← 索福尼亚斯

亚里士多德《自然诸论》评注

§17.2-18.19

睡眠与清醒的探究论题及其在感觉中的本性

阐明亚里士多德《论睡眠与清醒》开篇的探究论题(睡眠、清醒、梦及预知梦的本性与原因等),并确立睡眠与清醒是属于同一感知部分的对立情状,专属于心身结合体及一切动物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#1

1. Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως σκοπητέον, τίνα τε τυγχάνει καὶ ἐν ποίῳ μορίῳ τῆς ψυχῆς, καὶ πότερον ἴδια τῆς ψυχῆς ἢ καὶ τοῦ σώματος, καὶ διὰ τίν’ αἰτίαν ὑπάρχει τοῖς ζῴοις, καὶ πότερον ἅπαντα κεκοινώνηκεν ἀμφοῖν, ἢ τὰ μὲν ὕπνου τὰ δὲ θατέρου μόνον, πρὸς δὲ τούτοις τί ἐστι τὸ ἐνύπνιον, καὶ διὰ τίνα αἰτίαν οἱ καθεύδοντες ὁτὲ μὲν ὀνειρώσσουσιν, ὁτὲ δ’ οὐκ ὀνειρώσσουσι, καὶ πότερον συμβαίνει μὲν ἀεὶ τοῖς καθεύδουσιν ἐνυπνιάζειν, ἀλλ’ οὐ μνημονεύουσιν, ἢ οὔ, κἂν εἰ συμβαίνοι, διὰ τίνα αἰτίαν γίνεται, καὶ πότερον τὰ μέλλοντα ἐνδέχεται προορᾶν ἢ οὐκ ἐνδέχεται, καὶ τίνα τρόπον, εἰ ἐνδέχεται, καὶ πότερον τὰ μέλλοντα ὑπ’ ἀνθρώπου πράσσεσθαι μόνον, ἢ καὶ ὧν τὸ δαιμόνιον τὴν αἰτίαν ἔχει,1 καὶ φύσει γίνεται ἢ ἀπὸ ταὐτομάτου.2 καὶ πρῶτον μέν γε τοῦτο φανερόν, ὅτι τῷ αὐτῷ μορίῳ τοῦ ζῴου ἥ τε ἐγρήγορσις ὑπάρχει καὶ ὁ ὕπνος· ἀντίκεινται γάρ, καὶ φαίνεται στέρησίς τις ὁ ὕπνος τῆς ἐγρηγόρσεως. ἀεὶ δὲ τὰ ἔσχατα καὶ ἀντικείμενα καὶ ἐπὶ τῶν τεχναστῶν καὶ ἐπὶ τῶν φυσικῶν ἐν τῷ αὐτῷ δεκτικῷ φαίνεται γινόμενα καὶ τοῦ αὐτοῦ πάθη εἰσί, λέγω δ’ οἷον ἁρμονία καὶ ἀναρμοστία περὶ τὸ αὐτό, καὶ τάξις καὶ ἀταξία, ἔτι δὲ νόσος καὶ ὑγεία περὶ τὸ αὐτό, ἐν σώματι γάρ· αἶσχος δὲ καὶ κάλλος ἐν τοῖς ὀργανικοῖς, ἐν νεύροις δὲ ἰσχὺς καὶ ἀσθένεια, καὶ περὶ ὄψιν αὖ ὄψις καὶ τυφλότης, καὶ ἐν ἀκοῇ ὁμοίως. ἔτι δὲ καὶ ἐκ τῶνδε δῆλον· ᾧ γὰρ τὸν ἐγρηγορότα γνωρίζομεν, τούτῳ καὶ τὸν καθ’ ὕπνον. γνωρίζομεν δὲ τὸν ἐγρηγορότα τῷ αἰσθάνεσθαι ἢ τῶν ἐκτός τινος κινήσεως, ὡς ὁρᾶν ἢ ἀκούειν, ἢ τῶν ἐντὸς καὶ ἐν αὐτῷ, ὡς λογίζεσθαι καὶ φαντάζεσθαι· καὶ ὑπνώττοντα δ’ αὖ λέγομεν τὸν μήτε τῶν ἐξωτερικῶν τινα ἐνεργοῦντα κινήσεων μήτε τῶν ἔνδοθεν. αἴσθησις δὲ καὶ ἀναισθησία ὡς ἕξις καὶ στέρησις, αὗται δὲ περὶ τὸ αὐτὸ καὶ ἓν ὑπάρξουσι· καὶ ὕπνος ἄρα καὶ ἐγρήγορσις τὸ αὐτὸ ἕξουσιν ὑποκείμενον. Ἐπεὶ δ’ οὔτε τῆς ψυχῆς ἴδιον τὸ αἰσθάνεσθαι οὔτε τοῦ σώματος (οὗ γὰρ ἡ δύναμις, τούτου καὶ ἡ ἐνέργεια, ἡ δὲ λεγομένη ἐνεργείᾳ αἴσθησις κίνησίς τίς ἐστι διὰ τοῦ σώματος τῆς ψυχῆς),3 φανερὸν ὅτι οὔτε τῆς ψυχῆς τὸ πάθος ἐστὶν ἴδιον, οὔτ’ ἄψυχον σῶμα δυνατὸν αἰσθάνεσθαι, ἀλλὰ τοῦ συναμφοτέρου. διωρισμένων δὲ περὶ τῶν λεγομένων ὡς μορίων πρότερον καὶ τοῦ μὲν θρεπτικοῦ χωριζομένου τῶν ἄλλων, τῶν δ’ ἄλλων οὐδενὸς ἄνευ τούτου ὄντος, δῆλον ὡς ὅσα μὲν αὐξήσεως καὶ φθίσεως μετέχει μόνον τῶν ζώντων, οἷον τὰ φυτά, τούτοις οὐχ ὑπάρχει ὕπνος οὐδὲ ἐγρήγορσις· οὐ γὰρ ἔχουσι τὸ αἰσθητικὸν μόριον, ἐν ᾧ ταῦτα. τὸ δὲ αἰσθητικὸν τοῦ θρεπτικοῦ ὅτι ἕτερον τῷ εἶναι καὶ τῇ δυνάμει, φανερόν. εἰ δὲ καὶ τῷ ὑποκειμένῳ, οὐ παντί γε δῆλον. ἔτι τῶν θνητῶν καὶ ὑπὸ σελήνην καὶ δεκτικῶν ὕπνου καὶ ἐγρηγόρσεως οὐδέν ἐστιν, ὃ ἀεὶ ἐγρήγορεν ἢ ἀεὶ καθεύδει· ἀλλὰ τοῖς αὐτοῖς ὑπάρχει τῶν ζῴων ἀμφότερα τὰ πάθη ταῦτα, καὶ οὐδέν ἐστι ζῷον ἀμφοτέρων στερούμενον· τοῦτο γάρ ἐστι τῶν ἀψύχων. ὑπεξαιρείσθω μέντοι κἀν τούτοις τὰ θεῖα ἐνεργοῦντα ἀεί· ἡ γὰρ ἐν αὐτοῖς ἐγρήγορσις ἀναντίθετος.

