← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§96.30-98.11

抽象对象的把握与书写板比喻下的理智实现

泰米斯提乌斯论述了抽象对象(数学对象)中同样存在形式与复合物的区别并由理智加以判定,通过批判性考察阿那克萨戈拉关于理智无杂的学说,阐明思考并非受动而是如书写板被书写般的完满实现。接着解释了潜能理智与无质料理智中理智与可理知对象如何合一,并作结本卷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4#3

ἔστι δὲ καὶ ἐπὶ τῶν ἐξ ἀφαιρέσεως λεγομένων τὰ μὲν ἐοικότα τῷ ὕδατι, τὰ δὲ ἐοικότα τῷ ὕδατι εἶναι· ἄλλο γὰρ καὶ ἐν τούτοις τὸ εὐθὺ καὶ τὸ εὐθεῖ εἶναι, καὶ τὸ μὲν εὐθὺ μετὰ τοῦ συνεχοῦς, ὥσπερ τὸ σιμόν (ὑπόκειται γὰρ τὸ συνεχὲς τῇ εὐθείᾳ), τὸ δὲ εὐθεῖ εἶναι ὁ λόγος ὁ τοῦ εὐθέος. ἐπὶ τούτων δὴ τῶν ἐξ ἀφαιρέσεως ἄμφω ὁ νοῦς ἔοικε κρίνειν, λέγω δὲ ἄμφω τό τε σύνθετον ἐκ τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς καὶ αὐτὴν τὴν μορφήν, ἀλλ’ οὐχ ὁμοίως ἔχων καὶ τηνικαῦτα, ἀλλὰ καὶ ἐπὶ τούτων ποτὲ μὲν ὡς ἁπλοῦς, ποτὲ δὲ ὥσπερ σύνθετος γινόμενος. καὶ γὰρ εἰ ἄλλη μὲν ὕλη τοῖς αἰσθητοῖς ὑπόκειται σώμασιν, ἄλλη δὲ τοῖς ἐξ ἀφαιρέσεως λεγομένοις, ἀλλὰ καὶ ἐπὶ τούτων ὅμως ποτὲ μὲν ἁπλουστέρας εἴποιμεν ἄν τὰς τοῦ νοῦ θεωρίας, ποτὲ δὲ μᾶλλον συνθέτους. τὰ μὲν οὖν σώματα ἐπισκοπῶν δεῖται τῆς δυνάμεως τῆς αἰσθητικῆς· οὐ γὰρ οἷόν τε αὐτῷ καθ’ αὑτὸν κρῖναι, τί ὕδωρ ἢ σάρξ, ἀφεμένῳ παντάπασι τῆς αἰσθήσεως· πρὸς δὲ τὸ τρίγωνον καὶ πρὸς τὸ εὐθὺ μᾶλλον ἑαυτῷ αὐτάρκης ὁ νοῦς, ὡς γὰρ τὰ πράγματα χωριστὰ τῆς ὕλης, οὕτω καὶ ἡ τοῦ νοῦ θεωρία. ὡς οὖν ταῦτα τῷ λόγῳ χωρίζεσθαι μόνῳ δύναται, καθ’ αὑτὰ δὲ οὐκ ἂν ὑποσταίη, οὕτω καὶ ὁ νοῦς χωρίζειν αὐτὰ τῷ λόγῳ μόνῳ ἐπιχειρεῖ. Ἀναξαγόρας δὲ πῇ μὲν ὀρθῶς ἔλεγε περὶ τοῦ νοῦ, πῇ δὲ οὐκ ὀρθῶς· ἄμικτον μὲν γὰρ αὐτὸν πάσης ὕλης ποιῶν ὀρθῶς ὑπενόει, πῶς δὲ τοιοῦτος ὢν πάντα νοήσει, εἴπερ τὸ νοεῖν πάσχειν ἐστίν, οὐκ ὀρθῶς διδάσκειν ἡμᾶς παρεώρα· πάσχει γὰρ οὐδὲν ὃ μὴ κεκοινώνηκεν ὕλης, ἀλλὰ ταύτην δεῖ κοινὴν ὑποκεῖσθαι καὶ τῷ πάσχοντι καὶ τῷ ποιοῦντι. διόπερ οὐδὲ πάσχει τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, οἷον ὑπὸ ψόφου γραμμή, ἀλλ’ ὧν ἡ αὐτὴ καὶ κοινὴ ὕλη. ἀλλὰ τοῦτο Ἀναξαγόρας μὲν οὐ διέκρινεν, ἡμῖν δὲ αὖθις ὑπομνηστέον τῶν ἤδη πολλάκις διωρισμένων. εἰ γὰρ τὸ πάσχειν μηδὲ ἐπὶ τῆς αἰσθήσεως λέγεται κυρίως, πόσῳ δὴ μᾶλλον ἐπὶ τοῦ νοῦ; ἡ μέν γε αἴσθησις προσχρῆται γοῦν τοῖς σωματικοῖς καὶ ἔχοι ἄν τι κοινὸν ὑποκείμενον πρὸς τὰ ποιοῦντα, λέγω δὲ τὰ αἰσθητά· σώματι γὰρ χρωμένη κινεῖται ὑπὸ σωμάτων· ὁ δὲ νοῦς, ὥσπερ εἴρηται, δυνάμει μὲν ἅπαντά ἐστι τὰ νοητά, ἐντελεχείᾳ δὲ οὐδὲν πρὶν ἂν νοῇ. πορρωτέρω τοίνυν τοῦ πάσχειν ἐστίν, ὅς γε οὐδὲ φύσεως τετύχηκεν ἀφωρισμένης, ἀλλ’ ὥσπερ ἐν γραμματείῳ μηδὲν ἔχοντι γεγραμμένον ἐντελεχείᾳ ὅταν γραφῇ τὰ γράμματα, τελείωσιν ἂν εἴποις τοῦ γραμματείου τὰ γεγραμμένα, οὐ πάθος,1 ἐπειδὴ πρὸς ἃ γέγονε ταῦτα ἀπείληφεν· οὕτω συμβαίνει καὶ ἐπὶ τοῦ νοῦ. οὐ γὰρ πάσχει 〈περὶ〉 τὰ νοητὰ ἐνεργῶν ἀλλὰ τελειοῦται, ὥστε κατὰ τοῦτο ἀμιγὴς καὶ ἁπλοῦς· ὅλως γὰρ ὁ δυνάμει νοῦς, ὥς φησιν Ἀριστοτέλης, οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων, μηδὲν