- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:11.1-12.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者借助字母序列和具体事例阐释了从场所及居中项出发的回忆机制,将源于同一始点的误忆归因于习惯及新旧印模,并论证了在记忆与回忆中认识时间的必要性以及心脏中原初感知灵魂对时间的判定机制。
ὅθεν τάχιστα δοκοῦσιν ἀπὸ τόπων ἐνίοτε ἀναμιμνήσκεσθαι, τόπους δὲ ἢ ἃς ἀρχὰς ἐνεῖναι δεῖν τῇ ψυχῇ λέγομεν, ἢ τοὺς κατὰ τὰ σύστοιχα καὶ ὅμοια καὶ ἀντικείμενα, ὡς ἐν τῇ Διαλεκτικῇ εἴρηται, ἢ τοὺς σωματικοὺς καὶ τὰς ἐν τῷδε τῷ μέρει θέσεις. τὸ δὲ αἴτιον, ὅτι ταχὺ ἀπ’ ἄλλου ἐπ’ ἄλλο ἔρχεται, οἷον ἀπὸ γάλακτος ἐπὶ τὸ λευκόν, ἀπὸ λευκοῦ ἐπ’ ἀέρα, ἀπὸ τούτου ἐφ’ ὑγρόν, ἀφ’ οὗ ἐμνήσθη μετοπώρου, ταύτην ἐπιζητῶν τὴν ὥραν. Ἔοικε δὲ ὡς ἐπὶ τὸ πολὺ τὸ μέσον πάντων ἀρχῇ, καὶ ἡ τούτου εὕρεσις τὰ μέγιστα ὠφελεῖ· ποδηγεῖ γὰρ πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν. οἷον ἐκκείσθωσαν ταυταδὶ τὰ στοιχεῖα ἰσάριθμα ὄντα καὶ ἀναλογοῦντα τοῖς νοήμασι τῆς ψυχῆς, ἃ κινεῖται ἀναμιμνῃσκομένη πρὸς εὕρεσιν τοῦ ζητουμένου, Α Β Γ Δ Ε Ζ Η Θ· καὶ ἐπεὶ μέσον τὸ Ε, ὁ τοῦτο εὑρών, εἰ μὴ ἅμα τῷ εὑρηκέναι αὐτὸ εὑρήσει καὶ ὅπερ ἐζήτει, ἐπὶ τὸ Θ ἐλθὼν μνησθήσεται. ἅπαξ γὰρ τοῦ μέσου λαβόμενον καὶ ἐπὶ τὸ ἔμπροσθεν καὶ ἐπὶ τὸ ὄπισθεν κινηθῆναι ἐνδέχεται.1 οὐδὲν δὲ κωλύει καὶ ὑπερβατῶς τὰς νοήσεις καὶ ἀνεστραμμένως ποιεῖσθαι, καὶ μετὰ τὸ Ε τὸ Θ νοῆσαι, καὶ ἀπὸ τοῦ Θ τὸ Ζ, εἶτα τὸ Η. εἰ μὲν οὖν ἐν τοῖς ἔμπροσθεν τὸ ζητούμενον εἴη, οὕτως εὑρήσει ἐλθὼν ἐπὶ τὸ Θ, ὥσπερ εἴρηται· εἰ δ’ ἐν τοῖς ὄπισθεν, ἐλθὼν ἐπὶ τὸ Α. εἰσὶν οὖν τὰ κατὰ τὰ στοιχεῖα νοήματα ταῦτα, Ἀθῆναι, Λύκιον, οἶκος Πλάτωνος, νεομηνία, συμπόσιον, Σωκράτης, τὸ τυφθῆναι ὑπὸ Σωκράτους, λύρα. Τοῦ δὲ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι, ἐνίοτε δὲ μὴ αἴτιον, ὅτι πλείους ἐνδέχεται κινηθῆναι κινήσεις ἀπὸ τῆς αὐτῆς ἀρχῆς· οἷον ἀπὸ τῆς πλευρᾶς ὁρμήσειε ἄν τις καὶ εἰς ἔννοιαν πλευρίτιδος καὶ πλευρωνίας· εἰ οὖν εἴη συνηθέστερον ἡ πλευρῖτις τῆς πλευρωνίας, ἕλξει μᾶλλον πρὸς αὐτὸ τὴν διάνοιαν, ὥσπερ τὰ λαμπρὰ τῶν σωμάτων τὴν ὄψιν. οὐ μόνον δὲ διὰ ταῦτα, ἀλλὰ καὶ εἰ ὁ μὲν παλαιὸς εἴη τῶν τύπων, ὁ δὲ νέος, κινήσει μᾶλλον ὁ νέος εἰς τὴν αὑτοῦ ἀνάμνησιν, εἰ μή που εἰς βάθος καθ’ ἕξιν ἐπιστημονικὴν