← 索福尼亚斯

亚里士多德《自然诸论》评注

§12.24-14.16

回忆的几何比例与记忆出错的原因

索福尼亚通过引证《蒂迈欧篇》说明回忆中整体与部分的把握次序,借助嵌套相似三角形的比例图示解释思想与时间的对应关系,并剖析了记忆发生欺骗的两种原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#4

ἐπεὶ δὲ ἐν τῇ μνείᾳ τῶν περιεκτικῶν καὶ καθόλου λόγων καὶ οἱ καθ’ ἕκαστα καὶ περιεχόμενοι συλλαμβάνονται, καὶ ὅταν ὅλην τινὰ περικοπὴν ἀπὸ βιβλίου καὶ μακρὰν περίοδον ἀπομνημονεύωμεν, ἐννοοῦμεν καὶ τὰ μέρη (τὸ γὰρ ὅλον ἐκ μερῶν, μέρη δὲ ἐνταῦθα κῶλα καὶ κόμματα), τίνι διοίσει ἡ διὰ πάντων ὁμοῦ ἀνάμνησις καὶ κατὰ κοινὸν τῆς ἐν μέρει; ἢ καθόσον συμβαίνει ὧδε μὲν τῇ τοῦ ὅλου μνήμῃ καὶ τὸ μέρος συνεννοεῖν, ἐκεῖ δὲ τῇ τοῦ καθόλου καὶ τὸ καθ’ ἕκαστον; πρότερον μέντοι τὰ ἐντὸς καὶ ἐλάσσω νοήσει τῶν ἄκρων καὶ τῆς ὁλότητος, ἀνάλογα δὲ τὰ ἐντὸς πρός τε αὐτὰ καὶ τὰ ἄκρα τῷ ἔχεσθαι ἀλλήλων καὶ ἑξῆς εἶναι, ὡς ἐκεῖνα τὰ ἐν τῷ Τιμαίῳ· “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε ἐθέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τὸ δέ γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας“. τῷ μὲν οὖν δὴ ἅπαντι νοηθέντι συννενόηται καὶ τὸ μέρος, τὸ μέντοι “θεοὶ θεῶν” πρότερον ἐπῆλθεν ἡ διάνοια τοῦ μετ’ αὐτό,1 κἀκεῖνο τοῦ ἐφεξῆς, καὶ πάντων ὕστερον τὸ κοινόν· τὰ γὰρ καθ’ ἕκαστα ὁμοῦ τὸ ὅλον. ὡς δὲ ἐπὶ τῶν πραγμάτων καὶ νοημάτων ἔχει, καὶ ἐπὶ τοῦ χρόνου ζητεῖν εὔλογον· τοῖς γὰρ νοήμασι καθάπερ ὁ χρόνος συνείρεται, καὶ ἡ γνῶσις ἅμα· ὅθεν καὶ ὡς τὸ ἔλαττον πρᾶγμα πρὸς τὸ μεῖζον ἔχει, καὶ ὁ ἐλάττων χρόνος πρὸς τὸν μείζονα ὁμοίως ἕξει, καὶ ἐναλλάξ, ὡς τὸ πρᾶγμα ἅπαν πρὸς ἅπαντα τὸν χρόνον ἔχει, καὶ τὰ μέρη πρὸς τὰ μέρη. Δῆλον δ’ ἂν εἴη μᾶλλον ἐπὶ τῆς διαγραφῆς. ἐκκείσθωσαν δύο τρίγωνα κάτω τὰς κορυφὰς ἔχοντα καὶ ἐμβεβλημένον ἐν ἑτέρῳ τὸ ἕτερον καὶ περιέχον μὲν ἔστω τὸ ΚΜΝ, τὸ δὲ ΑΒΕ περιεχόμενον, καὶ τετμήσθω ἡ ΑΒ κατὰ τὰ ΓΖ σημεῖα, καὶ ἐπεζεύχθωσαν κατὰ τὴν ἀντικειμένην τοῦ αὐτοῦ τριγώνου πλευρὰν καὶ ἐπ’ εὐθείας ἡ ΓΔ ΖΗ, τετμήσθω δὲ καὶ ἡ ΚΜ κατὰ τὰ ΘΛ, καὶ ἐπεζεύχθωσαν πρὸς τὴν ἐξ ἐναντίας τοῦ αὐτοῦ τριγώνου πλευρὰν καὶ ἐπ’ εὐθείας ἡ ΘΞ ΛΡ, κείσθωσαν δὲ καὶ ἀμφοτέρων τῶν τριγώνων αἱ τμήσεις τῶν γραμμῶν πρὸς εὐθεῖαν. ἔστω δὲ τὸ ἔλασσον καὶ ἐντὸς ἅπερ ἡ ψυχὴ νοεῖ πράγματα, τὸ δὲ μεῖζον καὶ ἐκτὸς ὁ χρόνος ὁ συναισθόμενος ταῖς νοήσεσιν. ὥσπερ οὖν ὁ κινηθεὶς τὴν ΑΒ ΒΕ2 ἅμα καὶ τὴν ΑΓ ΓΔ κεκίνηται (ἐντὸς γὰρ καὶ περιέχονται), οὕτως ὁ τὴν ΑΓ ΓΔ καὶ τὴν ΑΖ ΖΗ. ὅπερ γὰρ ἡ ΑΓ πρὸς τὴν ΑΒ, τοῦτο ἡ ΓΔ πρὸς τὴν ΒΕ· ἀνάλογα γάρ, ὅθεν καὶ ἐναλλάξ. πάλιν ὡς ἡ ΑΖ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΖΗ πρὸς τὴν ΓΔ, καὶ ἐναλλάξ. λοιπὸν ὥσπερ ὁ νοῶν τὰς ὅλας τὴν ΑΒ καὶ τὴν ΒΕ συννοεῖ καὶ τὰς ΑΓ ΓΔ μέρη οὔσας, οὕτως ὁ τὰς ΑΓ ΓΔ τὰς ΑΖ ΖΗ. ὡς δὲ ἐπὶ τούτων ἔχει, καὶ ἐπὶ τοῦ χρόνου. ὁ γὰρ κινηθεὶς τὰς ΚΜ ΜΝ χρονικὰς γραμμάς, καὶ τὰς ΚΘ ΘΞ κεκίνηται, καὶ ἔτι τὰς ΚΛ ΛΡ. ἦν δὲ τοῦ μὲν ΑΒ ΒΕ πράγματος ὁ ΚΜ ΜΝ χρόνος (ἅμα γὰρ τῇ ἐκείνου νοήσει καὶ οὗτος συνήγετο), τοῦ δὲ ΑΓ ΓΔ ὁ ΚΘ ΘΞ χρόνος, τοῦ δὲ ΑΖ ΖΗ ὁ ΚΛ ΛΡ· ἅμα γὰρ πάντα καὶ ἀνάλογον. φανερὸν οὖν ὡς μνημονεύοντες ἢ ἀναμιμνησκόμενοι ἐξ ἀνάγκης καὶ τὸν πληροῦντα χρόνον συνεννοούμεθα. Διττῶς δὲ συμβαίνει τὴν ἀπάτην κατὰ μνήμην γίνεσθαι, ἕνα μὲν τρόπον, ὅταν ἀνταλλαγὴ γένηται περὶ τὰ μνημονευόμενα καὶ τοὺς τύπους, οἷον εἴπερ ἡ ψυχὴ ὁρῶσα τὸ τοῦ Θεαιτήτου φάντασμα ὑπολάβοι Σωκράτους εἶναι· τότε γὰρ δόξει μνημονεύειν Σωκράτους Θεαιτήτου μεμνημένη· οὐδὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. δεύτερον δὲ ὅταν μνημονεύω μέν του, μὴ συναίσθωμαι δὲ δι’ ἄλλην τινὰ κίνησιν, ὥσπερ πολλάκις καὶ διαλογιζόμενός τι καὶ ἐννοῶν τὸν ἔμπροσθεν ἱστάμενον οὐχ ὁρῶ, ὡς ἐοικέναι με τότε τῷ ὀνειρώττοντι καὶ μὴ συναισθανομένῳ ὅτι ὀνειρώττει. οὐκ ἄρα οὖν ἔστι μνήμη ἢ ἀνάμνησις μὴ τῇ τοῦ πράγματος κινήσει τῆς τοῦ χρόνου ἐφεπομένης, καὶ ἐπὶ τούτοις συναίσθησις.3 τοῦ δὲ χρόνου, ὡς εἴρηται, ὁτὲ μὲν ἀορίστως, ὁτὲ δ’ ὡρισμένως μεμνήμεθα.

