καὶ ἔκνοιαί τινες τοιαῦται· οἱ γὰρ μαινόμενοι οὔθ’ ὁρῶσιν οὔτ’ ἀκούουσιν οὔτ’ ἄλλην τινὰ αἰσθάνονται αἴσθησιν· πῶς γάρ, οἳ τὰς σάρκας τὰς ἑαυτῶν κατεσθίοντες οὐδεμιᾶς ὀδύνης λαμβάνουσιν αἴσθησιν; καὶ τὰς ἐν τῷ αὐχένι δὲ δύο φλέβας εἴ τις δήσει, ἀναισθητεῖ τὸ ζῷον· ὕπνος δ’ οὐκ ἔστιν, ἀλλ’ ὅταν ἡ ἀδυναμία τοῦ αἰσθάνεσθαι μήτε ἔν τινι τῶν αἰσθητηρίων γένηται (τύχοι γὰρ ἄν τινος πηρωθῆναι τὰ αἰσθητήρια καὶ ἀδυνατεῖν αἰσθάνεσθαι, καὶ οὐ καθεύδειν τοῦτό γε) μήτε δι’ ἣν ἔτυχεν αἰτίαν, ἀλλά, καθάπερ εἴρηται νῦν, ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, τῇ καρδίᾳ, καὶ τῇ πρώτῃ αἰσθήσει καὶ διὰ τὴν ὑπερβολὴν τοῦ ἐγρηγορέναι, τοῦτό ἐστιν ὁ ὕπνος. ὅταν μὲν γὰρ τοῦτο ἀδυνατήσῃ, ἀνάγκη καὶ τοῖς αἰσθητηρίοις πᾶσιν ἀδυνατεῖν αἰσθέσθαι, ὅταν δὲ ἐκείνων τι, οὐκ ἀνάγκη τούτῳ. Τούτων οὕτω διωρισμένων λεκτέον ἤδη καὶ δι’ ἣν αἰτίαν τὸ καθεύδειν συμβαίνει, καὶ ποῖόν τι τὸ πάθος ἐστίν.
动物为何睡眠与清醒,并通过何种感觉,或者通过哪些感觉(如果是通过多种感觉的话),这是必须加以考察的。既然某些动物具有一切感觉,而某些动物则不具有,例如不具有视觉,但触觉和味觉是一切动物都具有的,并且正如在《论灵魂》中所说,触觉在一切感觉中最具共通性,而处于睡眠中的动物绝不可能进行任何感觉,那么显而易见,在所谓的睡眠中,同一种情状必然属于一切动物,我指的正是完全的不动性与无感觉状态。因为如果它在其中一种感觉中活动(比方说听觉),而在另一种感觉中不活动(即视觉),那么对同一事物而言,相反的情况便会同时发生;因为在睡眠的同时它又将进行感觉。但这却是不可能的。 那么,在上述情状中,我们应当将原因同等地归咎于所有感觉,还是将某些归为主要原因,而某些则不然呢?抑或是仅归咎于单一的感觉(此即触觉),视其比其余感觉更为必要且在本性上在先,并在受纳载体上与共通感觉相同一?因为在每一感觉中,都存在着某种固有之物与某种共通之物:例如对视觉而言,看是固有的,对听觉而言,听是固有的,对其他各感觉而言亦依此类推;但同时存在某种伴随它们的共通潜能,动物借此亦能感知自己在看与听(因为人绝非通过视觉来看到自己在看),并且借此亦能判断且能够判断甜物与白物各异,这既非通过味觉,亦非通过视觉,亦非同时通过两者,而是通过一切感觉部分所共通的某个部分(我们直截了当地且在本义上称其为共通感觉,其感觉器官最具共通性且在本义上为一;并且就自身而言它是一个,但从定义而言则是多个,其数量与个别感觉的受纳载体相同;因为声音与颜色各异,气味亦与两者各异);而这种共通潜能同时且首要地特别是属于触觉器官的(因为触觉器官与其余感觉器官相分离,而其余感觉器官则不可脱离触觉器官。