ὁ παλαιὸς ἐνσεσημασμένος εἴη καὶ πρὸς τούτοις συνήθης· ὥσπερ γὰρ νέος ἐστὶ τῇ καθ’ ἑκάστην μελέτῃ. ὥσπερ δέ εἰσί τινα φύσει τόδε μετὰ τόδε (φύσει γὰρ τῇ τε τοῦ πυρὸς ἀναμνήσει ἡ θερμότης ἕπεται καὶ τῇ τοῦ ἡλίου ὁ φωτισμός), οὕτω καὶ ἔθει. ἔστι γὰρ ἐξ ἔθους τινά, ἅπερ ἀναμνησθέντες εὐθὺς ἀναμιμνησκόμεθα καὶ τὰ μετ’ αὐτὰ ὄντα. τὸ δὴ πολλάκις ἐθισθὲν ὥσπερ φύσις, καὶ ἐπεὶ ἐν τοῖς φύσει ἐγγίνεται ἁμαρτία καὶ παρὰ φύσιν, ἐνδέχεται τοῦτο συμβαίνειν καὶ ἐν τοῖς δι’ ἔθος. εἰ δὲ τοῦτο, οὐδὲν κωλύει ἀναμνησθέντα τοῦ προτέρου καὶ ἡγουμένου ἁμαρτάνειν περὶ τὸ ὕστερον καὶ ἑπόμενον καὶ κινηθῆναι ἄλλως ἢ ὡς δεῖ, καὶ πρὸς τούτοις ὅταν ἐφέλκῃ ἀπὸ τῆς πλευρωνίας ἡ πλευρῖτις. διὰ τοῦτο καὶ ὅταν δέῃ ὄνομα ἀναμνησθῆναι, ἄλλου μὲν παρομοίου μνημονεύομεν, εἰς δὲ ἐκεῖνο σολοικίζομεν. ὁ γὰρ βουλόμενος ἀναμνησθῆναι Λεωφάνην μνησθεὶς Λεωσθένην ἐσολοίκισεν ὡς πρὸς τὸν Λεωφάνην. Τὸ μὲν οὖν ἀναμιμνῄσκεσθαι τοῦτον συμβαίνει τὸν τρόπον, κοινῶς δὲ εἰπεῖν περὶ μνήμης καὶ ἀναμνήσεως, ὡς τὸ μέγιστον ἐν ἀμφοτέροις δεῖ γνωρίζειν τὸν χρόνον2 ἢ μέτρῳ καὶ ὡρισμένως (ὡς ὃ μνημονεύω ἢ ἀναμιμνήσκομαι, χθὲς εἶδον ἢ πρὸ μηνός) ἢ ἀορίστως, ὡς ἁπλῶς πρότερον ᾔσθημαι, καὶ πάλαι ποτὲ τοῦτ’ εἶδον καὶ ἤκουσα. εἰ γὰρ μὴ τοῦτο γένοιτο, συμβήσεται ἡμῖν ὑπολαμβάνειν, ὡς οὐκ ἀναμιμνησκόμεθα ἢ μνημονεύομεν, ἀλλὰ νῦν πρώτως ταῦτα καὶ οἴκοθεν προβαλλόμεθα. ἔστι δὲ τὸ κρῖνον τὸν πλείω καὶ ἐλάσσω χρόνον ἐν τοῖς τοιούτοις ἡ πρώτη αἰσθητικὴ ψυχὴ ἡ ἐν τῇ καρδίᾳ καθημένη. ὡς γὰρ ἡ διάνοια κρίνει τὰ μεγέθη οὐ τῷ ἀποτείνεσθαι ἔξω πρὸς ἐκεῖνα, ὥσπερ λέγουσιν ἡμᾶς ὁρᾶν οἱ δι’ ἐκπομπὴν ἀκτίνων τιθέμενοι τὸ ὁρᾶν, ἀλλὰ κινοῦσα τοὺς ἀπὸ τῶν μεγεθῶν ἐναποκειμένους ἐν τῇ φαντασίᾳ τύπους (εἰ γὰρ ἐκείνως ἔκρινεν, ὅτε οὐ παρῆσαν, οὐκ ἂν ἠδύνατο κρίνειν· νυνὶ δὲ καὶ ἀπόντων κρίνει· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ διάνοια ἢ νοῦ μετὰ φαντασίας ἐνέργεια), οὕτως εὔλογον καὶ τὴν αἰσθητικὴν ψυχὴν τίθεσθαι κρίνειν τὸν πλείω καὶ ἐλάσσω χρόνον ἔνδον μένουσαν καὶ κινουμένην ὑπὸ τῶν ἐνόντων τύπων.3
