← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§98.12-99.23

能动理智与潜能理智及光的比喻

德米斯提厄斯阐释了亚里士多德《论灵魂》卷三第五章关于能动理智的开篇内容,指出潜能理智必须由现实理智予以圆满实现,二者的结合从而产生习得理智。他进而借助光照明视觉以及技艺从内部渗透质料的比喻,解释了能动理智与潜能理智之间的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#1

5. ‘ἐπειδὴ τῶν ὑπὸ τῆς φύσεως γινομένων ἕκαστον προλαμβάνουσαν ἔχει τὴν δύναμιν, ἑπομένην δὲ τὴν τελειότητα, καὶ οὐχ ἵσταται ἄχρι τῆς εὐφυΐας καὶ τοῦ δυνάμει (μάτην γὰρ ἂν ἔχοι ταῦτα παρὰ τῆς φύσεως), δῆλον ὅτι καὶ ἡ ἀνθρωπίνη ψυχὴ οὐκ ἄχρι τοῦ τὸν δυνάμει νοῦν ἔχειν προελήλυθεν οὐδὲ ἄχρι τοῦ πεφυκέναι πρὸς τὸ νοεῖν ἐπιτηδείως, ἀλλὰ ἀκολουθεῖν ἀναγκαῖον τῇ εὐφυΐᾳ τὸ τέλος, οὗ ἕνεκα οὕτως ὑπὸ τῆς φύσεως παρεσκευάσθη. δεῖ τοίνυν τὸν δυνάμει νοῦν τελειοῦσθαι, τελειοῦται δὲ οὐδὲν ὑφ’ αὑτοῦ, ἀλλ’ ὑφ’ ἑτέρου. ἀνάγκη ἄρα καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς, καὶ εἶναι τὸν μέν τινα δυνάμει νοῦν, τὸν δέ τινα ἐνεργείᾳ νοῦν τέλειόν τε καὶ μηκέτι δυνάμει καὶ τῷ πεφυκέναι, ἀλλὰ νοῦν ὄντα ἐνεργείᾳ, ὃς ἐκείνῳ συμπλακεὶς τῷ δυνάμει καὶ προαγαγὼν αὐτὸν εἰς ἐνέργειαν τὸν καθ’ ἕξιν νοῦν1 ἀπεργάζεται, ἐν ᾧ τὰ καθόλου νοήματα καὶ αἱ ἐπιστῆμαι. ὡς γὰρ τὴν οἰκίαν τὴν δυνάμει καὶ τὸν ἀνδριάντα τὸν δυνάμει, τουτέστι τοὺς λίθους καὶ τὸν χαλκόν, οὐχ οἷόν τε ἀπολαβεῖν τὴν τῆς οἰκίας ἢ τὴν τοῦ ἀνδριάντος μορφήν, εἰ μὴ τέχνη ταῖς ὕλαις ταῖς ἐπιτηδείως πρὸς τοῦτο ἐχούσαις τὴν οἰκείαν ἐνδοῦσα δύναμιν καὶ τὸ τεχνικὸν εἶδος ἐνθεῖσα τὴν σύνθετον οἰκίαν ἀπεργάσαιτο καὶ τὸν ἀνδριάντα, οὕτω καὶ τὸν δυνάμει νοῦν ἀναγκαῖον ὑπ’ ἄλλου τινὸς νοῦ τελειοῦσθαι τελείου ὄντος ἤδη καὶ ἐνεργείᾳ οὐχὶ δυνάμει, ὃς ἀνάλογον ἔχων τῇ τέχνῃ κινεῖ τὸν δυνάμει νοῦν, καὶ τὴν εὐφυΐαν τὴν πρὸς τὸ νοεῖν τῆς ψυχῆς τελειοῖ καὶ ἕξιν κατασκευάζει. καὶ ἔστιν οὗτος ὁ νοῦς χωριστός τε καὶ ἀπαθὴς καὶ ἀμιγής. ὃν δὲ λέγομεν δυνάμει νοῦν, εἰ καὶ τὰ μάλιστα αὐτῷ τὰ αὐτὰ ἐπιφημίζομεν, ἀλλὰ μᾶλλόν γε ἔστι τῇ ψυχῇ συμφυής, λέγω δὲ οὐ πάσῃ ψυχῇ ἀλλὰ μόνον τῇ ἀνθρωπίνῃ. καὶ ὥσπερ τὸ φῶς τῇ δυνάμει ὄψει καὶ τοῖς δυνάμει χρώμασιν ἐπιγινόμενον τὴν μὲν ἐνεργείᾳ ὄψιν ἐποίησεν, τὰ δὲ ἐνεργείᾳ χρώματα, οὕτω καὶ ὁ νοῦς οὗτος ὁ ἐνεργείᾳ προαγαγὼν τὸν δυνάμει νοῦν οὐ μόνον αὐτὸν ἐνεργείᾳ νοῦν ἐποίησεν, ἀλλὰ καὶ τὰ δυνάμει νοητὰ ἐνεργείᾳ νοητὰ αὐτῷ κατεσκεύασεν, ταῦτα δὴ τὰ ἔνυλα εἴδη καὶ τὰ ἐκ τῶν καθ’ ἕκαστον αἰσθητῶν συλλεγόμενα κοινὰ νοήματα, ἃ τέως μὲν οὐχ οἷός τέ ἐστι διακρῖναι, οὐδὲ ἐξ ἑτέρων εἰς ἕτερα μετιέναι, οὐδὲ συντιθέναι καὶ διαιρεῖν· ἀλλ’ ὥσπερ θησαυρὸς νοημάτων ἢ μᾶλλόν γε ὥσπερ ὕλη τοὺς παρὰ τῆς αἰσθήσεως καὶ τῆς φαντασίας τύπους τίθησιν διὰ τῆς μνήμης. // ἐπελθόντος δὲ αὐτῷ τοῦ ποιητικοῦ νοῦ καὶ τὴν ὕλην ταύτην τῶν νοημάτων καταλαβόντος γενόμενος εἷς μετ’ ἐκείνου2 καὶ μεταβαίνειν οἷός τε γίνεται καὶ συντιθέναι καὶ διαιρεῖν καὶ περισκοπεῖν ἄλλα ἐξ ἄλλων. ὅνπερ οὖν ἡ τέχνη πρὸς τὴν ὕλην λόγον ἔχει, τοῦτον καὶ ὁ νοῦς ὁ ποιητικὸς πρὸς τὸν δυνάμει, καὶ οὕτως ὁ μὲν πάντα γίνεται, ὁ δὲ πάντα ποιεῖ. διὸ καὶ ἐφ’ ἡμῖν νοεῖν ὅταν βουλώμεθα· οὐ γὰρ ἔξωθεν τῆς ὕλης ἡ τέχνη,3 ὥσπερ χαλκευτικὴ τοῦ χαλκοῦ καὶ τεκτονικὴ τοῦ ξύλου, ἀλλ’ ἐνδύεται ὅλῳ τῷ δυνάμει νῷ ὁ ποιητικός, ὥσπερ ἄν εἰ ὁ τέκτων τοῖς ξύλοις καὶ ὁ χαλκοτύπος τῷ χαλκῷ μὴ ἔξωθεν ἐπεστάτει, δι’ ὅλου δὲ αὐτοῦ φοιτᾶν οἷός τε ἦν. οὕτω γὰρ καὶ ὁ κατ’ ἐνέργειαν νοῦς τῷ δυνάμει νῷ προσγενόμενος εἷς τε γίνεται μετ’ αὐτοῦ· ἓν γὰρ τὸ ἐξ ὕλης καὶ εἴδους· καὶ αὖ ἔχει τοὺς δύο λόγους τόν τε τῆς ὕλης καὶ τὸν τῆς δημιουργίας πῇ μὲν ἅπαντα γινόμενος, πῇ δὲ ἅπαντα ποιῶν· γίνεται γάρ πως αὐτὰ τὰ πράγματα ἐνεργῶν κατὰ τὴν νόησιν, καὶ φαίνεται αὐτοῦ τὸ μέν τι ὡς ὕλη, ὅπου τὸ πλῆθος τῶν νοημάτων, τὸ δὲ ὡς τεχνίτης· ἐπ’ αὐτῷ γὰρ ὅτε βούλεται4 νοήματα περιλαβεῖν καὶ μορφῶσαι· ποιητικὸς γὰρ αὐτὸς καὶ ἀρχηγὸς τῶν νοημάτων.

