- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:95.16-96.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯阐明了理智如何从习性过渡到现实活动以思考对象并思考自身,继而基于复合物(事物)与其本质(形式)的区别,通过直线与折线的比喻论述了理智与表象能力的差异。
ἔστι μὲν οὖν καὶ τηνικαῦτα δυνάμει, οὐ μὴν ὁμοίως καὶ πρὶν μαθεῖν ἢ εὑρεῖν· ἐγγίνεται γὰρ οἷον ὄψις αὐτῷ πρότερον οὐκ ἐνοῦσα ὁρατικὴ τῶν ὁμοίων καὶ τῶν ἀνομοίων καὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ἀκολούθου καὶ μαχομένου, καὶ αὐτὸς δὲ ἑαυτὸν τηνικαῦτα δύναται νοεῖν· οὐδὲν γὰρ ἄλλο ὁ νοῦς ἐστὶν ἢ τὰ νοήματα. γινόμενος οὖν ὁ αὐτὸς τοῖς νοουμένοις νοεῖ τηνικαῦτα καὶ ἑαυτόν.// ὅταν μὲν οὖν τὴν ἕξιν ἔχῃ μόνον, τὰ νοήματά ἐστιν ὥσπερ ἀποκείμενα· ὅταν δὲ ἐνεργῇ, τότε σύνδρομος γίνεται τῷ νοουμένῳ καὶ εἰκότως ἑαυτὸν νοεῖ τηνικαῦτα· αὐτὸς γάρ ἐστιν ἃ νοεῖ. ὥσπερ γὰρ ἡ ἐπιστήμη τὰ ἐπιστητά ἐστι θεωρήματα (οὐδὲν γὰρ ἄλλο ἐστὶ γεωμετρία ἢ τὰ γεωμετρικὰ θεωρήματα), οὕτω καὶ ὁ νοῦς τὰ νοήματα, καὶ μέχρι μὲν ἄν ἡ ἕξις αὐτὴ ἠρεμῇ, ἠρεμεῖ καὶ τὰ θεωρήματα, κινηθεῖσα δὲ ἡ ἕξις καὶ ἐνεργοῦσα ἐνεργεῖ μὲν πάντως περὶ ἓν τῶν θεωρημάτων τῶν ἑαυτῆς, γίνεται δὲ ταὐτὸν ἐκείνῳ ὃ θεωρεῖ· ἡ γὰρ ἐπιστήμη τοῦ δύο ὀρθὰς ἔχειν τὸ τρίγωνον, τὸ θεώρημά ἐστι καὶ ὁ λόγος καθ’ ὃν δύο ὀρθὰς ἔχειν ἀποδείκνυται τὸ τρίγωνον. οὕτω τοίνυν καὶ ὁ νοῦς ὅταν μὲν ἠρεμῇ, τὴν ἕξιν λέγεται ἔχειν τῶν νοημάτων, ὅταν δὲ ἐνεργῇ περὶ ἓν τῶν νοημάτων, τότε ὁ αὐτός ἐστι τῷ νοουμένῳ, καὶ νοῶν ἐκεῖνο καὶ αὑτὸν νοεῖ. τίς οὖν ἡ διαφορὰ τοῦ τοιοῦδε νοῦ καὶ τῆς δυνάμεως τῆς αἰσθητικῆς φαντασίας μετὰ τὸ διαστήσασθαι τὴν ἑκάστου τῶν εἰρημένων φύσιν ῥητέον ἐφεξῆς. Ἐπειδὴ τοίνυν ἄλλο μέν ἐστιν ὕδωρ, ἄλλο δὲ ὕδατι εἶναι·1 ὕδωρ μὲν γὰρ τὸ ἐξ εἴδους καὶ ὕλης, τὸ δὲ ὕδατι εἶναι τὸ εἶδός ἐστι τοῦ ὕδατος καὶ καθ’ ὃ ἔστιν ὕδωρ· ἕκαστον γὰρ οὐ κατὰ τὴν ὕλην, ἀλλὰ κατὰ τὴν μορφὴν χαρακτηρίζεται· οὕτω δὲ καὶ ἐπὶ τῶν τεχνικῶν· ἄλλο γὰρ οἰκία καὶ οἰκίᾳ εἶναι, καὶ ἄλλο ἀνδριὰς καὶ ἀνδριάντι εἶναι, καὶ οἰκία μὲν τὸ σχῆμα σὺν τοῖς λίθοις καὶ τοῖς ξύλοις καὶ τῷ κεράμῳ, οἰκίᾳ δὲ εἶναι ἡ μορφὴ καὶ ἡ σύνθεσις ἡ τοιάδε. ὁμοίως δὲ καὶ ἀνδριὰς μὲν τὸ σχῆμα σὺν τῷ λίθῳ ἢ τῷ χαλκῷ, ἀνδριάντι δὲ εἶναι τὸ εἶδος τοῦ ἀνδριάντος. ἀλλ’ οὐκ ἐπὶ πάντων ὁμοίως· ἐπ’ ἐνίων γὰρ ταὐτόν ἐστιν οἷον στιγμὴ καὶ στιγμῇ εἶναι, ἢ εἴ τι ἄυλον παντελῶς καὶ ἁπλοῦν, ἐφ’ ὧν ὁ λόγος τοῦ τί ἦν εἶναι καὶ τὸ εἶδος καθ’ ὅ ἐστι ταὐτόν ἐστιν ὅλῃ τῇ φύσει τοῦ πράγματος. οὕτω δὴ τούτων ἐχόντων ὅταν μὲν τὴν μορφὴν κρίνωμεν ὡς συνειλημμένην τῇ ὕλῃ, οἷον τὸ ψυχρὸν καὶ ὑγρὸν σὺν τῇ ὕλῃ, τουτέστιν ὅταν κρίνωμεν ὅλον2 τὸ ὕδωρ· ὁ γὰρ λόγος τούτων καὶ ἡ σύνθεσις ἡ μετὰ τῆς ὕλης τὸ ὕδωρ ἦν· ὅταν οὖν κρίνωμεν τὸ ὕδωρ ὅλον ἢ τὴν σάρκα ὅλην, ἀποχρῶσα ἡμῖν ἐστιν ἡ αἰσθητικὴ δύναμις, μᾶλλον δὲ καὶ ἡ σύζυγος αὐτῇ φαντασία· ὅταν δὲ ἐξετάζωμεν τί τὸ ὕδατι εἶναι καὶ τί τὸ σαρκὶ εἶναι, ἄλλο τι ἤδη τὸ κρῖνόν ἐστιν ἢ ἄλλως ἔχον. μήποτε γὰρ ὥσπερ μίαν ἀνάγκη δύναμιν εἶναι τὴν κρίνουσαν, ὅτι τὸ γλυκὺ τοῦ ξανθοῦ διενήνοχεν, οὕτως αὖ πάλιν μίαν καὶ ταύτην εἶναι ἀνάγκη τὴν κρίνουσαν, ὅτι ἄλλο μὲν ὕδωρ, ἄλλο δὲ ὕδατι εἶναι, καὶ ταύτην ἀντιλαμβάνεσθαι μὲν ἀμφοτέρων, ἄλλως3 δὲ ἔχουσαν καὶ ἄλλως ὅταν τε τὴν ὕλην σὺν τῷ εἴδει παρασκοπῇ καὶ ὅταν τὸ εἶδος ἐκλαμβάνῃ χωρίς. πρὸς μὲν γὰρ τὸ ὕδωρ δεῖται τῆς φαντασίας ἀπαγγελλούσης, πρὸς δὲ τὸ ὕδατι εἶναι ἀπόχρη ἑαυτῇ. ὥσπερ οὖν τὴν αὐτὴν γραμμὴν ἐκτεινομένην τε καὶ κλωμένην τὴν αὐτὴν μὲν εἶναι φαίης ἄν, ἄλλως δὲ ἔχειν καὶ ἄλλως, οὕτω δὲ καὶ τὸν νοῦν, ὅταν τε ὡς σύνθετον τὸ σῶμα καταλαμβάνῃ καὶ ὅταν τὸ εἶδος αὐτὸ μόνον καὶ τὴν μορφήν· συνεξομοιοῦται γὰρ τοῖς πράγμασιν ἃ θεωρεῖ, καὶ ποτὲ μὲν ὥσπερ σύνθετος γίνεται, ὁπόταν τὸ σύνθετον νοῇ, ποτὲ δὲ ὡς ἁπλοῦς, ὅταν τὸ εἶδος ἐκλαμβάνῃ μόνον, καὶ ποτὲ μὲν ἐοικὼς τῇ εὐθείᾳ γραμμῇ, ποτὲ δὲ τῇ κεκλασμένῃ. Πλάτων μὲν γὰρ κύκλοις ἀφομοιοῖ τὰς ἐνεργείας τοῦ νοῦ τῷ τε εὐτρόχῳ καὶ τῷ ὀρθῷ, Ἀριστοτέλης δὲ γραμμῇ ἐκτεινομένῃ τε καὶ κλωμένῃ· γίνεται γὰρ ἀνθ’ ἑνὸς ὥσπερ διπλοῦς τηνικαῦτα, ὅταν τὴν ὕλην συμπαρασκοπῇ τῇ μορφῇ.
