← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§90.27-92.7

对柏拉图学说的反驳与表象的正统定义

忒弥斯提乌通过太阳大小与折射等例证驳斥了柏拉图关于表象是意见与感觉结合的学说,进而理清了表象与心灵的异同,并将表象正面界定为由先前感觉的运动所推动、能够如印迹般保存残留痕迹的灵魂能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#3

Φανερὸν οὖν ὅτι οὔτε δόξα μετ’ αἰσθήσεως, οὔτε συμπλοκὴ δόξης καὶ αἰσθήσεως ἡ φαντασία· λέγει γὰρ Πλάτων, ὅταν αἰσθανώμεθά τι καὶ προσδοξάζωμεν, ὅτι τοῦθ’ οὕτως ἔχει, τοῦτ’ εἶναι τὴν φαντασίαν. ἐδείχθη δὲ οὐ πάντως ἡ φαντασία συνεφελκομένη τὴν δόξαν, ὥσπερ ἐν ταῖς ἀναζωγραφήσεσι τῶν ἀδυνάτων καὶ ἀμηχάνων. καὶ χωρίς γε τῶν εἰρημένων δῆλόν ἐστιν ὅτι, εἴπερ συμπλοκὴ δόξης ἐστὶ καὶ αἰσθήσεως φαντασία, οὐκ ἄλλου μὲν τὴν αἴσθησιν εἶναι προσήκει, ἄλλου δὲ τὴν δόξαν, οἷον λευκοῦ μὲν τὴν αἴσθησιν, δόξαν δὲ ἀγαθοῦ, οὐδὲ τοῦ αὐτοῦ μὲν ὑποκειμένου κατ’ ἄλλο δὲ καὶ ἄλλο, οἷον εἰ τὸ ὑποκείμενον εἴη λευκὸν καὶ ἀγαθόν, τὴν μὲν δόξαν εἶναι περὶ αὐτοῦ καθὸ ἀγαθόν, τὴν δὲ αἴσθησιν καθὸ λευκόν· κατὰ συμβεβηκὸς γὰρ τοῦ αὐτοῦ ἡ δόξα τε καὶ ἡ αἴσθησις. δεῖ οὖν καὶ τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ γενέσθαι τὴν συμπλοκὴν τῆς τε δόξης καὶ τῆς αἰσθήσεως, καὶ ἔτι συνοδεύειν αὐτὰς καὶ μὴ μάχεσθαι. ὅταν τοίνυν περὶ τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ γενομένης τῆς δόξης καὶ τῆς αἰσθήσεως ὑπάρχῃ διαφωνία, καὶ ἡ μὲν δόξα ἀληθεύῃ, ἡ αἴσθησις δὲ διαψεύδηται, πῶς ἐροῦμεν τὴν τούτων συμπλοκὴν φαντασίαν; ὅταν γὰρ ἡ μὲν αἴσθησις λέγῃ ποδιαῖον εἶναι τὸν ἥλιον, ἡ δὲ δόξα πολλῷ μείζω τῆς οἰκουμένης, πῶς ταύτας οἷόν τε συμπλακῆναι, ἢ πῶς οἷόν τε μίαν ἐξ αὐτῶν γενέσθαι κρᾶσιν τῆς μὲν ἀληθευούσης τῆς δὲ ψευδομένης; ἀνάγκη γὰρ ἔσται τηνικαῦτα ἢ τὴν ἀληθινὴν περὶ τοῦ ἡλίου δόξαν ἀποβαλεῖν, ἵνα μεταλάβωμεν τὴν ψευδῆ καὶ σύμφωνον τῇ αἰσθήσει, ἢ τὴν αὐτὴν φυλάττοντας ἔτι δόξαν ἀμελεῖν τῆς αἰσθήσεως καθ’ ἣν μάλιστα ἐκτυποῦται ἡ φαντασία. ἑκάτερον δὲ τούτων ἀδύνατον· οὔτε γὰρ ἀποβαλεῖν οἷόν τε τὴν ἀληθῆ δόξαν μὴ καὶ τοῦ πράγματος μεταπεσόντος, ἀλλ’ ὁμοίως ἔχοντος καὶ σωζομένου καὶ αὐτὸν σωζόμενον τὸν δοξάζοντα,1 οὔτε τὴν ἀληθῆ κατέχοντα δόξαν, ὅτι πολλῷ μείζων ὁ ἥλιος τῆς οἰκουμένης, πιστεύειν τῇ φαντασίᾳ ὅτι ποδιαῖος. οὐκ ἄρα κίρναται τηνικαῦτα πρὸς τὴν αἴσθησιν ἡ δόξα, ἀλλ’ ἐκκρούει