← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§100.31-101.37

作为人本质的能动理智与死后的记忆

忒密斯提乌斯论证了人的真正本质源于能动理智,并讨论了亚里士多德关于死后为何没有记忆的疑难与解答,证明了《论灵魂》第一卷与第三卷在这一问题上的一致性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#3

παρὰ μόνου τοίνυν τοῦ ποιητικοῦ τὸ ἐμοὶ εἶναι· μόνος γὰρ οὗτος εἶδος ἦν ἀκριβῶς, μᾶλλον δὲ οὗτος εἶδος εἰδῶν, τὰ δὲ ἄλλα καὶ ὑποκείμενα ἅμα καὶ εἴδη, καὶ προῄει δὴ [αὐτῶν] ἡ φύσις εἴδεσι μὲν πρὸς τὰ ἀτιμότερα αὐτοῖς χρωμένη, ὕλαις δὲ πρὸς τὰ ἐντιμότερα.1 ἔσχατον δὲ καὶ ἀκρότατον τῶν εἰδῶν ὁ ποιητικὸς οὗτος νοῦς, καὶ ἄχρι τούτου προελθοῦσα ἡ φύσις ἀπεπαύσατο ὡς μηδὲν ἔχουσα ἕτερον τιμιώτερον, ὅτῳ ἂν αὐτὸν ἐποίησεν ὑποκείμενον. ἡμεῖς οὖν ὁ ποιητικὸς νοῦς, καὶ εἰκότως Ἀριστοτέλης ἀπορεῖ πρὸς ἑαυτόν, πῶς οὖν μετὰ τὸν θάνατον οὐ μνημονεύομεν ὧν ἂν ἐνταῦθα νοήσωμεν; καὶ ἡ λύσις ἀκόλουθος καὶ τοῖς ἀρτίως περὶ τοῦ νοῦ καὶ τοῖς πρότερον εἰρημένοις, ὅτι ὁ μὲν ποιητικὸς ἀπαθής, ὁ δὲ παθητικὸς νοῦς φθαρτός. Τίνα μὲν οὖν λέγει τὸν παθητικὸν νοῦν καὶ φθαρτόν, προϊόντες ἐπισκεψόμεθα καὶ ὅτι μὴ τὸν δυνάμει τοῦτον παραλαμβάνει, ἀλλ’ ἕτερόν τινα νοῦν, ὃν κοινὸν ὠνόμασεν ἐν τοῖς πρώτοις, μεθ’ οὗ τὰ ἐνταῦθα νοεῖ, καὶ σὺν ᾧ περὶ τῶν ἐνταῦθα διανοεῖται, οὗ καὶ τὸ φιλεῖν φησὶ καὶ τὸ μισεῖν καὶ τὸ μεμνῆσθαι. νῦν δὲ τοῦτο ἡμῖν βεβαιότερον, ὅτι ἡμᾶς οἴεται τὸν ποιητικὸν εἶναι νοῦν, ὁπόταν καὶ ἀπορῇ καὶ ἐπιλύηται λέγων· οὐ μνημονεύομεν δὲ ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός. τοῦτο γὰρ ἀκόλουθον τὸ ἀπόρημα καὶ πρὸς ἅπαντας κοινὸν τοὺς ἀθάνατον τὸν νοῦν τιθεμένους, τί δήποτε οὐ μνημονεύομεν τῶν ἐν τῷ βίῳ μετὰ τὸν θάνατον οὐδὲ ἔχθρας ἀμειβόμεθα οὐδὲ φιλίας οὐδὲ φαινόμεθα τοῖς οἰκείοις ὧν μάλιστα ἑαλώκαμεν. διὸ καὶ ἐν τοῖς πρώτοις αὐτὸ διορθώσεως καὶ νῦν ἀξιοῖ, καὶ τὰς αὐτὰς αἰτίας ἀπολογίζεται τοῦ τὸν νοῦν ἡμῶν μὴ μεμνῆσθαι ἐν οἷς τε ἀρχόμενος εἶπε περὶ αὐτοῦ καὶ οἷς νῦν ἐπέξεισιν ἐμφανέστερον. σχεδὸν γὰρ ἄντικρυς καὶ τοῖς ῥήμασιν αὐτοῖς χρῆται ἐκεῖ μὲν εἰπών· τὸ δὲ διανοεῖσθαι καὶ φιλεῖν ἢ μισεῖν οὐκ ἔστιν ἐκείνου πάθημα ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο ᾗ ἐκεῖνο ἔχει. διὸ καὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλεῖ· οὐ γὰρ ἐκείνου ἦν, ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν, ὁ δὲ νοῦς ἴσως θειότερόν τι καὶ ἀπαθές ἐστιν. ἐνταῦθα δέ· ὅλως δὲ οὐδὲ ἐν χρόνῳ, ἀλλ’ οὐχ ὁτὲ μὲν νοεῖ ὁτὲ δὲ οὐ νοεῖ. χωρισθεὶς δέ ἐστι μόνον τοῦθ’ ὅπερ ἐστί, καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον, οὐ μνημονεύομεν δὲ ὅτι τοῦτο μὲν ἀπαθὲς ὁ δὲ παθητικὸς νοῦς φθαρτός, καὶ ἄνευ τούτου οὐδὲν νοεῖ. τὸ μὲν γὰρ οὐδ’ ἐν χρόνῳ νοεῖ καὶ οὐχ ὁτὲ μὲν νοεῖ ὁτὲ δὲ οὐ νοεῖ, ταὐτὸν ἄντικρυς τῷ ‘οὐ διανοεῖται, ἀλλ’ ἑτέρου τὸ διανοεῖσθαι οὗ καὶ τὸ μὴ ἀεὶ νοεῖν ἀλλ’ ἐν χρόνῳ’· τὸ δὲ χωρισθεὶς δέ ἐστι μόνον τοῦθ’ ὅπερ ἐστὶ καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον, τῷ ὁ δὲ νοῦς ἴσως θειότερόν τι καὶ ἀπαθές ἐστι· τὸ δὲ, οὐ μνημονεύομεν δὲ ὅτι τοῦτο μὲν ἀπαθὲς ὁ δὲ παθητικὸς νοῦς φθαρτὸς καὶ ἄνευ τούτου οὐδὲν νοεῖ, τῷ διὸ καὶ τούτου φθειρομένου οὔτε μνημονεύει οὔτε φιλεῖ· οὐ γὰρ ἐκείνου ἦν ἀλλὰ τοῦ κοινοῦ ὃ ἀπόλωλεν. ὥστε παρηνέχθησαν ἅπαντες τῶν δοκούντων ἐγκαλεῖν τῷ φιλοσόφῳ, ὅσοι καὶ ἀπορεῖν αὐτὸν καὶ διαλύειν ᾠήθησαν.2

