- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:9.4-11.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节论述了引发回忆的联想诸契机(相似、相反、邻近)以及由习惯形成的运动连续性,阐明了有序起点的重要性,并区分了依靠自身内在起点进行的回忆与依靠他人引导的学习。
ἄλλος δέ τις τοῦ Ταυρομενίτου ἐπιλανθανόμενος εἴθισεν εὐθὺς ἔρχεσθαι εἰς ἔννοιαν ταύρου, καὶ ἄλλος ἀπὸ τῆς πλευρᾶς τὴν πλευρώνην ἐθίσας ἀνέφερεν. ἐπὶ γοῦν τούτων οὐκ ἀεὶ τῇ πρώτῃ ἡ λοιπὴ ἕπεται, ἀλλὰ πολλάκις τὴν μὲν πλευρὰν ἐνθυμοῦμαι, τὴν δὲ πλευρώνην οὐκ ἀναμιμνήσκομαι. συμβαίνει δ’ ἐνίους ἅπαξ ἐθισθῆναι μᾶλλον ἢ ἑτέρους πολλάκις κινουμένους. διὸ ἔνια ἰδόντες ἅπαξ πολλάκις μνημονεύουσιν ἢ ἕτερα πολλάκις.1 ὅταν οὖν ἀναμιμνησκώμεθα, κινούμεθα τῶν προτέρων καὶ ἡγουμένων τινὰς κινήσεων, ἕως ἂν κινηθῶμεν, μεθ’ ἣν ἐκείνη εἴωθε.2 διὸ καὶ τὰ ἐφεξῆς θηρεύομεν νοήσαντες ἀπὸ τοῦ νῦν ἢ ἄλλου τινός, διὰ τοῦτο καὶ ἀφ’ ὁμοίου ἢ ἐναντίου ἢ τοῦ σύνεγγυς ἡ ἀνάμνησις γίνεται· αἱ γὰρ κινήσεις τῶν μὲν αἱ αὐταί, τῶν δὲ ἅμα, τῶν δὲ μέρος ἔχουσιν. οἷον εἶδέ τις γεγραμμένην λύραν καὶ κινηθεὶς ἀπὸ ταύτης ὡς προτέρας καὶ ἡγουμένης ἀνεμνήσθη λύρας, ἐκ ταύτης τοῦ μουσικοῦ, ἐκ δὲ τούτου ἣν ᾖδεν ᾠδήν. πολλάκις δὲ καὶ ἀπό τινος ἄλλου· εἰ γὰρ τύχοι ἐφεξῆς ὢν τῷ τῆς ᾠδῆς τύπῳ ὁ τοῦ κίονος, ἀναμνησθήσομαι αὐτὴν ἀπὸ τοῦ κίονος. ἀπὸ δὲ τοῦ ὁμοίου καὶ ἐναντίου, ὅταν ἀπὸ μὲν τῆς τοῦ Σωκράτους εἰκόνος ἀναμνησθῶ Σωκράτην, ἀπὸ δὲ τοῦ μέλανος λευκὸν καὶ ἐκ θερμότητος ψυχρότητα. ἐκ δὲ τοῦ σύνεγγυς, ὅταν ἀπὸ τοῦ “ἀντὶ πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι” ἀναμνησθῶ “χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω τὸ τῇ πόλει συμφέρον”. μέγιστον μὲν οὖν παντὸς ἡ ἀρχή, καὶ ταύτης