μᾶλλον τὴν αἴσθησιν καὶ συνεκκρούει καὶ τὴν φαντασίαν· τύπος γὰρ τῆς αἰσθήσεως καὶ ἴχνος ἐστὶν ἡ φαντασία καὶ οὐ κρᾶσις δόξης καὶ αἰσθήσεως· οὐδὲ γὰρ ἐπὶ τῆς κώπης ἐν τῷ ὕδατι κρᾶσις δύναιτ’ ἂν γενέσθαι δόξης καὶ αἰσθήσεως ἡ φαντασία, ἀλλ’ ἡ φαντασία μὲν ἀκολουθεῖ τῇ αἰσθήσει, ἡ δόξα δὲ διαμάχεται. εἰ οὖν μήτε αἴσθησις ἡ φαντασία, μήτε ὑπόληψις (οὔτε γὰρ δόξα οὔτε φρόνησις οὔτε ἐπιστήμη οὔτε νοῦς), [οὔτε] κυρίως ἄρα οὐδεμία λείποιτ’ ἂν δύναμις τῆς ψυχῆς πρὸς ἣν ἀμφισβητήσιμός ἐστιν ἡ φαντασία. εἰ μὲν οὖν ἅπας νοῦς ἐστὶν ἀναμάρτητος, οὐδεμία λείπεται δύναμις· εἰ δέ τις νοῦς ἐστὶν οἷός τε καὶ ἁμαρτάνειν, καὶ μὴ μόνον ἀληθεύειν ἀλλὰ καὶ ψεύδεσθαι, τούτου διακρῖναι τὴν φαντασίαν οὐ ῥᾴδιον· πολλὴν γὰρ ἔχει τὴν ὁμοιότητα. πρῶτον μὲν αὐτὸ τοῦτο ὅπερ ἔφην, τὸ δύνασθαι καὶ ἁμαρτάνειν, εἶτα ὅτι καθάπερ φαντάζεσθαι ἐφ’ ἡμῖν, οὕτω καὶ νοεῖν ἃ βουλόμεθα. τίς οὖν ἡ τῆς φαντασίας πρὸς τὸν τοιοῦτον νοῦν διαφορά, ζητῶμεν ἐφεξῆς. πρῶτον δὲ τὴν ἑκατέρου φύσιν χωρὶς ἂν εἴη διοριστέον· οὕτω γὰρ καὶ πῇ διενηνόχατον ἀλλήλοιν καταφανὲς ἡμῖν γενήσεται, καὶ πρῶτόν γε τί ἐστιν ἡ φαντασία· τέως γὰρ οὐ τί ἐστιν, ἀλλ’ ὅσα οὐκ ἔστι, προείρηται. Ἐπεὶ τοίνυν πολλὰ κινηθέντα ὑπ’ ἄλλου κινεῖν ἕτερον πέφυκεν, ὥσπερ ὁ μοχλὸς κινηθεὶς ὑπὸ τῆς χειρὸς κινεῖ τὸν λίθον, καὶ ἡ θάλαττα ὑπὸ τοῦ πνεύματος κινηθεῖσα κινεῖ τὴν ναῦν, οὐδὲν θαυμαστὸν οὐδὲ ἐπὶ τῆς αἰσθήσεως τοῦτο συμβαίνειν. αὕτη γὰρ κινηθεῖσα ὑπὸ τῶν ἔξωθεν αἰσθητῶν καὶ τὸ εἶδος ἀναλαβοῦσα τοῦ κινήσαντος κινεῖ δύναμιν ἑτέραν τῆς ψυχῆς ἐπὶ τῶν τελειοτέρων ζώων ταύτην ἣν φαντασίαν καλοῦμεν, ἧς φύσις ἐστὶ τοὺς τύπους, οὓς ἡ αἴσθησις αὐτῇ παραδίδωσιν ἀπὸ τῶν αἰσθητῶν ἀναμαξαμένη, κατέχειν ἐν ἑαυτῇ καὶ ἐνσφραγίζεσθαι καὶ δύνασθαι καὶ ἀπελθόντων τῶν αἰσθητῶν διατηρεῖν ἐπί τινα χρόνον τὰ ἴχνη.2 ἀπελθόντων μὲν οὖν τῶν αἰσθητῶν ἐκφανῶς ἡ δύναμις ἡ φανταστικὴ τῆς αἰσθητικῆς διενήνοχεν· ἡ μὲν γὰρ παύεται ἐνεργοῦσα, ἡ δὲ οὓς παρείληφε τύπους ἔτι κατέχει. παρόντος δὲ τοῦ αἰσθητοῦ καὶ ἅμα ἄμφω ἐκκαλουμένου, λέγω δ’ ἄμφω τήν τε αἴσθησιν ἅμα καὶ τὴν φαντασίαν, τηνικαῦτα χαλεπὸν ἐξευρεῖν τῶν δυνάμεων τούτων τὴν διαφοράν. δοκοῦσι γὰρ αἱ δύο τηνικαῦτα καὶ περὶ ταὐτὸν ὑποκείμενον ἐνεργεῖν καὶ ἐν ταὐτῷ χρόνῳ.