1. 关于睡眠与清醒,必须考察它们究竟是什么以及在灵魂的何种部分中,是专属灵魂还是也属于身体,由于何种原因而属于动物,以及是否所有的动物都分有二者,还是有的仅分有睡眠,有的仅分有另一者;除这些之外,还必须考察梦是什么,由于何种原因睡眠者有时做梦,有时不做梦,以及是否对于睡眠者而言总是碰巧做梦只是不记得,还是并非如此,即便碰巧发生又是由于何种原因产生;考察预见未来的事物是可能还是不可能,如果可能又是以何种方式,以及是否仅能预见将由人做出的事,还是也包括那些以神圣者为原因的事,是通过自然产生还是出于偶然。首先这一点是显而易见的:清醒与睡眠属于动物的同一部分;因为它们彼此对立,且睡眠似乎是清醒的某种缺乏。而在人工制品和自然事物中,极端的和对立的事物总是显得在同一受纳者中产生,并且是同一者的情状;我的意思是,例如和谐与不和谐关乎同一者,秩序与无序也是,进而疾病与健康关乎同一者,因为它们都在身体中;丑陋与美丽在器官的部分中,力量与软弱在筋腱中,关于视觉又有视力与失明,在听觉中也是如此。此外由以下方面也同样明了:因为我们借以认识清醒者的凭据,也借以此认识处于睡眠中的人。我们通过对外部某种运动的感觉(如看或听),或者通过对内部且在自身之内的运动的感觉(如推论和表象),来认识清醒者;而我们又把既不现实活动于外部诸运动亦不现实活动于内部诸运动的人称为处于睡眠中。感觉与无感觉宛如状态与缺乏,而它们将属于同一且单一的事物;因此睡眠与清醒也将具有同一基底。既然感觉既不专属灵魂也不专属身体(因为潜能所属者,现实活动也属于它,而所谓处于现实活动中的感觉是通过身体的灵魂的某种运动),显然该情状既不专属灵魂,无灵魂的身体也不可能感觉,而是专属二者的结合体。既然先前已经规定了关于所谓的各部分,且营养部分与其他部分相分离,而其他部分无一能离开它而存在,显然在生物中凡是仅分有生长与衰竭的(例如植物),睡眠与清醒都不属于它们;因为它们不具有这些情状所在的感知部分。感知部分在存在与潜能上不同于营养部分,这是显而易见的;但二者在基底上是否也不同,对所有人来说并不清楚。此外,在月下会死亡且能接纳睡眠与清醒的事物中,没有任何事物是永远清醒或永远睡眠的;相反,这两类情状属于动物中的同一者,且没有任何动物同时缺乏二者;因为这属于无灵魂之物。不过,在这些事物中,永远处于现实活动的神圣事物当被排除在外;因为它们之中的清醒是没有对立面的。

语法注3 条
  1. 2.1ὧν τὸ δαιμόνιον τὴν αἰτίαν ἔχει

    关系代词 ὧν 为宾格性属格,指涉省略的先行词(τούτων τῶν μελλόντων),依附于惯用表达 αἰτίαν ἔχει(具有……的原因,即作为……的原因)。

  2. 2.1σκοπητέον, τίνα τε τυγχάνει καὶ ἐν ποίῳ μορίῳ τῆς ψυχῆς, ... καὶ φύσει γίνεται ἢ ἀπὸ ταὐτομάτου.

    由非人称动形容词 σκοπητέον(须考察)统领的一长串间接疑问句序列。各分句通过疑问词与连词(τίνα、ἐν ποίῳ、πότερον ... ἢ、πρὸς δὲ τούτοις τί、διὰ τίνα αἰτίαν 等)并列连接,直至末尾的 ἢ ἀπὸ ταὐτομάτου,构成一个完整的句法架构。

  3. 2.1ἡ δὲ λεγομένη ἐνεργείᾳ αἴσθησις κίνησίς τίς ἐστι διὰ τοῦ σώματος τῆς ψυχῆς

    τῆς ψυχῆς 为依附于 κίνησις 的主格性属格(运动的主体),与 κίνησις 之间被介词短语 διὰ τοῦ σώματος 隔开(倒装离隔),应理解为“灵魂通过身体的某种运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:17.2-18.19