δὲ ὢν ἐνεργείᾳ οὐδ’ ἂν πάσχοι, οὐδ’ ἂν μιγνύοιτο· τοῦ γὰρ ὄντος τι ἐνεργείᾳ καὶ τὸ πάσχειν καὶ τὸ μίγνυσθαι. γίνεται δὲ ἐκ τοῦ δυνάμει νοῦς ἐνεργείᾳ, ἡνίκα ἂν αὐτῷ γένηται καὶ νοήματα, καὶ τότε ἅμα νοῦς τε καὶ νοητός. οὐ πάσχει τοίνυν ὑπὸ τῶν νοητῶν, ἀλλ’ αὐτὸς ἐκεῖνα γίνεται. καὶ ἔοικεν ἐν μόνῃ γίνεσθαι τῇ ψυχῇ τῇ ἀνθρωπίνῃ ὁ δυνάμει νοῦς· ταύτης γὰρ μόνης καὶ τὰ πάθη ἐπήκοα λόγου καὶ πρὸς λόγον εὐφυῶς ἔχει, τῶν δ’ ἄλλων ζώων οὐκέτι. ἀλλὰ πῶς ἅμα νοῦς τε καὶ νοητός; ἢ ἆρα κατὰ ταὐτό, ἢ κατ’ ἄλλο μὲν γίνεται νοῦς, κατ’ ἄλλο δὲ νοητός; ἢ ἐπὶ μὲν τῶν ἄνευ ὕλης ταὐτόν ἐστι τὸ νοοῦν καὶ τὸ νοούμενον, ἡ γὰρ ἐπιστήμη ἡ θεωρητικὴ ταὐτὸν καὶ τὸ οὕτως ἐπιστητόν· ἐπὶ δὲ τῶν ἐνύλων εἰδῶν ἄλλο μὲν τὸ νοητὸν ἄλλο δὲ ὁ νοῦς. οὐδὲ γὰρ ἦν φύσει ταῦτα [τὰ] νοητά, λέγω δὲ τὰ ἔνυλα εἴδη, ἀλλ’ ὁ νοῦς αὐτὰ νοητὰ ποιεῖ τῆς ὕλης ἀποτεμνόμενος, καὶ δυνάμει ἐστὶ νοητά, οὐκ ἐνεργείᾳ· ὅτι γὰρ ἐπιτηδείως ἔχει πρὸς τὸ νοεῖσθαι, οὐχ ὅτι ἡ φύσις αὐτῶν καθ’ αὑτὴν νοητή,2 ὥστε εἰκότως νοεῖται μὲν τὰ τοιαῦτα, νοεῖ δὲ οὔ. ὁ δὲ νοῦς οὗτος, ὁ δυνάμει λέγω, ὥσπερ δυνάμει νοῦς, οὕτω καὶ δυνάμει νοητός· διόπερ οὐκ αἰεὶ νοεῖ καὶ νοῶν συνεχῶς κάμνει· ὕπεστι γὰρ αὐτῷ τὸ δυνάμει, ὥστε οὐδὲ ἀεὶ νοητός, ἀλλ’ ὅταν συλλέξηται τὰ νοήματα. εἰ δέ τις νοῦς παντάπασιν ἄνευ τοῦ δυνάμει, οὗτος ἀεὶ καὶ νοῦς ἅμα καὶ νοητός, περὶ οὗ καὶ δὴ λέγομεν ἀρχὴν ἄλλην ποιησάμενοι. ΘΕΜΙΣΤΙΟΥ ΠΕΡΙ ΨΥΧΗΣ ΛΟΓΟΣ ΕΚΤΟΣ.