因此,显而易见的是,表象既不是伴随感觉的意见,也不是意见与感觉的结合;因为柏拉图说,当我们感觉某物并附带形成“此物如此”的意见时,这就是表象。但已经表明,表象绝非必然连带意见,正如在对不可能和无法实现的诸事物进行心中摹画时那样。而且撇开所说的不谈,同样显而易见的是,如果表象确实是意见与感觉的结合,那么感觉属于一物而意见属于另一物——例如感觉属于白,而意见属于善——这是不应当的;二者属于同一基底却依不同方面而言——例如基底如果是白且善的,意见依其为善而言是关于它的,感觉依其为白而言是关于它的——也是不应当的;因为那样一来,意见和感觉仅仅偶性地属于同一物。因此,意见与感觉的结合必须关乎同一事物且依同一方面生成,进而二者还必须相伴而行而不相冲突。那么,当意见和感觉关乎同一事物且依同一方面生成却存在不一致,且意见言真而感觉言假时,我们怎能将这两者的结合称为表象呢?因为当感觉说太阳有一尺宽,而意见却说它比有人居住的世界大得多时,这两者怎可能结合在一起,或者当一者为真而另一者为假时,怎可能由它们产生一种混合呢?因为在彼时,人们要么必须放弃关于太阳的真实意见,以便接纳虚假的且与感觉相一致的意见,要么在依然保留同一意见的同时,无视表象主要依据其而被印刻的感觉。但这二者都是不可能的:因为事物并未发生改变,而是处于同样状态并得以持存,且持意见者自身也得以持存,在此时放弃真实意见是不可能的;同样,在坚守太阳比有人居住的世界大得多这一真实意见的同时,去相信太阳有一尺宽这一表象也是不可能的。因此,意见在彼时并未与感觉混合,而是宁可排斥感觉,并连同表象一起排斥;因为表象是感觉的印痕和痕迹,而不是意见与感觉的混合;实际上即使对于水中的桨而言,表象也不可能成为意见与感觉的混合,而是表象跟随感觉,意见则与感觉相抗争。 因此,如果表象既不是感觉,也不是判断(因为它既不是意见,也不是明智,也不是科学知识,也不是心灵),那么严格说来,便不再剩下任何可以与表象发生混淆争执的灵魂能力了。因此,如果一切心灵都是绝不出错的,便没有任何能力剩下;但如果存在某种既能犯错、不仅言真亦会言假的心灵,那么将表象与这种心灵区分开来就并非易事了;因为二者具有极大的相似性:首先正是刚才提到的这一点,即能够犯错;其次正如表象取决于我们自身一样,思惟我们所意愿的事物同样取决于我们自身。因此,表象与这类心灵的差异究竟何在,我们在接下来加以探求。但首先应当分别界定二者各自的本性;因为这样一来,二者彼此如何相异便会向我们显明,且首先会显明表象是什么;因为迄今为止,前文所陈述的并非它是什么,而是它不是什么。 因此,既然许多被他物推动的事物生来就具有推动另一物的本性——正如杠杆被手推动而推动石头,大海被风推动而推动船只——那么这种情况发生在感觉上也是毫不奇怪的。因为感觉被外部的可感事物所推动,并接受了推动者的形式之后,在较完备的动物中便推动了灵魂的另一能力,即我们称之为表象的能力;它的本性就在于将感觉从可感事物中模印并交付给它的诸印迹持守在自身之中且印刻下来,并且能够在可感事物离去之后,依然将这些痕迹保存一段时间。因此,在可感事物离去时,表象能力显然不同于感觉能力;因为感觉能力停止了现实活动,而表象能力则依然保持着它所接收的诸印迹。但当可感事物当前在场且同时唤起二者——我指同时唤起感觉与表象——时,在彼时要查明这些能力之间的差异则是困难的;因为在那时,这两者似乎都在关于同一基底且在同一时间中进行现实活动。

