← 索福尼亚斯

亚里士多德《自然诸论》评注

§21.21-23.16

基于四因说的睡眠与心脏及精气的作用

索福尼亚将亚里士多德的四因说应用于睡眠的各项因素(目的因、动力因、质料因、形式因),并基于作为感觉与运动首要部位的心脏及精气的作用阐明清醒与睡眠的发生机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

ἐπεὶ δὲ τρόποι πλείονες τῆς αἰτίας (τέσσαρας γὰρ τοὺς κυριωτέρους ἐν τοῖς φυσικοῖς ἀποδεδώκαμεν· καὶ γὰρ τὸ τίνος ἕνεκα τελικὸν αἴτιον ἐκεῖσε ἐλέγομεν, καὶ ποιητικὸν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, καὶ τὸν λόγον καθ’ ὃν τὸ πρᾶγμα γίνεται εἰδικόν, καὶ ἐπὶ πᾶσι τὴν ὕλην, ἐξ οὗ ἐνυπάρχοντος ἀποτελεῖταί τι), εἴη ἂν ὕπνου μὲν αἰτία ὡς οὗ ἕνεκα ἡ σωτηρία τῶν ζῴων καὶ ἀνάπαυσις, ποιητικὴ δὲ ἡ τοῦ καρδιακοῦ πνεύματος κίνησις, ὑλικὴ δὲ ἡ παλίρροια τῆς ἀναχθείσης ἀναθυμιάσεως πρὸς τὰ κάτω, καὶ εἰδικὸν ἡ τοιαύτη τῶν ἐκτὸς καὶ ἐντὸς μελῶν καὶ μερῶν σύμπτωσις καὶ διάθεσις. ἔχει γὰρ ὧδε. πρῶτον μὲν οὖν ἐπειδὴ λέγομεν τὴν φύσιν ἕνεκά του ποιεῖν, τοῦτο δ’ ἀγαθόν τι, τὴν δ’ ἀνάπαυσιν ἀναγκαίαν εἶναι καὶ ὠφέλιμον τῷ πεφυκότι κινεῖσθαι, μὴ δυναμένῳ δ’ ἀεὶ καὶ συνεχῶς κινεῖσθαι μεθ’ ἡδονῆς, δῆλον ὡς σωτηρίας τῶν ζῴων ὁ ὕπνος ἕνεκα· ὅθεν καὶ δι’ αὐτὴν τὴν ἀλήθειαν τῷ ὕπνῳ τὴν μεταφορὰν ταύτην προσάπτουσιν, ἀνάπαυσιν μόνον τῶν ἄλλων λέγοντες.1 ἡ δ’ ἐγρήγορσις τὸ τέλος· τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν πᾶσι τέλος, οἷς ὑπάρχει θάτερον αὐτῶν· βέλτιστα γὰρ ταῦτα, τὸ δὲ τέλος βέλτιστον, τέλος δὲ ἀλόγοις μὲν αἴσθησις, ἀνθρώποις δὲ φρόνησις. ἔτι δ’ ἀναγκαῖον ἑκάστῳ τῶν ζῴων ὑπάρχειν τὸν ὕπνον διὰ τὴν τοιάνδε ὕλην, ἣν καὶ ἐξ ὑποθέσεως ἀνάγκην λέγειν εἰώθαμεν. εἰ γὰρ ζῷον ἔσται ἔχον τὴν φύσιν αὐτοῦ, ἐξ ἀνάγκης τινὰ ὑπάρχειν αὐτῷ δεῖ, καὶ τούτων ὑπαρχόντων ἕτερα ὑπάρχειν. οἷον ὑποτεθέντος τοῦ ζῷον εἶναι ἕπεται ἐξ ἀνάγκης τὸ τρέφεσθαι, τρεφομένου δὲ ἀναθυμίασιν γίνεσθαι, ταύτης δὲ τελεσθείσης ὕπνον. ἔτι δὲ ποίας κινήσεως καὶ πράξεως ἐν τῷ σώματι γινομένης συμβαίνει τὸ ἐγρηγορέναι καὶ τὸ καθεύδειν τοῖς ζῴοις, καὶ ὅλως περὶ τοῦ ποιητικοῦ αἰτίου μετὰ ταῦτα λεκτέον. ἔσται δὲ ὁ περὶ αὐτοῦ λόγος μακρότερος. πρότερον δὲ ταῦτα λέγομεν, ὡς τοῖς μὲν ἄλλοις καθάπερ τοῖς ἀναίμοις ὑποληπτέον εἶναι τὰ αἴτια τοῦ πάθους ἢ τὰ αὐτὰ ἢ τὰ ἀνάλογον, τοῖς δ’ ἐναίμοις ἅπερ τοῖς ἀνθρώποις, ὥστ’ ἐκ τούτων ὡς ἐγγυτέρω καὶ περὶ πάντων θεωρητέον. ὅτι μὲν οὖν ἡ τῆς αἰσθήσεως ἀρχὴ γίνεται