在通过抽象而被表述的事物中,也有一些类似于水,另一些类似于水之为其存在;因为在这些事物中,直线与直线之为其存在也是彼此相异的,且直线伴随着连续体,正如塌鼻一样(因为连续体作为底质奠基于直线之下),而直线之为其存在则是直线的说明。在这些通过抽象而被表述的事物上,理智似乎同样判定二者——我所说的“二者”是指由底质与形式构成的复合物,以及形式本身——然而即使在彼时它也并非处于相同的状态,而是在这些事物上它有时如单纯者般生成,有时则宛如成了复合者。因为即使一种质料处于感性物体之下,而另一种质料处于通过抽象而被表述的事物之下,然而即便在这些事物上,我们依然可以说理智的观照有时更为单纯,有时更为复合。因此,当理智考察物体时,它需要感觉能力;因为如果完全脱离感觉,它不可能仅凭自身判定何为水或肉。但对于三角形和对于直线,理智依靠自身更为自足;因为正如事物可从质料分离,理智的观照亦是如此。因此,正如这些事物只能在定义中被分离,而不能依其自身而自存,理智亦尝试仅在定义中将它们分离开来。然而阿那克萨戈拉关于理智一方面说得正确,另一方面却说得不正确;因为他使理智不与任何质料相混合,这是构想正确的,但处于这种状态的理智,若思考即是受动,它将如何思考万物,他在教导我们这一点上却错误地忽略了;因为凡不分有质料者无一受动,相反,质料必须作为受动者与施动者双方共同的底质而存在。因此,任何偶然之物也不会受任何偶然之物所影响——例如直线不受声音所影响——而只有具有相同且共同质料之物才会如此。但阿那克萨戈拉并未辨明这一点,而我们必须再次回想那些已被多次规定的内容。因为如果连在感觉上都不能严格地说是受动,那么在理智上岂不更是如此吗?感觉至少还利用着物体性的东西,并可能与施动者(我指的是感性对象)具有某种共同的底质;因为利用着身体,感觉受到诸物体的推动。但正如所说过的,理智在潜能上是所有可理知对象,但在思考之前在现实上什么也不是。因此,它距离受动是极遥远的,它甚至没有获得一种被限定的本性,而正如在现实上一无所写的书写板,当文字被写下时,人们会称所写下的内容是书写板的完满实现,而非受动,因为它领受了它为之而生成的事物;在理智上情况亦是如此。因为理智围绕可理知对象进行现实活动时并非受动,而是得以完满实现,以至于在这方面它是纯粹无杂且单纯的;因为一般而言,正如亚里士多德所说,潜能理智在现实上绝不是任何存在之物,而既然在现实上什么也不是,它便既不能受动,也不能被混合;因为受动与被混合乃是属于在现实上作为某种存在之物的。而当思想内容也呈现在它之中时,理智便由潜能生成为现实,且在彼时同时既是理智又是可理知对象。因此,它不受可理知对象所影响,而是自身化为那些事物。并且潜能理智似乎只生成于人类的灵魂之中;因为唯独这种灵魂的情感听从理性并在本性上对理性具有良好资质,而其他动物的情感则不再如此。但是,理智如何同时既是理智又是可理知对象呢?究竟是依据同一方面,还是依据一个方面生成为理智,而依据另一个方面生成为可理知对象呢?难道不是在无质料的事物上,思考者与被思考者是同一的——因为理论科学与以这种方式可知的事物是同一的——而在具质料的形式上,可理知对象是一回事,理智是另一回事吗?因为这些事物,我指具质料的形式,在本性上并非可理知对象,而是理智通过将它们从质料中切除而使之成为可理知对象,并且它们是潜在的可理知对象,而非现实上的;因为它们是如此,是由于它们具有被思考的适合性,而不是由于它们的本性依其自身即是可理知的;因此,这类事物被思考而不能思考,也是理所当然的。而这种理智,我指的是潜能理智,正如它是潜在的理智,它同样也是潜在的可理知对象;因此它并不总是在思考,并在持续思考时会感到疲倦;因为潜能作为根底存在于它之中,以至于它甚至并不总是可理知的,而只有当它收集齐全了思想内容时才是可理知的。但若有某种理智完全不具有潜能,那么这种理智便永远同时既是理智又是可理知对象,关于它,我们将在另起开端之后予以讨论。 德米斯提厄斯《论灵魂》第六篇。

语法注2 条
  1. 3.4τελείωσιν ἂν εἴποις τοῦ γραμματείου τὰ γεγραμμένα, οὐ πάθος

    双宾格结构:动词 εἴποις 带有表示潜能的 ἄν(希求语气),τὰ γεγραμμένα 作直接宾语(宾格),τελείωσιν 与 οὐ πάθος 作补足语/表语性宾格(“人们会称所写下的内容是书写板的完满实现,而非受动”)。

  2. 3.4ὅτι γὰρ ἐπιτηδείως ἔχει πρὸς τὸ νοεῖσθαι, οὐχ ὅτι ἡ φύσις αὐτῶν καθ’ αὑτὴν νοητή

    省略的原因从句结构,用以解释前文的 δυνάμει ἐστὶ νοητά(“在潜能上是可理知的”)。谓词由上下文承前省略(即“它们是潜在的可理知对象,是因为……”),并通过两个形成对比的 ὅτι 从句直接陈述肯定的与否定的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:96.30-98.11