语法注2 条
  1. 3.3οὔτε γὰρ ἀποβαλεῖν οἷόν τε τὴν ἀληθῆ δόξαν μὴ καὶ τοῦ πράγματος μεταπεσόντος, ἀλλ’ ὁμοίως ἔχοντος καὶ σωζομένου καὶ αὐτὸν σωζόμενον τὸν δοξάζοντα

    句子的核心结构是 οὔτε γὰρ ἀποβαλεῖν οἷόν τε τὴν ἀληθῆ δόξαν,非人称句 οἷόν τε [ἐστι] 所统辖的不定词 ἀποβαλεῖν 的逻辑主语由宾格短语 καὶ αὐτὸν σωζόμενον τὸν δοξάζοντα(持意见者自身亦得以保全)来充当。中间插入的 μὴ καὶ τοῦ πράγματος μεταπεσόντος, ἀλλ’ ὁμοίως ἔχοντος καὶ σωζομένου 是否定条件下的属格独立结构,使客体事物与主体认识者两方面的持存形成并列约束条件。

  2. 3.3ἧς φύσις ἐστὶ τοὺς τύπους, οὓς ἡ αἴσθησις αὐτῇ παραδίδωσιν ἀπὸ τῶν αἰσθητῶν ἀναμαξαμένη, κατέχειν ἐν ἑαυτῇ καὶ ἐνσφραγίζεσθαι καὶ δύνασθαι καὶ ἀπελθόντων τῶν αἰσθητῶν διατηρεῖν ἐπί τινα χρόνον τὰ ἴχνη

    在关系从句 ἧς φύσις ἐστί(其本性在于……)之后,作谓词的是并列的不定词 κατέχειν、ἐνσφραγίζεσθαι 以及 δύνασθαι。前置的直接宾语 τοὺς τύπους 由关系从句 οὓς ἡ αἴσθησις αὐτῇ παραδίδωσιν ἀπὸ τῶν αