- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:14.16-16.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者探讨了记忆的时间尺度、动物记忆与人类回忆的区别,以及涉及心脏和气息的身体机制,从而总结了关于记忆与回忆的探究。
ὁτὲ μὲν γὰρ μέτρῳ οὐ μέμνηνται αὐτοῦ, οἷον ὅτι τρίτην ἡμέραν ἔχω πράξας1 ἢ πρὸ μηνός, ἀλλ’ ἁπλῶς ὅτι πάλαι ποτὲ τόδε ἐποίησα· ὁτὲ δὲ καὶ μέτρῳ. σημεῖον δὲ τοῦ μεμνῆσθαι καὶ ἄνευ μέτρου τὸ εἰωθὸς λέγειν, ὅτι μέμνηνται μέν, πότε δὲ οὐκ ἴσασιν, ὅταν μὴ γνωρίσωσι τῷ ὡρισμένῳ μέτρῳ. Ὅτι μὲν οὖν οὐχ οἱ αὐτοὶ μνημονικοὶ καὶ ἀναμνηστικοί, ἐν τοῖς πρότερον εἴρηται, διαφέρει δὲ καὶ τὸ μνημονεύειν τοῦ ἀναμιμνῄσκεσθαι οὐ κατὰ τὸν χρόνον μόνον (πρότερον γὰρ ἡ μνήμη τῆς ἀναμνήσεως), ἀλλ’ ὅτι καὶ τοῦ μὲν μνημονεύειν καὶ τῶν ἄλλων ζῴων μετέχει πολλά, τῆς δὲ ἀναμνήσεως οὐδὲν ὡς εἰπεῖν τῶν γνωριζομένων ζῴων πλὴν ἄνθρωπος· ᾧ γὰρ τὸ ἀναμιμνῄσκεσθαι, τούτῳ καὶ τὸ συλλογίζεσθαι. ὡς γὰρ ὁ συλλογιζόμενος τῇδε τήνδε συνάπτει πρότασιν, καὶ ὁ ἀναμιμνῃσκόμενος τὰ ἐλάττω τοῖς μείζοσιν. ᾧ δὲ τὸ συλλογίζεσθαι, τούτῳ καὶ τὸ ζητεῖν, τὸ δέ, οἷς βουλή. ᾧ ἄρα ἀνάμνησις, τούτῳ καὶ βούλησις· μόνος δὲ ὁ ἄνθρωπος βουλεύεται, μόνος ἄρα καὶ ἀναμιμνῄσκεται. τὸ μὲν οὖν ἀναμιμνῄσκεσθαι ὅτι διανοίας ἐστί, δέδεικται· τὸ γὰρ βουλεύεσθαι νοῦ. ἀλλ’ ἐπεὶ χωρὶς φαντασίας τοῦτο ποιῆσαι ἀδύνατον (τὰ γὰρ ἐν τῇ καρδίᾳ εἴδωλα καὶ τὸ ἐν αὐτῇ πνεῦμα κινοῦσα ἀναμιμνῄσκεται), σωματικόν τι τὸ πάθος ἐστί, καὶ ἡ ἀνάμνησις διανοίας ὁρμὴ ἐν τοιούτῳ φαντάσματι· ὡς γὰρ ὁ βουλόμενος ἀναγνῶναι τὸ βιβλίον ζητεῖ καὶ ὁρᾷ τὰ ἐν αὐτῷ γεγραμμένα, οὕτω καὶ ἐν τούτοις τῷ μὲν ἀναγνώσοντι ἔοικεν ἡ διάνοια, ἡ καρδία δὲ τῷ βιβλίῳ, τοῖς δὲ γράμμασι τὰ φαντάσματα, καὶ ἔστι σημεῖον τοῦ σωματικὸν εἶναι πάθος τὸ τῆς μνήμης καὶ ἀναμνήσεως τὸ παρενοχλεῖσθαι ἐνίους ἄκοντας, ἐπειδὰν πειρώμενοι οὐ δύνωνται ἀναμνησθῆναι. καίτοι ἐπέχοντες πάνυ τὴν διάνοιαν καὶ μὴ περαιτέρω ζητεῖν ἐπιτρέποντες ὅμως οὐδὲν ἧττον ζητοῦσιν, ὡς καθάπαξ κινηθείσης τῆς καρδίας ἢ τοῦ ἐν αὐτῇ ὑγροῦ ἐν τῷ ἐπιχειρεῖν ἡμᾶς ἀναμιμνῄσκεσθαι μηκέτι ῥᾳδίως ἐθέλειν ἵστασθαι τοιοῦτόν τι πάσχοντες, ὥσπερ ἂν ἡμῶν μὴ θελόντων ἕλκοι τις πρὸς αὐτὸν ἐστράφθαι.2 μάλιστα δ’ ἐνοχλοῦνται οἱ μελαγχολικοὶ ὑπὸ τῶν τοιούτων φαντασμάτων· εὐκίνητοι γὰρ ὄντες