ἀπὸ τοῦ αὐτοῦ μέρους τοῖς ζῴοις, ἀφ’ οὗπερ καὶ ἡ τῆς κινήσεως, διώρισται πρότερον ἐν ἑτέροις. αὕτη δέ ἐστι τριῶν διωρισμένων τόπων ὁ μέσος κεφαλῆς καὶ τῆς κάτω κοιλίας. τοῖς μὲν οὖν ἐναίμοις τοῦτ’ ἐστὶ τὸ περὶ τὴν καρδίαν μέρος· πάντα γὰρ τὰ ἔναιμα καρδίαν ἔχει, καὶ ἀρχὴ ἄρα τῆς κινήσεως καὶ τῆς αἰσθήσεως τῆς κυρίας ἐντεῦθέν ἐστι. τῆς μὲν οὖν κινήσεως φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος ἀρχὴ καὶ ὅλως ἡ τῆς ψύξεώς ἐστιν ἐνταῦθα, καὶ τὸ ἀναπνεῖν καὶ τὸ τῷ ὑγρῷ ψύχεσθαι πρός γε τὴν σωτηρίαν τοῦ ἐν τούτῳ μορίῳ θερμοῦ ἡ φύσις πεποίηκε. ῥηθήσεται δὲ περὶ αὐτῆς ὕστερον καθ’ αὑτήν. τοῖς δ’ ἀναίμοις καὶ τοῖς ἐντόμοις καὶ μὴ δεχομένοις πνεῦμα ἐν τῷ ἀνάλογον τὸ σύμφυτον πνεῦμα ἀναφυσώμενον καὶ συνιζάνον φαίνεται. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ὁλοπτέρων, οἷον σφηκῶν καὶ μελισσῶν, καὶ ἐν ταῖς μυίαις καὶ ὅσα τοιαῦτα. ὁρῶμεν γὰρ φανερῶς ἐν τούτοις τὸ μέρος τὸ ἐν τῇ τομῇ ἐγγίζον εὐρυνόμενον καὶ συστελλόμενον. ἐπεὶ δὲ κινεῖν μέν τι ἢ ποιεῖν ἄνευ ἰσχύος ἀδύνατον, ἰσχὺν δὲ ποιεῖ ἡ τοῦ πνεύματος ἐποχὴ καὶ κάθεξις, ἔσται τοῖς μὲν εἰσφερομένοις καὶ ἀναπνέουσιν ἡ θύραθεν, τοῖς δὲ μὴ ἀναπνέουσιν ἡ σύμφυτος.2 διὸ καὶ βομβοῦντα φαίνεται τὰ πτερωτά, ὅταν κινῆται· τριβομένου γὰρ τοῦ συμφύτου πνεύματος ἐν τῇ πτήσει καὶ προσπίπτοντος ἐν τῷ ὑποζώματι τῶν ὁλοπτέρων βομβεῖ. οὐ γὰρ ὁ ἔξω ἀήρ ἐστιν ὁ ψοφῶν, ἀλλὰ τὸ σύμφυτον πνεῦμα. γίνεται δὲ βόμβος καὶ διὰ τοῦ ἔξω ἐν τοῖς ἐντόμοις τοῖς ἔχουσι σχίσμα ὑπὸ τὸ ὑπόζωμα. κινεῖται δὲ ἅπαν αἰσθήσεώς τινος γινομένης οἰκείας ἢ ἀλλοτρίας ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, οἰκείας μὲν λέγομεν διὰ τὴν οἴκοθεν ὁρμήν (κινούμεθα γὰρ καὶ ὑπό τινων ἐν ἡμῖν φαντασμάτων), ἀλλοτρίας δὲ διὰ τὴν ἔξωθεν, δηλαδὴ τὴν ἀπὸ τῶν αἰσθητῶν. φανερὸν οὖν ἐκ τούτων, ἐν ᾧ τόπῳ καὶ ἐν ᾧ μορίῳ πρώτῳ ὁ ὕπνος γίνεται καὶ ἡ ἐγρήγορσις. ἐν ἐκείνῳ γὰρ οὗ πάθη, τῆς δὲ καρδίας εἰσὶ πάθη, καὶ ἐν ταύτῃ ἄρα. κινοῦνται δ’ ἔνιοι καθεύδοντες καὶ ποιοῦσι πολλὰ ἐγρηγορικά, οὐ μέντοι ἄνευ φαντάσματος καὶ αἰσθήσεώς τινος· τὸ γὰρ ἐνύπνιόν ἐστιν αἴσθημα τρόπον τινά. λεκτέον δὲ περὶ αὐτῶν ὕστερον. διότι δὲ τὰ μὲν ἐνύπνια μνημονεύουσιν ἐγερθέντες, τὰς δ’ ἐγρηγορικὰς πράξεις οὐ μνημονεύουσιν, ἐν τοῖς Προβληματικοῖς ἡμῖν εἴρηται.

