← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§99.23-100.31

能动理智的神圣性与人类认知主体的本质

特米斯提乌斯依照亚里士多德的学说,强调能动理智的神圣无受动性与永恒性,论证现实理智中本质与现实活动不可分割的同一性,并通过“我”与“我的本质”之区分,阐明人类认知主体的本质归根到底源于能动理智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#2

διὸ καὶ θεῷ μάλιστα ἔοικε· καὶ γὰρ ὁ θεὸς πὼς μὲν αὐτὰ τὰ ὄντα ἐστί, πὼς δὲ ὁ τούτων χορηγός. τιμιώτερος δὲ ὁ νοῦς καθὸ δημιουργεῖ μᾶλλον ἢ καθὸ πάσχει· πανταχοῦ γὰρ ἡ ποιητικὴ ἀρχὴ τῆς ὕλης τιμιωτέρα, καὶ γίνεται μέν, ὥσπερ ἔφην πολλάκις, ὁ αὐτὸς νοῦς καὶ νοητός, ὥσπερ ἡ ἐπιστήμη ἡ κατ’ ἐνέργειαν αὐτό ἐστι τὸ ἐπιστητόν, οὐ μὴν κατὰ ταὐτόν, ἀλλ’ ᾗ μὲν συνείληφε τὸν δυνάμει νοῦν, νοητός· ᾗ δέ ἐστιν αὐτὸς κατ’ ἐνέργειαν, νοῦς. ἐν μὲν οὖν ἀνθρώπῳ πρότερος ὁ δυνάμει νοῦς τοῦ ἐνεργείᾳ, προτέρα γὰρ τῷ χρόνῳ πᾶσα εὐφυΐα τῆς ἐνεργείας· ἁπλῶς δὲ οὐ πρότερος, οὐδέποτε γὰρ πρότερον τὸ ἀτελὲς τοῦ τελείου, οὐδὲ δύναμις ἐνεργείας. ἡ δὲ οὐσία τοῦ ποιητικοῦ νοῦ ταὐτόν ἐστι τῇ ἐνεργείᾳ, καὶ οὐκ ἐκ δυνάμεως πρόεισιν, ἀλλ’ ἡ αὐτοῦ φύσις ὁμογενὴς τῇ ἐνεργείᾳ, καὶ οὕτως ὁ νοῦς, ὅπερ ἤδη καὶ πρότερον εἴρηται, χωριστὸς καὶ ἀπαθὴς καὶ ἀμιγὴς ὄντως, οὐχ ὁτὲ μὲν νοῶν ὁτὲ δὲ οὐ νοῶν. τοῦτο μὲν γὰρ ὑπομένει, ὅταν ὑποβάληται τὸν δυνάμει, ὅταν δὲ αὐτὸς καθ’ ἑαυτὸν ᾖ, τοῦτ’ ἔστι μόνον ὅπερ ἐστίν. ἔστι δὲ ἐνέργεια ἄπαυστος καὶ ἀκάματος καὶ ἀθάνατος καὶ ἀΐδιος, νοῦς τε καὶ νοητὸς ὁ αὐτὸς ἀκριβῶς, οὐκέτι κατ’ ἄλλο καὶ ἄλλο, οὐδὲ δι’ ἄλλο ὥσπερ τὰ λοιπὰ νοητά, ὅσα ἂν ὁ νοῦς ὁ καθ’ ἕξιν νοητὰ ποιῇ χωρίζων τῆς ὕλης, ἀλλὰ δι’ αὑτὸν νοητὸς καὶ τῇ φύσει τῇ παρ’ ἑαυτοῦ καὶ τὸ νοεῖσθαι καὶ τὸ νοεῖν ἔχων. // ἐν μὲν οὖν τῷ δυνάμει νῷ διῃρημένα τὰ νοήματα, ἐν ᾧ καὶ αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι, ἐν δὲ τῷ κατ’ ἐνέργειαν, μᾶλλον δὲ ἐν τῇ ἐνεργείᾳ, εἴπερ ταὐτὸν ἐπ’ αὐτοῦ ἡ οὐσία τῇ ἐνεργείᾳ, ἄλλον τρόπον ἂν εἴη