ὡς πολλοῦ καὶ παχέος ἐν καρδίᾳ πεπληρωμένοι πνεύματος, ἐπὰν ἑνὸς φαντάσματος κίνησις γένηται, εὐθὺς σωρηδὸν ἀνεγείρεται πάμπολλα διὰ τὴν ἐν τῷ ὑγρῷ τῆς καρδίας εὐκινησίαν. ἐπεὶ δὲ πολλάκις ἀναμνησθῆναι βουλόμενοι οὐ δυνάμεθα ἢ οὐδ’ ὅλως ἢ οὐ τότε, ὅτε βουλόμεθα, αἴτιον τὸ μὴ ἐφ’ ἑαυτοῖς εἶναι, ἀλλὰ καθάπερ τοῖς βάλλουσι λίθον οὐκ ἔστιν ἐπ’ αὐτοῖς στῆσαι τῆς φορᾶς, οὕτω καὶ ὁ ἀναμιμνῃσκόμενος καὶ ὁ θηρεύων σωματικόν τι κινεῖ, ἐν ᾧ τὸ πάθος (οὐδὲν γὰρ ἀσώματον κινεῖται καθ’ αὑτό)· διὸ καὶ οὐκ ἐφ’ αὑτῷ στῆσαι. καὶ ὥσπερ τῷ ἀναγνῶναι προθεμένῳ τόδε τὸ χωρίον οὐκ ἤρκεσε μόνη ἡ τοῦ βιβλίου ἀνάπτυξις, εἰ μὴ καὶ τὸν τόπον εὕροι, οὕτω καὶ ἐπὶ διανοίας καὶ τῶν ἐν τῇ καρδίᾳ φαντασμάτων ἔχει· οὐ γὰρ μνησθήσεται κινοῦσα τὰ εἴδωλα, εἰ μὴ ἐντύχοι ὃ ζητεῖ. ὅθεν καὶ μάλιστα ἐνοχλοῦνται, ὡς εἴρηται, οἷς ἂν ὑγρότης τύχῃ ὑπάρχουσα περὶ τὸν αἰσθητικὸν τόπον· οὐ γὰρ ῥᾳδίως παύονται κινηθέντες, ἕως ἂν ἐπέλθωσι τὸ ζητούμενον καὶ εὐθυπορήσῃ ἡ κίνησις. διὸ καὶ ὀργαὶ καὶ φόβοι, ὅταν τι κινήσωσιν, ἀντικινούντων πάλιν ἐκείνων οὐ καθίστανται, ἀλλ’ ἐπὶ τὸ αὐτὸ ἀντικινοῦσι μέχρι του· οἷον ἡ καρδία κινηθεῖσα ἐν ταῖς ὀργαῖς καὶ τοῖς θυμοῖς κρίναντος τοῦ λογισμοῦ ὑπὸ τοῦ ζέσαντος αἵματος3 καὶ ὡς στερροτέρα μᾶλλον θερμανθεῖσα ἀντιθερμαίνει τὸ αἷμα. καὶ ἐν τοῖς φόβοις δὲ γινομένων τῶν ἐναντίων, ψύξεως καὶ συστολῆς, οὐ ῥᾳδίως ἀποκαθίστανται, καὶ ἔοικε τὸ πάθος τοῖς ὀνόμασι καὶ μέλεσι καὶ λόγοις· ὅταν γὰρ διὰ στόματος αὐτῶν γένηταί τι σφόδρα, παυσαμένοις καὶ οὐ βουλομένοις πάλιν ᾄδειν ἢ λέγειν ἐπέρχεται. εἰσὶ δὲ καὶ οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ οἱ νανώδεις ἀμνημονέστεροι τῶν ἐναντίων διὰ τὸ πολὺ βάρος ἔχειν ἐπὶ τῷ αἰσθητικῷ καὶ μήτ’ ἐξ ἀρχῆς τὰς κινήσεις δύνασθαι ἐμμένειν, ἀλλὰ διαλύεσθαι, μήτε ἐν τῷ ἀναμιμνήσκεσθαι ῥᾳδίως εὐθυπορεῖν. οἱ δὲ πάμπαν νέοι καὶ οἱ λίαν γέροντες ἀμνήμονες διὰ τὴν κίνησιν· οἱ μὲν γὰρ ἐν αὐξήσει, οἱ δὲ ἐν φθίσει πολλῇ εἰσιν. ἔτι δὲ τά γε παιδία καὶ νανώδη εἰσὶ μέχρι πόρρω τῆς ἡλικίας. περὶ μὲν οὖν μνήμης καὶ τοῦ μνημονεύειν καὶ τίς ἡ φύσις αὐτῶν καὶ τίνι τῶν τῆς ψυχῆς μνημονεύει τὰ ζῷα, καὶ περὶ τοῦ ἀναμιμνήσκεσθαι, τί ἐστι καὶ πῶς γίνεται καὶ διὰ τίνα αἰτίαν, εἴρηται.