既然在包含性的和普遍的言明的记忆中,个别的和被包含的言明也同时被把握,并且每当我们凭记忆背诵书中的整个段落和长周期句时,我们也思考其各部分(因为整体由各部分构成,而这里的各部分是句段和短语),那么通过所有事物一起并在共同之下的回忆,与部分的回忆究竟有何不同?还是说,正是由于在这边凭对整体的记忆也同时思考部分,而在那边凭对普遍者的记忆也同时思考个别者?然而,知性将在两端和整体性之前先思考居内且较小的项,而且居内的项通过彼此依附并顺次存在,既对它们自身又对两端成比例,正如《蒂迈欧篇》中的那些话:“众神之神啊,我是其创造者,也是诸功绩之父,这些功绩由于经由我而产生,只要我愿意便是不可解体的。固然,一切被结合之物都是可解体的,然而想要解体结合精美且状态完好之物乃是恶者的行径。因此,又既然你们已经被产生,你们固然不是不朽的,也绝非全然不可解体,但你们绝不会被解体,也不会遭遇死亡的命运。” 固然,由于整体被思考,部分也同时被思考了;然而知性走向“众神之神啊”,是在走向其后的语句之前,而走向其后的语句又是在走向顺次的语句之前,并且在一切之后才走向共同[的整体];因为各单独项合在一起构成整体。事物与思想上的情况如何,在时间上也合情合理当如此探讨;因为时间如何与思想紧密串联,认识也如何同时紧密串联。由此,较小的事物对较大的事物具有何种关系,较小的时间对较大的时间也同样具有何种关系;交错而言,整个事物对全部时间具有何种关系,各部分对各部分也具有何种关系。 这在图解中将更为显然。假定列出两个顶点朝下且一个嵌入另一个之中的三角形,让包含者为ΚΜΝ,而被包含者为ΑΒΕ;让ΑΒ在Γ和Ζ诸点被截断,且朝向同一三角形的对应边连成直线ΓΔ和ΖΗ;让ΚΜ也在Θ和Λ被截断,且朝向同一三角形的相反边连成直线ΘΞ和ΛΡ;并让两个三角形的各线段分割点都位于一条直线上。让较小且居内的项为灵魂所思考的事物,而较大且居外的项为伴随诸思想而被同时感知的时间。那么,正如被推动穿过ΑΒ与ΒΕ的人同时也被推动穿过ΑΓ与ΓΔ(因为它们在内且被包含),穿过ΑΓ与ΓΔ的人也被推动穿过ΑΖ与ΖΗ。因为ΑΓ对ΑΒ的关系,即是ΓΔ对ΒΕ的关系;因为它们是成比例的,由此交错也是如此。同样,正如ΑΖ对ΑΓ,ΖΗ也对ΓΔ,交错亦然。于是,正如思考整个ΑΒ与ΒΕ的人同时思考作为部分的ΑΓ与ΓΔ,思考ΑΓ与ΓΔ的人也同时思考ΑΖ与ΖΗ。在这些事物上的情况如何,在时间上也同样如此。因为被推动穿过时间线ΚΜ与ΜΝ的人,也已被推动穿过ΚΘ与ΘΞ,并且还穿过ΚΛ与ΛΡ。 ΑΒ与ΒΕ的事物的时间是ΚΜ与ΜΝ(因为在思考那个事物的同时,这一时间也被一同引出),而ΑΓ与ΓΔ的时间是ΚΘ与ΘΞ,ΑΖ与ΖΗ的时间是ΚΛ与ΛΡ;因为一切都是同时且成比例的。由此显而易见,我们在记忆或回忆时,必然也同时思考填补这一过程的时间。 在记忆中产生欺骗的情况有两重:一种方式是,当关于被记忆的事物与印模之间发生混淆置换时,例如假使灵魂看见泰阿泰德的表象,却误以为是苏格拉底的;因为那时它记着泰阿泰德,却看似在记忆苏格拉底;因为没有任何事物阻碍某人被欺骗,并在没有记忆时自以为在记忆。第二种方式是,当我记忆某物,但由于某种别的运动而未同时感知它,正如我屡次在推敲某事并深思时看不见站在面前的人,以至于那时我类似于做梦却并未同时感知到自己在做梦的人。因此,若非时间的运动伴随着事物的运动,并且在此之上伴随着同时感知,记忆或回忆便不可能存在。正如所说过的,对于时间,我们有时是不确定地记忆,有时则是确定地记忆。