5. “既然由自然所生成的事物,每一件都具有在先的潜能与在后的完满,且并不止步于天然的资质与潜能(因为若是如此,它们从自然那里拥有这些便是徒劳的),那么显而易见,人类的灵魂也并不只是进展到拥有潜能理智,或者进展到在本性上适于思考而已,而是那使它由自然做如此准备的目的,必然会伴随着这种天然的资质。因此潜能理智必须被完满实现,而没有任何事物是由自身被完满实现的,乃是由另一物。所以必然在灵魂中也存在这些区别,即存在某种潜能理智,而存在某种现实理智,它是完满的,不再依潜能和天然资质而言,而是在现实上即作为理智,它与那个潜能理智结合并将其引向现实活动,从而造就了习得理智,在其中存在着普遍的思想内容与诸科学。因为正如潜在的房屋与潜在的塑像(即石料与青铜),除非技艺将自身特有的力量赋予适于此事的质料中并植入技艺的形式,从而造就复合的房屋与塑像,否则它们不可能领受房屋或塑像的形式;同样,潜能理智也必然要由另一种已然完满、在现实上而非在潜能上的理智来予以完满实现,后者依与技艺相应的比例推动潜能理智,并完满实现灵魂思考的资质,造就其状态。而这种理智是可分离的、无受动的、不相混合的。至于我们所说的潜能理智,即使我们极力将同样的属性归之于它,但它却宁可说是与灵魂同本性的——我说的不是与一切灵魂,而只是与人类的灵魂。正如光临在于潜在的视觉和潜在的颜色之上,使前者成为现实的视觉,使后者成为现实的颜色;同样,这一现实理智引出潜能理智,不仅使它成为现实的理智,而且也为它把潜在的可理知对象造成了现实的可理知对象——这正是指那些具质料的形式以及从各个个别感性事物中聚集起来的共通思想内容,在此之前它既不能分辨它们,也不能从一些过渡到另一些,更不能予以结合和分离;相反,它就像思想内容的宝库,或者更像质料一样,通过记忆存放来自感觉和表象的印迹。 // 但当能动理智临在于它之上并执掌了思想内容的这一质料时,与它合而为一的[潜能理智]便能够进行过渡,能够结合与分离,并能够由此及彼地通盘考察。因此,正如技艺对质料具有怎样的关系,能动理智对潜能[理智]亦具有这种关系,并且如此一来,一方成为万物,而另一方造成万物。因此也‘只要我们愿意,思考便取决于我们’。因为此处的技艺并非处在质料之外,正如锻铜术对于青铜、木工术对于木料那样,而是能动[理智]渗入到整个潜能理智之中,犹如木匠并不从外部掌管木料,铸铜匠亦不从外部掌管青铜,而是能够穿透其整体那样。因为依现实活动而言的理智亦是以此方式附加在潜能理智之上,并与它合而为一——因为由质料与形式所构成的乃是一体——并且反过来具有质料的定义与制作的定义这两者,在某方面成为万物,在某方面造成万物。因为依思考进行现实活动时,它在某种意义上成了事物本身,且它的某一部分表现为质料(即思想内容的众多性所在处),另一部分则表现为匠人;因为‘只要它愿意,把握思想内容并赋予形式便取决于它’;因为它是思想内容的创作者和首创者。”