关于这些,在《论灵魂》的探讨中已有论述)。因此显而易见,清醒与睡眠乃是这一共通潜能的情状,即关乎共通感觉器官——心脏——的共通感觉的情状。我们在受纳载体上将共通感觉与触觉结合在一起,正因如此它属于一切动物;因为唯有触觉属于一切动物。 睡眠唯独是作为第一感觉的触觉的休止,而不仅是感觉的一般休止,这一点从以下理由便可明了:如果一切感觉并不必然同时活动,那么它们也不会同时陷入不动。然而前一个命题是确实的(因为看见者何以必然立刻听见,品尝者又何以必然看见呢?),因此后一个命题亦然。因为相反地,对它们而言,全部同时活动本应比全部同时不动更为合理。但如果全部同时活动尚且不可能(而这本是更为合理的),那么全部陷入不动便更不可能了。不过,随着触觉的休止,一切感觉的休止确实必然随之发生。睡眠并非源于一切感觉的休止,而是仅源于第一位的触觉的休止。因为当作为其余感觉器官的主宰者、以及其余感觉器官所归趋的器官遭受了某种情状时,其余所有器官必然一同遭受该情状;但当其余器官中某一个陷于无力时,此器官并不必然陷于无力。 此外,从以下事实将更为明显地看出,睡眠并不在于感觉陷于休止且不运用它们,亦不在于无法进行感觉。因为在昏厥中也发生类似的情况:昏厥是一切感觉的无力化,但却不是睡眠。某些发狂的谵妄状态亦复如此:因为发狂者既不看,也不听,亦不感知任何其他感觉;他们撕食自己的肉体却感受不到任何痛苦,又怎么可能具有感觉呢?又如,如果有人缚紧颈部的两条血管,动物便会陷入无感觉状态;但这并不是睡眠。相反,当感觉的无力化既不是发生在各个感觉器官中的某一个中(因为某些人的感觉器官可能遭受残损而无力感觉,但这绝非睡眠),也不是由于偶然的原因,而是正如方才所述,发生在第一感觉器官即心脏中,发生在第一感觉中,并且是由于清醒的过度而发生时,这才是睡眠。因为当这个器官陷于无力时,所有感觉器官必然也无力感知;但当那些器官中的某一个陷于无力时,这个器官并不必然陷于无力。 在这些既已界定之后,接下来便须探讨睡眠是因何种原因而发生,以及它是一种怎样的情状。
- 2.2ἀλλὰ μὴν τὸ πρῶτον (τίς γὰρ ἀνάγκη τὸν ὁρῶντα εὐθὺς καὶ ἀκούειν ἢ τὸν γευόμενον ὁρᾶν), καὶ τὸ δεύτερον ἄρα.
此处为肯定前件推理(modus ponens),承接前文的条件句“若非所有感觉必然同时活动,则所有感觉亦不会同时陷入不动”。“ἀλλὰ μὴν τὸ πρῶτον”肯定了该条件句的前件(“然而第一命题是确实的”),进而得出“καὶ τὸ δεύτερον ἄρα”(“因此第二命题亦然”)。括号内的问句是对前件(各感觉并无同时活动的必然性)所作的论据补充。
- 2.2ἀλλ’ ὅταν ἡ ἀδυναμία τοῦ αἰσθάνεσθαι μήτε ἔν τινι τῶν αἰσθητηρίων γένηται [...] μήτε δι’ ἣν ἔτυχεν αἰτίαν, ἀλλά, καθάπερ εἴρηται νῦν, ἐν τῷ πρώτῳ αἰσθητηρίῳ [...] τοῦτό ἐστιν ὁ ὕπνος.
该句主干为时间条件状语从句由指示代词接引的结构:“ἀλλ’ ὅταν ἡ ἀδυναμία [...] γένηται [...] τοῦτό ἐστιν ὁ ὕπνος”(“相反,当感觉的无力化……发生时,这才是睡眠”)。在从句内部,通过“μήτε [...] μήτε [...] ἀλλά [...]”的对比结构,排除了各别感觉器官及偶然原因,将睡眠界定为发生在第一感觉器官(心脏)且由过度清醒引起的状态。