εὑρεθείσης τὰ μετ’ αὐτὴν μικρά· ὅθεν τῆς ἀρχῆς ληφθείσης συνείρεται τὰ ἑξῆς. εἰ δέ ποτε καὶ εὑρεθείσης καὶ τοῦ πρώτου μέρους κινηθέντος οὐχ ἕψεται τὰ ἑκατέρωθεν, οὐ χρὴ θαυμάζειν· ὅταν γὰρ τέλεον ἀφανισθῇ, οὐκ ἀκολουθήσει. ζητοῦσι μὲν οὖν οὕτω γίνεται ἡ ἀνάμνησις, ἀφ’ ὧνπερ εἴπομεν, ἀπὸ τῶν ὁμοίων ἢ τῶν ἀντικειμένων ἢ τῶν ἐγγύς· ὅταν δὲ μὴ ζητοῦσιν ἀναμνησθῆναί του γένηται, ἐξ οὐδενὸς τούτων. ὅταν γὰρ ᾠδῆς τις μνησθεὶς ἀναμνησθῇ Σωκράτους, οὔτ’ ἀφ’ ὁμοίου οὔτ’ ἐξ ἀντικειμένων ἢ τῶν ἐγγὺς ἐποιήσατο τὴν ἀνάμνησιν. τοῦτο δὲ σπάνιον καὶ ὀλιγάκις· τὰ γὰρ πολλὰ ἑτέρων γινομένων κινήσεων ἕπεται. πραγματευομένους δὲ τὰ περὶ τῆς ἀναμνήσεως οὐδὲν δεῖ σκοπεῖν, πῶς τὰ πόρρω ἀναμιμνησκόμεθα καὶ παλαιά, ἀλλὰ τὰ ἐγγὺς καὶ ἃ πρὸ ὀλίγου ᾐσθόμεθα ἢ ἐδιδάχθημεν· μᾶλλον γὰρ ταῦτα πρὸς τὴν διδασκαλίαν διὰ τὴν ἐγγύτητα ἢ ἐκεῖνα. εἷς μέντοι καὶ ὁ αὐτός ἐστι τρόπος τῆς ἀναμνήσεως ἀμφοτέρων. ὡς γὰρ ἐπὶ τῶν σύνεγγυς ἀπὸ τῆς ἐνούσης ἀρχῆς ζητήσας τις συνείρει καὶ ἀναμιμνήσκεται τὰ ἑξῆς (ἀκολουθοῦσι γὰρ τῷ ἔθει αἱ κινήσεις, ὡς εἴρηται, καὶ ἥδε μετὰ τήνδε), οὕτω καὶ ὅταν τις ἀναμιμνήσκηται ὧν πάλαι τὴν ἐπιστήμην ἔλαβε. ζητήσει γὰρ κἀκεῖ ἀρχὴν λαβέσθαι κινήσεως, μεθ’ ἣν ἐκείνη ἔσται. διὸ τάχιστα καὶ κάλλιστα γίνονται ἀπ’ ἀρχῆς αἱ ἀναμνήσεις. ὡς γὰρ ἔχει τὰ πράγματα πρὸς ἄλληλα τῷ ἐφεξῆς, οὕτω καὶ αἱ κινήσεις, καὶ ἔστιν εὐμνημόνευτα ὅσα τάξιν τινὰ ἔχει καὶ πρῶτον καὶ δεύτερον, ὥσπερ τὰ μαθήματα καὶ μάλιστα τὰ γεωμετρικά, τὰ δὲ ἄτακτα φαύλως καὶ χαλεπῶς· ὡς γὰρ ἐπὶ τῶν αἰσθητῶν, εἰ ἐφεξῆς κεῖνται καὶ μετὰ τάξεως, καλῶς ἡ ὄψις ὁρᾷ, εἰ δὲ συγκεχυμένως, οὐ καλῶς, οὕτω καὶ ἐπὶ τῶν ἐν ψυχῇ τύπων. διαφέρει δὲ τὸ ἀναμιμνήσκεσθαι τοῦ πάλιν μανθάνειν καὶ ὅλως μάθησις ἀναμνήσεως τῷ τὸν μὲν ἐξ ἑαυτοῦ καὶ τῆς ἐνούσης αὐτῷ ἀρχῆς κινεῖσθαι ἐπὶ τὸ συνεχὲς τῇ ἀρχῇ, τὸν δὲ μὴ δι’ αὑτοῦ, ἀλλὰ δι’ ἄλλου, τοῦ διδασκάλου.3 ἔτι πολλάκις μὲν ἤδη ὁ ἀναμιμνῃσκόμενος ἀδυνατεῖ ἀναμνησθῆναί τι αὐτίκα, ζητῶν δὲ ὅμως καὶ πολυπραγμονῶν τέλος δύναται καὶ εὑρίσκει. τοῦτο δὲ γίνεται κινοῦντι πολλά, ἕως ἂν τοιαύτην κινήσῃ κίνησιν, ᾗ ἀκολουθήσει τὸ πρᾶγμα. ὡς γὰρ αἱ πολλαὶ ῥανίδες ἐπιτήδειον ἐποίησαν τὴν πέτραν, τέλος δὲ ἡ ἐσχάτη ἐκοίλανε, καὶ ἐπὶ τῆς ἐν καρδίᾳ ὑγρότητος οὕτως ἔχει· πολλάκις γὰρ κινηθεῖσα τελευταίαν κινεῖται κίνησιν, καθ’ ἣν ἀνίσταται τὸ ζητούμενον. ἔστιν οὖν τὸ ἀναμιμνήσκεσθαι τὸ ἐνεῖναι δύναμιν τὴν κινοῦσαν, λέγω δὲ δύναμιν τὴν ὑπάρχουσαν ἀρχήν· αὕτη γὰρ τὴν διάνοιαν ἐποξύνει καὶ ἀνεγείρει πρὸς ἀνάλυσιν τοῦ λοιποῦ, τοῦτο δὲ ὥστ’ ἐξ ἑαυτοῦ καὶ ὧν ἔνδον ἔχει κινήσεων κινηθῆναι, ὥσπερ εἴρηται. διὸ δεῖ λαβέσθαι ἀρχῆς.
另有人在遗忘“陶罗墨尼特斯”时,习惯于立刻想到“公牛(陶洛斯)”,还有人习惯于从“肋骨(普勒乌拉)”联想到“胸膜炎(普勒乌罗内)”。至少在这些情形中,后续内容并不总是紧随第一部分;相反,我常常想到“肋骨”,却回忆不起“胸膜炎”。事情往往是:某些人一次所形成的习惯,胜过另一些人被多次推动所形成的习惯。因此,某些事物仅见一次,人们经常比多次见到其它事物时记得更好。由此,当我们回忆时,我们经历某些居先和引导性的运动,直到经历其后那项〔所求的运动〕习惯上会发生的运动。因此,我们也通过从当下或从别的事物出发进行思惟,来搜寻连续相继的事物;正因如此,回忆从相似者、相反者或邻近者产生;因为对某些事物而言其运动相同,对另一些事物而言其运动同时发生,对还有一些事物而言则具有其一部分。例如,有人看见画中的竖琴,被这作为居先和引导者的东西所推动,回忆起[真实的]竖琴,由此又回忆起乐工,再由此回忆起他所唱的歌。许多时候也从某种别的事物出发;因为如果偶然有一根圆柱的印模与那首歌的印模紧密相随,我便会从圆柱回忆起那首歌。而从相似者和相反者[产生回忆],是当我从苏格拉底的画像回忆起苏格拉底,从黑色回忆起白色,从热回忆起冷的时候。从邻近者[产生回忆],则是当从“雅典的男士们,代替许多”回忆起“财产,我认为你们更愿意选择对城邦有益之事”的时候。因此,在一切事情中起点是最大的,一旦发现了它,其后续部分便是微小的;故而一旦抓住了起点,相继的事物便连缀成串。然而即使起点被发现、第一部分被推动,两边的内容却并未随之出现,也无需感到奇怪;因为当它们完全消失时,就不会随之出现。