← 索福尼亚斯

亚里士多德《自然诸论》评注

§18.19-19.30

睡眠的必然性与动植物的感觉分别

索福尼亚斯论证了由于自然功用的过度持续导致疲劳,因而感觉止息(即睡眠)具有必然性;他进而阐明清醒与睡眠必然相互交替,一切动物皆分有睡眠,而植物由于缺乏感觉则不分有这两者中的任何一种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#2

ὕπνος δὲ καὶ ἐγρήγορσις, ὡς πολλάκις εἴρηται, πάθη περὶ αἴσθησιν τοῦ πρώτου αἰσθητικοῦ, τῆς καρδίας. ἔτι ὅσων ἐστὶν ἔργον τι κατὰ φύσιν, ὅταν ὑπερβάλλῃ τὸν χρόνον, καθ’ ὃν πέφυκε τοῦτο ποιεῖν, ἀνάγκη κάμνειν καὶ μὴ δυνάμενον πρόσω βαίνειν παύεσθαι. φέρουσι γὰρ τὰ ὑποζύγια φόρτον ἄχρι τινός, ἢν δέ τις περαιτέρω βιάσαιτο, πίπτουσι· καὶ ἀναγνώσεταί τις ἕως τινός, εἶτα καμεῖται· καὶ ἀνδριαντοποιὸς καὶ τέκτων καὶ πᾶς ὁστισοῦν ἐνεργήσει μέχρι του, εἶτα στάσις τὴν κίνησιν διαδέξεται. κατὰ τὰ αὐτὰ δὲ καὶ ὄμματα καὶ ὦτα, ἔτι δὲ χεῖρες καὶ πόδες καὶ ἅπαν ὀργανικόν. εἰ δή τινός ἐστιν ἔργον τὸ αἰσθάνεσθαι, συνεχῶς ἀδυνατήσει καὶ οὐκέτι τοῦτο ποιήσει· ἐκμετρήσαντα γὰρ τὰ μόρια τὸν πληροῦντα χρόνον τὴν δύναμιν παύσεται.1 εἰ τοίνυν ἐναντίον τῷ ἐγρηγορέναι τὸ καθεύδειν, τῶν δ’ ἀμέσων ἐναντίων ἢ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἂν θάτερον τῷ δεκτικῷ μὴ παρῇ, ἀνάγκη παρεῖναι θάτερον, καὶ τῆς ἐγρηγόρσεως μὴ παρούσης παρέσται ὁ ὕπνος· καὶ εἰ ἡ ὑπερβολὴ τοῦ ἐγρηγορέναι ὁτὲ μὲν νοσώδης (διετέλεσαν γάρ τινες καὶ ἕως ἡμερῶν ἐννέα ἄϋπνοι δι’ ἀσθένειαν), ὁτὲ δὲ ἄνευ νόσου, ὥσπερ οἱ δι’ ἴσχνανσιν ἢ ξήρανσιν αὐτὸ τοῦτο παθόντες, καὶ ἡ ἀδυναμία ἄρα καὶ ὁ μακρὸς ὕπνος ὁτὲ μὲν διὰ νόσον, ὁτὲ δ’ ἄνευ νόσου γενήσεται· πυρέξας γάρ τις ἐπὶ τρισὶν ἡμέραις κοιμώμενος διετέλεσε, τά τε βρέφη καὶ ὅσοι τὴν δίαιταν ἢ τὴν κρᾶσιν ὑγρότεροι ἐπὶ πλεῖστον ὅσον ὑπνώττουσιν. εἰ δὲ ταῦτα οὕτω, πᾶν ἄρα τὸ ἐγρηγορὸς καθεύδει