由此,人们有时似乎能最迅速地从场所出发进行回忆;所谓场所,我们指的或者是应当内在存在于灵魂中的起点,或者是如在《论辩篇》中所说的那样按照对应序列、相似者与对立者的论题,或者是身体性的处所及其在此部分中的位置。其原因在于,人们迅速地从一物走向另一物,例如从牛奶走向白色,从白色走向空气,从空气走向湿润,由于他在寻求这个季节,便由此[湿润]回忆起秋天。一般而言,居中者类似于一切事物的起点,发现它具有极大的益处;因为它能引导人们把握所寻求的事物。例如,假定这些字母被列出,其数量相等且对应于灵魂在回忆中为发现所寻求之物而被推动的心念:Α Β Γ Δ Ε Ζ Η Θ。既然Ε是居中者,发现它的人即使在发现它的同时并未发现所寻求之物,只要走向Θ便会想起来。因为一旦把握了居中者,就有可能既向前又向后被推动。而且没有任何事物阻碍人们跨越顺次以及倒转过来进行思考,在Ε之后想到Θ,从Θ想到Ζ,然后再想到Η。因此,如果所寻求之物在前面的诸项中,他如前所述走向Θ就会找到;如果是在后面的诸项中,走向Α就会找到。那么对应于这些字母的心念就是:雅典、吕克昂、柏拉图的住宅、新月、酒宴、苏格拉底、被苏格拉底击打、竖琴。有时从同一事物出发能够想起,有时却不能想起,其原因在于:有可能从同一个起点被推动多种运动;例如从“肋骨”出发,人们既可能走向“胸膜炎”的概念,也可能走向“胸膜痛”的概念。如果胸膜炎比胸膜痛更熟悉,它就会更强烈地把理知吸引向自身,如同明亮的物体吸引视觉一样。不仅由于这些原因,而且如果印模中一个是旧的,另一个是新的,新的印模就会更强烈地推动朝向对它自身的回忆,除非旧的印模依照科学状态被深深地铭刻在深处,并且此外十分熟悉;因为通过日常的练习,它就如同新的一样。正如某些事物在本性上是此物在彼物之后(因为在火的回忆后本性上紧随热,在太阳的回忆后紧随照耀),在习惯上也是如此。因为某些源于习惯的事物,一旦回忆起它们,我们便立刻也回忆起紧随它们之后的事物。屡次习惯之事确实如同本性,而既然在依本性的事物中也会产生失误和违反本性的情况,在通过习惯的事物中发生这种情形也是可能的。如果这样,回忆起居先和引导之物的人,在后续和紧随之物上产生失误,并且被推动走向有别于所当的方式,这就没有任何阻碍,更何况在胸膜炎从胸膜痛那里吸引过去的时候。正因如此,当需要回忆起一个名字时,我们记起了另一个相似的名字,却对那个名字犯了言辞之失。因为想要回忆起“莱奥法内斯”的人,想起了“莱奥斯泰内斯”,便对莱奥法内斯犯了言辞之失。回忆便是以这种方式发生的。就记忆和回忆共同而言,作为最重大的一点,必须在两者中认识时间,或者通过度量而确定地认识(如:我所记忆或回忆的事物,是在昨天或一个月前看到的),或者不确定地认识(如:仅仅是我以前感知过,很久以前曾经见过和听过这个)。因为如果不是这样,结果我们就会以为自己不是在回忆或记忆,而是现在初次自发地提出这些事物。在此类事情中判定较多与较少时间的,是驻留在心脏中的初级感知灵魂。因为正如理知判定大小,不是通过向外延伸朝向那些事物——如同那些主张通过发射光线而看见的人说我们看见的那样——而是通过推动在表象中从大小那里留存下的印模来进行判定(因为如果是那样判定的,当它们不在场时就无法判定;而现在即使它们不在场,也能进行判定;因为理知不是别的,正是理智伴随表象的实现活动),同样,设定感知灵魂也留在内部并被内在的印模推动,从而判定较多与较少的时间,是合乎情理的。
- 1.2ἅπαξ γὰρ τοῦ μέσου λαβόμενον καὶ ἐπὶ τὸ ἔμπροσθεν καὶ ἐπὶ τὸ ὄπισθεν κινηθῆναι ἐνδέχεται
非人称动词 ἐνδέχεται 支配不定式 κινηθῆναι,阳性宾格单数分词 λαβόμενον 作为该不定式的逻辑主语(宾格主语),表示泛指的某人(“一旦把握了居中者,便有可能被推动”)。
- 1.2ὡς τὸ μέγιστον ἐν ἀμφοτέροις δεῖ γνωρίζειν τὸν χρόνον
在 κοινῶς δὲ εἰπεῖν(“就共通而言”)之后,ὡς 既可被视为引出动词宾语从句的连词,也可与 τὸ μέγιστον 连用构成副词性/表语性短语(“作为最重大的一点”),修饰主干 δεῖ γνωρίζειν τὸν χρόνον。此处按后一种结构统一翻译。
- 1.2οὕτως εὔλογον καὶ τὴν αἰσθητικὴν ψυχὴν τίθεσθαι κρίνειν τὸν πλείω καὶ ἐλάσσω χρόνον ἔνδον μένουσαν καὶ κινουμένην ὑπὸ τῶν ἐνόντων τύπων
此句为主句,呼应前面的 ὡς γὰρ ἡ διάνοια κρίνει...(“因为正如理知判定……”)。非人称的 εὔλογον[ἐστί]以宾格加不定式结构 καὶ τὴν αἰσθητικὴν ψυχὴν τίθεσθαι κρίνειν...(“设定感知灵魂也判定……是合乎情理的”)为主语,分词 μένουσαν 和 κινουμένην 与宾格主语 τὴν αἰσθητικὴν ψυχὴν 保持性数格一致。