因此,即使在彼时,[理智]也处于潜能之中,但绝不像在学习或发现之前那样;因为在它之中产生了一种先前并不存在的视力,能够观照相似者与不相似者、同一者与相异者、相随者与相冲突者,并且在彼时它也能够思考它自身;因为理智非他,正是各种思想内容。因此,通过与被思考的事物合而为一,它在彼时也就思考了它自身。因此,当它仅仅持有这种习性时,思想内容就像是被贮存起来的;而当它进行现实活动时,它便与被思考的事物并驾齐驱,并且在彼时理所当然地思考自身;因为正是它自身就是它所思考的事物。正如科学即是可知诸定理(因为几何学非他,正是诸几何定理),理智亦是各种思想内容;只要该习性本身处于静止之中,诸定理也处于静止之中,但当习性被推动并进行现实活动时,它必然围绕其自身的定理之一进行活动,并与它所观照的对象成为同一;因为三角形具有两直角的科学,正是该定理以及据以证明三角形具有两直角的说明。因此同样地,理智当其静止时,便被说成持有思想内容的习性,而当它围绕思想内容之一进行现实活动时,它在彼时便与被思考的事物同一,并在思考那一事物的同时也思考了自身。那么,在区分了上述各项的本性之后,接下去必须说明这种理智与感性表象能力之间的差异是什么。 既然水是一回事,而水之为其存在则是另一回事——因为水是由形式与质料构成的复合物,而水之为其存在则是水的形式,即水据以成为水者;因为每一事物都不是依据质料、而是依据形相被规定特征的;而在人工制品上也是如此:因为房屋是一回事,而房屋之为其存在是另一回事;雕像是一回事,而雕像之为其存在是另一回事;房屋是带有石头、木料和瓦片的形相,而房屋之为其存在则是这种形式与结构。同样地,雕像也是带有石头或青铜的形相,而雕像之为其存在则是雕像的形式。但这并不是在所有事物上都同样如此;因为在某些事物上两者是同一的,例如点与点之为其存在,或者任何完全无质料且单纯的事物,在它们之中,其本质的规定以及它据以存在的形式与该事物的整个本性是同一的。既然情况如此,当我们判定形相是与质料一同被把握时,例如将冷和湿与质料一同判定,也就是说当我们判定整个水时——因为这些属性的规定以及与质料的结合正是水——因此,当我们判定整个水或整个肉时,感觉能力,或者毋宁说与感觉配对的表象能力,对我们来说就足够了;但当我们探究水之为其存在是什么、肉之为其存在是什么时,进行判定的就已经是另一种东西,或者处于不同状态的东西了。因为难道不是这样吗:正如判定甜不同于黄的能力必须是单一的一样,反过来,判定水是一回事、而水之为其存在是另一回事的这种能力也必须是单一的,且正是这同一能力把握着两者,只是当它将质料与形式一同观察时,以及当它单独抽取形式时,它处于不同的状态而已?因为对于水,它需要表象来向它报告,而对于水之为其存在,它依靠自身便已自足。因此,正如同一条线,被伸展时和被折曲时,你可以说它是同一条线,但却处于不同的状态,理智也是如此,无论当它把物体作为复合物来把握时,还是当它单独把握形式与形相本身时;因为它使自身同化于它所观照的事物,有时当它思考复合物时就像变成了复合的,有时当它仅抽取形式时就像变成了单纯的,有时类似于直线,有时类似于折线。因为柏拉图将理智的活动比作诸圆周,即圆转的与端正的〔圆周〕,而亚里士多德则将其比作伸展与折曲的线;因为当理智将质料与形相一同观察时,它便不再是单一的,而在彼时宛如成了双重的。
- 3.4ἄλλο μέν ἐστιν ὕδωρ, ἄλλο δὲ ὕδατι εἶναι
短语“ὕδατι εἶναι”是亚里士多德特有的“与格+εἶναι”表示本质(形式)的结构,与前项主格“ὕδωρ”(作为形式与质料之复合物的水)相对立。该短语整体作为名词性主语,意为“水之为其存在(水之本质)”。
- 3.4ὅταν μὲν τὴν μορφὴν κρίνωμεν ὡς συνειλημμένην τῇ ὕλῃ... ὅταν οὖν κρίνωμεν τὸ ὕδωρ ὅλον
以“ὅταν μὲν τὴν μορφὴν κρίνωμεν...”开头的条件/时间分句被随后的插入说明“ὁ γὰρ λόγος τούτων...”打断,随后通过“ὅταν οὖν κρίνωμεν...”重新接续并概括同一核心,构成了破格重提结构。主句最终落在“ἀποχρῶσα ἡμῖν ἐστιν ἡ αἰσθητικὴ δύναμις”。
- 3.4μήποτε γὰρ ὥσπερ μίαν ἀνάγκη δύναμιν εἶναι... οὕτως αὖ πάλιν μίαν καὶ ταύτην εἶναι ἀνάγκη... ἄλλως δὲ ἔχουσαν καὶ ἄλλως
“μήποτε”引导委婉的推测或主张(“难道不是……吗”)。整句骨干是一个成比例的对照结构:“ὥσπερ μίαν ἀνάγκη δύναμιν εἶναι... οὕτως... μίαν καὶ ταύτην εἶναι ἀνάγκη...”。其后受“ἀνάγκη”支配的宾格加不定式结构“ταύτην ἀντιλαμβάνεσθαι...”及分词短语“ἄλλως δὲ ἔχουσαν καὶ ἄλλως”以“ταύτην [τὴν δύναμιν]”为逻辑主语,表明同一种能力通过处于不同状态来把握这两者。