因为他们有时并不依尺度记忆它,例如并不按照“我做过已是第三天”或“一个月前做过”,而只是直接按“昔日某个时候我做过此事”来记忆;但有时也依尺度记忆。而即使没有尺度也在记忆的证据就是习惯上的说法,即当他们无法凭确定的尺度认识时,他们固然记忆,却不知道“在何时”。那么,具有良好记忆力的人与善于回忆的人并非同一,这在先前已经说明;而记忆与回忆的差别,不仅在于时间(因为记忆先于回忆),还在于虽然其他动物中有许多也分有记忆,但据我们所知的动物中,可以说除了人以外没有任何动物分有回忆。因为回忆所属者,推论也属于他;正如进行推论者将此一前提与彼一前提联系起来,回忆者也将较小的项与较大的项联系起来。而推论所属者,探求也属于他,而这属于具有审虑能力的人。因此回忆所属者,审虑[意志]也属于他;而唯有人能审虑,因此唯有人能回忆。那么,回忆属于推论知性这一点已被表明;因为审虑属于知性。但既然没有表象就不可能做出此事(因为在运动心脏中的影像及心脏中的气息时,〔推论知性〕进行回忆),所以该情状是某种身体性的事物,而回忆是推论知性在如此表象中的冲动。正如意欲阅读书籍的人探求并审视其中所写的内容,在这些情形中,推论知性也类似于将要阅读的人,心脏类似于书籍,诸表象类似于文字。而记忆与回忆的情状是身体性的证据,就在于某些人在尝试却无法回忆时,会身不由己地受到困扰。尽管他们竭力抑制推论知性,不再准许它进一步探求,他们仍然同样在探求,就好像在我们企图回忆时,一旦心脏或其中的流体被运动起来,它便不再轻易愿意止息,遭受某种类似于在我们不情愿时有人将我们拉向他自身的情状。忧郁质的人尤其受到此类表象的困扰;因为他们是容易被运动的,作为在心脏中充满诸多浓厚气息的人,每当单一表象的运动产生时,由于心脏流体中的易动性,旋即堆积般地唤起极大数量的表象。既然我们屡次想要回忆却完全不能,或无法在我们想要回忆的时刻回忆,其原因就在于这并不取决于我们自身,而是正如对于投掷石块的人来说,中止其飞驰并不取决于他们,同样,回忆者与搜求者也是运动着情状所在的某种身体性事物(因为没有任何非物体性的事物凭借自身被运动);因此,使其止息也不取决于他自身。正如对于企图阅读某一段落的人而言,仅仅展开书籍并不足够,除非他也找到该处,在推论知性与心脏中的诸表象上也是如此;因为若不碰上所探求之物,即便运动那些影像也不会记起。由此,正如所说过的,在感觉中枢周围碰巧存有湿性的人尤其受到困扰;因为他们一旦被运动起来,便不易止息,直到他们遇上所探求之物且运动顺畅径直为止。因此忿怒与恐惧也是,每当它们运动了某物,由于那些事物反向运动,它们并不平息,而是朝同一方向反向运动直至某一限度;例如当理性做出决断时在忿怒与激愤中被沸腾的血液运动起来,并且作为更为坚实之物被加热得更甚的心脏,进而反过来加热血液。而在恐惧中发生相反的现象,即冷却与收缩,它们也不易恢复原状,且该情状类似于各种名称、曲调与词句;因为每当某种事物在口中极其剧烈地形成时,对于已经停止且不欲再次歌唱或说话的人,它仍会涌上心头。而且上半身较大者与矮小如侏儒者,比其对立者更缺乏记忆力,这是因为在感觉器官上有沉重的负担,并且诸运动从最初就无法持续而是消散开来,在回忆时也无法轻易径直顺畅。而极度年轻者与过分年老者由于运动而缺乏记忆力;因为前者处于生长之中,后者处于大量衰竭之中。此外,幼童直到年龄增长到相当程度时也还是侏儒状的。因此,关于记忆与记忆活动、它们的本性是什么、动物凭灵魂的何种部分记忆,以及关于回忆、它是什么、如何产生以及由于何种原因,已经说明完毕。
- 1.2ὅτι τρίτην ἡμέραν ἔχω πράξας
此为 ἔχω 搭配不定过去时分词(πράξας)构成的迂说法完成结构,字面意为“我做过此事已保有第三日”,即“我做此事已有三天”。宾格 τρίτην ἡμέραν 表示时间段或经历的时间。
- 1.2ὥσπερ ἂν ἡμῶν μὴ θελόντων ἕλκοι τις πρὸς αὐτὸν ἐστράφθαι
ὥσπερ ἄν 结合比较连词与潜在 ἄν,引导带有希求法动词(ἕλκοι)的非现实比较从句(“就好像有人拉扯一样”)。ἡμῶν μὴ θελόντων 是具有让步意味的属格独立结构(“在我们不情愿时”),ἐστράφθαι 是完成时被动不定词,作 ἕλκοι 的结果或方向补足语(“被转向他自己”)。
- 1.2κρίναντος τοῦ λογισμοῦ ὑπὸ τοῦ ζέσαντος αἵματος
κρίναντος τοῦ λογισμοῦ 为属格独立结构,表时间或伴随情况(“当理性做出决断时”)。介词短语 ὑπὸ τοῦ ζέσαντος αἵματος(“受沸腾的血液”)修饰前面的被动分词 κινηθεῖσα,表示心脏被沸腾的血液所运动的原因或施事。