语法注4 条
  1. 3.5τὸν καθ’ ἕξιν νοῦν

    动词 ἀπεργάζεται 所支配的直接宾语(宾格)。以关系代词 ὃς(现实理智)为主语,通过分词短语 συμπλακεὶς ... καὶ προαγαγὼν 引出作为结果的第三种理智,即“依习得状态而定的理智(习得理智)”。该句法结构构成了德米斯提厄斯关于潜能理智、能动理智与习得理智三分说的核心。

  2. 3.5γενόμενος εἷς μετ’ ἐκείνου

    主格阳性单数分词 γενόμενος 与主句动词 οἷός τε γίνεται 的未明示主语(即潜能理智)相一致,而这一主语正是前述属格独立结构 ἐπελθόντος δὲ αὐτῷ τοῦ ποιητικοῦ νοῦ καὶ ... καταλαβόντος 中的与格代词 αὐτῷ 所指之物。句法上须注意主语从属格独立结构重新转回主格的潜能理智。

  3. 3.5οὐ γὰρ ἔξωθεν τῆς ὕλης ἡ τέχνη

    省略系词 ἐστί 的判断句,介词短语 ἔξωθεν τῆς ὕλης 作表语。该句奠定了能动理智与木工、铸铜等外在技艺的区别,说明理智是从内部渗透质料的,并直接引出随后由 ὥσπερ ἂν εἰ 搭配未完成过去时直陈式所构成的虚拟比较从句。

  4. 3.5ἐπ’ αὐτῷ γὰρ ὅτε βούλεται

    非人称省略句 ἐπ' αὐτῷ [ἐστι],意为“取决于它/在它的权能之内”。与格代词 αὐτῷ 指代该理智,而真正的语法主语是后续的两个不定词 περιλαβεῖν καὶ μορφῶσαι。插入的时间从句 ὅτε βούλεται 规定了随时思考的意愿条件,呼应了亚里士多德《论灵魂》417b24 的论述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:98.12-99.23