对于寻求者而言,回忆就是这样从我们所说的那些事物出发,即从相似者、对立者或邻近者产生的;而当不寻求的人偶然回忆起某事时,则并非来自这些中的任何一种。因为当有人想起一首歌而回忆起苏格拉底时,他既不是从相似者,也不是从对立者或邻近者产生回忆的。但这很罕见,并不常发生;因为在大多数情况下,当其它运动发生时便会随之引发。在探讨关于回忆的事情时,完全无需考察我们如何回忆遥远而古老的事情,而应考察邻近的、以及不久前感知或被教授的事情;因为由于邻近性,这些事情比那些事情更适合用于教学。不过,两者的回忆方式乃是一而且相同的。因为正如在邻近的事情上,某人从内在的起点出发寻求,从而连缀并回忆起后续的内容(因为诸运动正如所说的那样顺应习惯,此一运动随彼一运动之后发生),当某人回忆起很久以前所获得的知识时也是如此。因为他在那里也将寻求把握一个运动的起点,在那之后那项知识便会出现。因此从起点出发的回忆最迅速也最美妙。因为事物在顺应相承上如何彼此关联,诸运动也同样如此;凡是具有某种秩序以及第一和第二之分的,都容易被记忆,例如各门学问、尤其是几何学证明,而杂乱无章之物则记忆得既拙劣又困难;因为正如在可感物的情形中,如果它们顺次且有秩序地排列,视觉就能良好地看见,如果混乱不堪,则不能良好地看见,在灵魂中的印模上也是如此。回忆与重新学习不同,一般的学习与回忆也有所不同,其区别在于:回忆者是从自身以及自身内在的起点出发,被推动朝向与起点连续相承者;而学习者不是通过自身,而是通过另一个人,即教师被推动。此外,回忆者往往多次未能立刻回忆起某事,但尽管如此,通过不断寻求和探究,最终能够做到并将其找到。这是由于他推动了许多运动,直到他推动了该事物必然随之出现的那种运动。因为正如许多水滴使岩石变得易受影响,而最后的一滴最终将其穿透,在心脏中的湿气上也是如此;因为在多次被推动之后,它经历最后的运动,依照这一运动,所寻求的事物便复苏浮现。因此,回忆就是内在具有推动的能力,我所说的能力是指现存的起点;因为这起点激励理知,唤醒它去解明其余部分,并且正如所说的那样,这是为了使它从自身以及内部所具有的运动出发被推动。因此必须把握起点。
- 1.2διὸ ἔνια ἰδόντες ἅπαξ πολλάκις μνημονεύουσιν ἢ ἕτερα πολλάκις
配合表示比较的连词 ἤ,此处使用了 πολλάκις(可能代替或混同了亚里士多德原文 451b13 的 μᾶλλον),在构词上表达“比多次看到其它事物更经常[更好地]记住仅见一次的事物”。
- 1.2ἕως ἂν κινηθῶμεν, μεθ’ ἣν ἐκείνη εἴωθε
关系代词 μεθ' ἣν 的先行词(此处的同源内受格 κίνησιν)在主干中被省略,意为“直到我们经历了那一在它之后那项[被寻求的运动]习惯于[发生]的[运动]”。从句中的 ἐκείνη εἴωθε 同样省略了不定式 κινεῖσθαι。
- 1.2διαφέρει δὲ τὸ ἀναμιμνήσκεσθαι τοῦ πάλιν μανθάνειν καὶ ὅλως μάθησις ἀναμνήσεως τῷ τὸν μὲν ἐξ ἑαυτοῦ καὶ τῆς ἐνούσης αὐτῷ ἀρχῆς κινεῖσθαι ἐπὶ τὸ συνεχὲς τῇ ἀρχῇ, τὸν δὲ μὴ δι’ αὑτοῦ, ἀλλὰ δι’ ἄλλου, τοῦ διδασκάλου
全句由冠词与格 τῷ+不定词构成,表示差异所在的方面或原因。不定式 κινεῖσθαι 的逻辑主语为对格 τὸν μέν(回忆者)与 τὸν δέ(学习者),分别对比了各自运动的源泉(ἐξ ἑαυτοῦ 与 δι' ἄλλου)。