καὶ τὸ καθεῦδον ἐγρήγορεν. εἰ γὰρ ὁ ὕπνος πάθος τί ἐστι τοῦ αἰσθητικοῦ μορίου καὶ οἷον δεσμός τις καὶ ἀκινησία, αἰσθητικὸν δὲ τὸ δυνατὸν αἰσθάνεσθαι κατ’ ἐνέργειαν, πᾶσα δὲ δύναμις ἄγεται εἰς ἐνέργειαν, ἀνάγκη ἄρα τὸ καθεῦδον καὶ δύναμιν γρηγορῆσαι ἔχον ἐγρηγορὸς γενέσθαι, καὶ οὐδεὶς ὕπνος ἀνέγερτος. τὰ μὲν οὖν ἄλλα σχεδὸν πάντα δῆλα κοινωνοῦντα ὕπνου, καὶ πλωτὰ καὶ πτηνὰ καὶ πεζά· καὶ γὰρ τὰ τῶν ἰχθύων γένη πάντα καὶ τὰ τῶν μαλακίων ὦπται καθεύδοντα καὶ τἆλλα πάνθ’ ὅσ’ ἔχει ὀφθαλμούς· καὶ γὰρ τὰ σκληρόφθαλμα φανερὰ καὶ τὰ ἔντομα κοιμώμενα, βραχύυπνα δὲ τὰ τοιαῦτα πάντα· διὸ καὶ λανθάνοι ἄν τινα πολλάκις, πότερον μετέχουσι τοῦ καθεύδειν ἢ οὔ. τῶν δ’ ὀστρακοδέρμων κατὰ μὲν τὴν αἴσθησιν οὐδέπω γέγονε φανερόν, εἰ καθεύδουσιν, εἰ δέ τῳ πιθανὸς ὁ λεχθεὶς λόγος, τούτῳ πεισθήσεται. ὅτι μὲν οὖν ὕπνου κοινωνεῖ τὰ ζῷα πάντα, φανερὸν ἐκ τούτων· τῷ γὰρ αἴσθησιν ἔχειν ὥρισται τὸ ζῷον, τῆς δ’ αἰσθήσεως τρόπον μέν τινα τὴν ἀκινησίαν καὶ οἷον δεσμὸν τὸν ὕπνον φαμέν, τὴν δὲ λύσιν καὶ τὴν ἄνεσιν ἐγρήγορσιν. τῶν δὲ φυτῶν οὐδὲν οἷόν τε κοινωνεῖν οὐδετέρου τῶν παθημάτων· ἄνευ μὲν γὰρ αἰσθήσεως οὐχ ὑπάρχει οὔτ’ ὕπνος οὔτ’ ἐγρήγορσις· οἷς δ’ αἴσθησις ὑπάρχει, τούτοις καὶ τὸ λυπεῖσθαι καὶ χαίρειν, οἷς δὲ ταῦτα, καὶ ἐπιθυμία. τοῖς δὲ φυτοῖς οὐδὲν ὑπάρχει τούτων. οὐδεὶς δὲ προσαναγκάσει λόγος ἥδεσθαι ἢ λυπεῖσθαι τὰ φυτὰ ἢ ὅλως ἐπιθυμεῖν ἢ αἰσθάνεσθαι, οὐδ’ ἕπεται παντὶ θρεπτικῷ τὸ αἰσθητικόν, ὥσπερ τὸ ἔμπαλιν, ἀλλὰ κεχώρισται. σημεῖον δ’ ὅτι καὶ τὸ ἔργον τὸ αὑτοῦ ποιεῖ τὸ θρεπτικὸν μόριον ἐν τῷ καθεύδειν μᾶλλον ἢ ἐγρηγορέναι· τρέφεται γὰρ καὶ αὔξεται μᾶλλον τότε ὡς οὐδὲν προσδεόμενα πρὸς ταῦτα τῆς αἰσθήσεως.2