因此,唯独源于能动[理智]才有‘我的存在[本质]’;因为唯独它是严格意义上的形式,或者毋宁说它是形式之形式,而其余的事物则同时既是基质又是形式,且自然在前进时,把它们对较劣的事物用作形式,而对较尊贵的事物用作质料。而这一能动理智乃是诸形式中最终且最高的,自然进行至此便止步了,因为它再也没有任何更尊贵的事物,可使该理智成为其基质。因此我们即是能动理智,而亚里士多德自问自答地产生疑难也是合乎情理的:‘那么为何在死后我们并不记得在此处所思考过的任何事物?’并且这一解答与刚才关于理智所说的以及此前所说的都相一致,即能动[理智]是无受动的,而被动理智是可灭的。至于他所说的被动且可灭的理智究竟是什么,我们将在下文中考察,并且考察他并未将此当作潜能理智,而是指他在最初几卷中称之为‘共同的’另一种理智,[人]与它一起思考尘世的事物,并与它一起推论关于尘世的事物,他说爱、恨以及记忆亦属于它。但目前对我们而言更为确凿的是,每当他既提出疑难又做出解答,说‘然而我们并不记得,是因为这[能动理智]是无受动的,而被动理智是可灭的’时,他认为我们就是能动理智。因为这一疑难对于所有主张理智不死的人来说都是必然随之而来且普遍共通的:究竟为何死后我们不记得生命中的事物,既不报仇亦不回报友谊,亦不显现给生前最为吸引我们的亲人?因此他在最初几卷中以及现在都认为这值得修正,并且关于我们的理智不具有记忆这一点,他在开篇谈论理智时所提出的原因,与他现在更明显地详述的原因,完全是同一的。因为他几乎直接使用了原话,在彼处说:‘推论、爱或恨并不是那个[理智]的受动,而是拥有那个[理智]的这一事物在其拥有那个[理智]的限度内的[受动]。因此当这一个毁灭时,它既不记忆亦不爱;因为这些并不属于那个[理智],而是属于已毁灭的共同者,而理智或许是某种更为神圣且无受动之物。’而在此处则说:‘总之根本不在时间中,并不处于有时思考而有时不思考的状态。而在被分离之后,它仅为其所是之物而已,且唯独这是不死与永恒的;然而我们并不记得,是因为这[能动理智]是无受动的,而被动理智是可灭的,并且没有它就什么也不思考。’因为‘它甚至不在时间中思考,亦非有时思考而有时不思考’与‘它并不推论,推论属于另一者,非永恒思考而是在时间中思考亦属于那[另一者]’截然同一;而‘在被分离之后,它仅为其所是之物而已,且唯独这是不死与永恒的’与‘理智或许是某种更为神圣且无受动之物’[截然同一];‘然而我们并不记得,是因为这[能动理智]是无受动的,而被动理智是可灭的,并且没有它就什么也不思考’则与‘因此当这一个毁灭时,它既不记忆亦不爱;因为并不属于那个[理智],而是属于已毁灭的共同者’[截然同一]。因此,在那些看似在责难哲学家的人中,凡是认为他是在提出疑难又自行化解的人,全都误入歧途了。

语法注2 条
  1. 3.5εἴδεσι μὲν πρὸς τὰ ἀτιμότερα αὐτοῖς χρωμένη, ὕλαις δὲ πρὸς τὰ ἐντιμότερα

    分词 χρωμένη 支配与格代词 αὐτοῖς(指代前面的 τὰ ἄλλα)作为宾语,而与格 εἴδεσι 和 ὕλαις 作述语补足语:“把它们对较劣的事物用作形式,而对较尊贵的事物用作质料”。

  2. 3.5παρηνέχθησαν ἅπαντες τῶν δοκούντων ἐγκαλεῖν τῷ φιλοσόφῳ, ὅσοι καὶ ἀπορεῖν αὐτὸν καὶ διαλύειν ᾠήθησαν

    动词 παρηνέχθησαν(παραφέρω 的被动态不定过去时)意为“被引入歧途、陷入误解”。属格短语 τῶν δοκούντων 作部分属格(“在那些看似……的人中”),关系从句 ὅσοι... ᾠήθησαν 则对主语 ἅπαντες 进一步加以限定和同格说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:100.31-101.37