语法注3 条
  1. 1.2τὸ μέντοι “θεοὶ θεῶν” πρότερον ἐπῆλθεν ἡ διάνοια τοῦ μετ’ αὐτό

    动词 ἐπέρχομαι 取直接宾格(τὸ “θεοὶ θεῶν”)作为宾语,意为“走向、顾及”,而 τοῦ μετ’ αὐτό 则是受比较级副词 πρότερον 支配的比较属格。后置的 ἡ διάνοια 是整句的主语,语序构成了倒装。

  2. 1.2ὁ κινηθεὶς τὴν ΑΒ ΒΕ

    被动态(或中动态)分词 κινηθείς 带有表示空间路径或几何线段的外延宾格/同族宾格(τὴν ΑΒ ΒΕ),意为“沿着/穿过ΑΒ和ΒΕ线被推动的人”。

  3. 1.2οὐκ ἄρα οὖν ἔστι μνήμη ἢ ἀνάμνησις μὴ τῇ τοῦ πράγματος κινήσει τῆς τοῦ χρόνου ἐφεπομένης, καὶ ἐπὶ τούτοις συναίσθησις

    带有否定词 μή 的独立属格结构(μὴ ... ἐφεπομένης)充当条件从句(“若非时间的运动伴随着事物的运动”)。句末的主格 καὶ ... συναίσθησις 并非与前面的 μνήμη ἢ ἀνάμνησις 简单并列,而是作为系动词 ἔστι 否定辖域内的附加主语(“若无时间的运动追随,并且若无在此之上的同时感知,记忆便不存在”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:12.24-14.16