睡眠与清醒,正如屡次谈到的那样,是关乎第一感知器官即心脏之感觉的情状。此外,凡具有某种符合本性的功用之物,当其超过自然适于从事此功用的时间时,必然疲劳,并且由于不能继续前进而止息。因为驮畜搬运重物至一定限度,但如果有人强迫其更进一步,它们便会倒下;有人诵读至一定限度,随后便会疲劳;雕塑家、木匠以及无论何人,都活动直至某一时刻,随后静止便接替运动。依照同样的道理,眼与耳也是如此,此外手与足以及一切器官性部分亦复如是。因此,如果感觉乃是某物的功用,它便无力持续〔感觉〕,不再行此功用;因为各部分在度尽了耗尽其潜能的时间后,便会止息。因此,如果睡眠与处于清醒相反,而在无中介的对立者或依据状态与缺乏[的对立者]中,若受纳者不具有其中一者,便必然具有另一者,那么当清醒不在时,睡眠便将在场。如果清醒的过度有时是病态的(因为有些人因虚弱甚至连续九日无眠),有时则不伴有疾病,正如那些因消瘦或干燥而遭受此情状的人一样,那么这种无力状态以及长久的睡眠有时也是由于疾病而产生,有时则不伴有疾病;因为有人发热连续沉睡了三日,婴儿以及凡在饮食调养或混合体质上较湿润的人,睡眠时间都极其长久。如果这些情况确是如此,那么凡清醒者皆睡眠,凡睡眠者皆清醒。因为如果睡眠是感知部分的某种情状,宛如某种束缚与不动,而感知部分则是能处于现实活动中进行感觉者,且一切潜能皆被导向现实活动,那么处于睡眠中且具有清醒潜能者必然成为清醒的,没有任何睡眠是不可唤醒的。 因此,几乎所有其他动物,无论水生、飞禽还是陆行者,显然都分有睡眠;因为事实上鱼类的所有种类和软体动物的种类都被观察到在睡眠,以及其他凡具有眼睛者皆然;因为硬眼动物和昆虫显见也在沉睡,但这类动物全都是少眠的;正因如此,人们往往难以察觉它们究竟是否分有睡眠。而在具壳动物中,依据感觉尚未判明它们是否睡眠,但如果上述论证对某人有说服力,他便会被此说服。因此,所有动物皆分有睡眠,由这些便显而易见了;因为动物是以具有感觉来定义的,而我们在某种意义上将睡眠称为感觉的不动性与宛如束缚,将清醒称为其解脱与弛缓。但植物则完全不可能分有这两种情状中的任何一种;因为没有感觉,睡眠与清醒便都不存在;凡具有感觉者,也具有痛苦与快乐,而凡具有这些者,也具有欲望。但对植物而言,这些全不存在。没有任何论证能强行说明植物感到快乐或痛苦,或者总括而言具有欲望或感觉,感知部分也并不像相反的情形那样伴随每一营养部分,而是相分离的。一个证据是,营养部分在睡眠中比在清醒时更能履行其自身功用;因为它们那时更能吸收滋养并生长,宛如对于这些并不需要感觉。

语法注2 条
  1. 2.1ἐκμετρήσαντα γὰρ τὰ μόρια τὸν πληροῦντα χρόνον τὴν δύναμιν παύσεται

    中性复数主语 τὰ μόρια 与主格分词 ἐκμετρήσαντα(不定过去时主动分词,中性复数主格)一致。分词 πληροῦντα 以 τὴν δύναμιν 为宾语,构成“度尽了用尽其潜能的时间”之意,表达时间或条件。动词 παύσεται 则按中性复数主语搭配单数动词的规则呈单数形式。

  2. 2.1ὡς οὐδὲν προσδεόμενα πρὸς ταῦτα τῆς αἰσθήσεως

    连词 ὡς 与主格分词 προσδεόμενα(中性复数)连用,表示主语(主句虽为单数动词 τρέφεται 和 αὔξεται,但分词以动物(τὰ ζῷα)或生物部分等中性复数概念为逻辑主语,构成构形破格)的主观原因。οὐδέν 作状语副词用表示“毫无”,τῆς αἰσθήσεως 是分词 προσδεόμενα 所要求的表示缺乏的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:18.19-19.30