δυσφραστότερον καὶ θειότερον οὐ μεταβάλλοντος ἐκ τοῦδε εἰς τόδε, οὐδὲ συντιθέντος, οὐδὲ διαιροῦντος,1 οὐδὲ διεξόδῳ προσχρωμένου πρὸς τὰς νοήσεις, ἀλλὰ πάντα ἔχοντος ἀθρόως τὰ εἴδη καὶ ἅπαντα ἅμα προβεβλημένου. οὕτω γὰρ μόνως ἂν εἴη, καθά φησιν Ἀριστοτέλης, ταὐτὸν ἥ τε οὐσία αὐτοῦ καὶ ἡ ἐνέργεια· εἰ γὰρ μεταβαίνοι καθάπερ οἱ ἐπιστήμονες, ἀνάγκη ὑπομένειν μὲν τὴν οὐσίαν, ἐξαλλάττεσθαι δὲ τὴν ἐνέργειαν, τοῦτο δ’ ἐστὶ διαφέρειν ἐπ’ αὐτοῦ τὴν οὐσίαν τῆς ἐνεργείας, ὃ διαρρήδην Ἀριστοτέλης οὐ συγχωρεῖ. ταύτῃ τοι καὶ ἐν τοῖς πρώτοις φησίν· τὸ δὲ διανοεῖσθαι καὶ φιλεῖν καὶ μισεῖν οὐκ ἔστιν ἐκείνου πάθη. Ἡμεῖς οὖν ἢ ὁ δυνάμει νοῦς ἢ ὁ ἐνεργείᾳ. εἴπερ οὖν ἄλλο ἐπὶ τῶν συγκειμένων ἁπάντων ἔκ τε τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ τὸ τόδε καὶ τὸ τῷδε 〈εἶναι2〉, ἄλλο ἂν εἴη καὶ τὸ ἐγὼ καὶ τὸ ἐμοὶ εἶναι, καὶ ἐγὼ μὲν ὁ συγκείμενος νοῦς ἐκ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, τὸ δὲ ἐμοὶ εἶναι ἐκ τοῦ ἐνεργείᾳ ἐστίν, ὥστε καὶ ἃ διανοοῦμαι ταῦτα, καὶ ἃ συγγράφω, γράφει μὲν ὁ σύνθετος νοῦς ἐκ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, γράφει δὲ οὐχ ᾗ δυνάμει, ἀλλ’ ᾗ ἐνεργείᾳ· τὸ γὰρ ἐνεργεῖν ἐκεῖθεν αὐτῷ ἐποχετεύεται. εἰ δὲ οὐχ οἷός τε δέξασθαι ἀμερῶς, ἃ ἐκεῖνος δίδωσιν ἀμερῶς, οὐδὲν θαυμαστόν· οὐδὲ γὰρ ἐπὶ τῶν σωμάτων τὰς ποιότητας αἱ ὗλαι δέχονται ἀμερῶς, καίτοι κατὰ τὸν ἴδιον λόγον ἀμερεῖς οὔσας, ἀλλὰ τὴν λευκότητα ἀμέριστον οὖσαν δέχεται μεμερισμένως ἡ ὕλη. ὥσπερ οὖν ἄλλο τὸ ζῷον καὶ ἄλλο τὸ ζῴῳ εἶναι, καὶ τὸ ζῴῳ εἶναι παρὰ τῆς ψυχῆς ἐστὶ τοῦ ζῴου, οὕτω καὶ ἄλλο μὲν τὸ ἐγώ, ἄλλο δὲ τὸ ἐμοὶ εἶναι. τὸ οὖν ἐμοὶ εἶναι παρὰ τῆς ψυχῆς, καὶ ταύτης γε οὐ πάσης· οὐ γὰρ τῆς αἰσθητικῆς, ὕλη γὰρ ἦν τῆς φαντασίας· οὐδὲ αὖ τῆς φανταστικῆς, ὕλη γὰρ ἦν τοῦ δυνάμει νοῦ· οὐδὲ τοῦ δυνάμει νοῦ, ὕλη γὰρ ἦν τοῦ ποιητικοῦ.

因此它也最类似于神;因为神在某种意义上亦即诸存在本身,而在某种意义上是这些存在的供给者。理智依其进行创造而言,比依其遭受作用而言更为尊贵;因为在一切地方,能动本原都比质料更为尊贵,并且正如我多次所说,同一理智既成为理智亦成为可理知对象,正如依现实活动而言的知识即是可知对象自身一样,然而并非就同一方面而言,而是就其包摄了潜能理智而言,它是可理知对象;而就其自身在现实上而言,它是理智。所以在人之中,潜能理智先于现实理智,因为在时间上一切天然资质都先于现实活动;但就绝对而言它并不在先,因为不完满者决不先于完满者,潜能亦不先于现实活动。能动理智的本质与现实活动是同一的,且并不从潜能产生,而是其本性与现实活动同族,因此正如前文已经指出的,该理智确实是可分离的、无受动的、不相混合的,并不处于有时思考而有时不思考的状态。因为当它以潜能[理智]为基础时,它固然承受这种状态,但当它自身独立存在时,它仅为其所是之物而已。并且它乃是不停息、不知疲倦、不死且永恒的现实活动,确切地是同一理智与可理知对象,不再就这方面或那方面而言,亦不通过别物,像习得理智通过从质料中分离而使之成为可理知对象的其余那些可理知对象那样,而是通过自身成为可理知对象,并以其出于自身的本性同时拥有被思考与思考。 // 所以,在潜能理智中思想内容是被分割的,技术与诸科学亦在该理智中;但在依现实活动而言的[理智]中,或者毋宁说在现实活动中(如果就它而言本质确与现实活动同一的话),[思想内容]当以另一种更为难以言表、更为神圣的方式存在,[该理智]并不由此及彼地转变,亦不进行结合,亦不进行分离,亦不在思考中借助推演过程,而是一举囊括所有的形式,并且同时显现所有形式。因为只有这样,正如亚里士多德所说,它的本质与它的现实活动才能是同一的;因为假若它像学者们那样进行过渡,本质便必然保持不变,而现实活动发生更替,这意味着就它而言本质不同于现实活动,而这正是亚里士多德明确不予赞同的。正是因此,他在最初几卷中说:‘而推论、爱与恨并不是那个[理智]的受动’。因此,我们要么是潜能理智,要么是现实理智。所以,如果在由潜能与现实所构成的一切复合事物中,‘这一个’与‘这一个的存在[本质]’是两回事,那么‘我’与‘我的存在[本质]’也将是两回事;而我乃是由潜能与现实所构成的复合之理智,而‘我的存在[本质]’则源于依现实活动而言的理智,以至于我所思考的这些事物,以及我所撰写的这些事物,虽是由潜能与现实构成的复合之理智所写,但它写作却不是就其作为潜能而言,而是就其作为现实而言;因为现实活动乃是从那里注入给它的。假若它不能无部分地接受那[现实理智]无部分地赋予的事物,这毫不奇怪;因为在物体的情形中,质料亦不能无部分地接受各种性质,尽管依其特有定义而言它们是无部分的,质料却以被分割的方式接受那不可分割的白。因此,正如动物与‘动物的存在[本质]’是两回事,且‘动物的存在[本质]’源于动物的灵魂,同样,‘我’是一回事,而‘我的存在[本质]’是另一回事。因此‘我的存在[本质]’源于灵魂,而且并非源于它的全部;因为并非源于感觉灵魂(因为它是表象的质料),亦非源于表象灵魂(因为它是潜能理智的质料),甚至亦非源于潜能理智(因为它是能动理智的质料)。

语法注2 条
  1. 3.5οὐ μεταβάλλοντος ἐκ τοῦδε εἰς τόδε, οὐδὲ συντιθέντος, οὐδὲ διαιροῦντος

    此为独立属格(绝对属格)结构,其逻辑主语为前文所指的现实理智(ὁ κατ’ ἐνέργειαν νοῦς)。它限定修饰主句“[思想内容]当以另一种方式存在”(ἄλλον τρόπον ἂν εἴη [sc. τὰ νοήματα]),说明该理智并不进行时间性、推演性的过渡,亦不进行结合与分离。

  2. 3.5τὸ τόδε καὶ τὸ τῷδε 〈εἶναι〉

    亚里士多德哲学特有的本体论惯用语:冠词带指示代词“这一个”(τὸ τόδε)指质料与形式结合的具体个体,而冠词带与格的不定式表达“这一个的存在/本质”(τὸ τῷδε εἶναι)指该事物的本质定义。这构成了下文“我”(τὸ ἐγώ)与“我的存在/本质”(τὸ ἐμοὶ εἶναι)之类比的逻辑基础。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:99.23-100.31