既然原因有多种方式(因为我们在自然学著作中已经给出了最重要的四种方式:在那里我们称目的所在为目的因,称运动的始源所自为动力因,称事物借以生成的定义为形式因,并在这一切之上,称事物由之在内存在并得以完成的质料为质料因),那么作为目的所在,睡眠的原因便是动物的保全与休息;动力因则是心之精气的运动;质料因则是向上升腾的蒸发物向下的逆流;形式因则是内外肢体与部分的这般散落与状态。因为实情乃是如此。首先,既然我们主张自然是为了某种目的而作为,而此目的乃是某种善,且对于本性适于运动者而言,休息是必要的且有益的,因为它们不可能总是且持续不断地带着愉悦运动,所以显而易见,睡眠是为了动物的保全;因此人们正因这一真理本身,将这一隐喻赋予睡眠,称其仅仅是对其他活动的休息。而清醒则是目的;因为感觉与运用思虑对于具有其中之一的一切存在者而言皆是目的;因为这些是最善之物,而目的乃是最善的,对于无理性动物而言感觉是目的,对于人而言思虑是目的。此外,由于这般的质料,睡眠必然属于每一动物,而这种质料我们也惯常称之为假设的必然性。因为如果动物要具有其本性而存在,某些事物就必然属于它,而当这些事物属于它时,其他事物亦必须属于它。例如,一旦假设它是动物,必然随之而来的便是摄取营养;摄取营养时便会产生蒸发物;而当此蒸发物完成时,便会产生睡眠。此外,在体内发生何种运动与作用从而导致动物发生清醒与睡眠,以及总括而言关于动力因,必须在这些之后加以论述。而关于此点的论述将会更长。但在那之前我们先说明:一方面,对于如无血动物之类的其他〔动物〕而言,应当假定此情状的原因或者与人相同,或者按比例相当;另一方面,对于有血动物而言,则正与人相同;因此应当从这些更为切近者出发,进而就一切动物进行考察。感觉的始源与运动的始源在动物身上出自同一个部分,这一点先前已在其他著作中予以界定。而这是三个既定部位中的中间部位,即头部与下腹部之间的部位。因此,对于有血动物而言,这便是心脏周围的部分;因为一切有血动物都具有心脏,所以运动与主导感觉的始源正是由此而发。就运动而言,显然精气的始源以及总括而言冷却的始源皆在此处;而自然之所以创造呼吸以及借助液体进行冷却,正是为了保全该部分中的热。关于这一点,稍后将专门加以论述。对于无血动物、昆虫以及不摄入外气的动物而言,在相当的部分中可以看到生得的精气在膨胀与收缩。这在全翅类如黄蜂与蜜蜂身上,以及在苍蝇和凡属此类的事物中都是显而易见的。因为我们在这些动物身上清晰地看到靠近腰截的部分在扩展与收缩。既然没有任何力量便不可能移动或作为任何事物,而力量是由精气的含蓄与屏聚所产生的,那么对于摄入外气并呼吸的动物而言,那将是外来的;而对于不呼吸的动物而言,那将是生得的。因此有翅动物在运动时显出嗡嗡作响;因为生得的精气在飞行中摩擦并撞击全翅动物的隔腰,从而发出嗡嗡声。因为发声的并非外部空气,而是生得的精气。不过,在隔腰下具有裂隙的昆虫中,由于外部空气也会产生嗡嗡声。一切动物之被运动,乃是在第一感觉器官中发生了某种固有或外来的感觉:我们称其为固有的,是由于来自内部的冲动(因为我们也受我们体内的某些表象所动);称其为外来的,则是由于来自外部的冲动,即来自感觉对象的冲动。因此从这些便显而易见,睡眠与清醒发生在何处以及发生在何种第一部分之中。因为它们发生在以它们为其情状的那一部分之中,而它们是心脏的情状,因此它们也发生在心脏之中。有些人睡眠中也会运动并做出许多清醒时的行为,然而绝非没有表象与某种感觉;因为梦在某种方式下便是一种感觉内容。关于这些我们稍后必须论述。至于为何人们醒来后记得梦境,却不记得清醒般的行为,我们在《问题集》中已有论述。

语法注2 条
  1. 2.2ἀνάπαυσιν μόνον τῶν ἄλλων λέγοντες

    τῶν ἄλλων 为中性复数属格,指“其他活动”或“其他事物”,在此作与 ἀνάπαυσιν 搭配的表分离或来源的属格(“对其他活动的休息”)。μόνον 作副词用,意为“仅仅称其为对其他活动的休息”。

  2. 2.2τοῖς μὲν εἰσφερομένοις καὶ ἀναπνέουσιν ἡ θύραθεν, τοῖς δὲ μὴ ἀναπνέουσιν ἡ σύμφυτος

    承接前句 ἰσχὺν δὲ ποιεῖ ἡ τοῦ πνεύματος ἐποχὴ καὶ κάθεξις(“精气的含蓄与屏聚产生力量”),省略短语 ἡ θύραθεν(“外来的”)与 ἡ σύμφυτος(“生得的”)之后隐含补充前文的阴性名词 κάθεξις(或 ἰσχύς),在句法上作为谓语动词 ἔσται 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:21.21-23.16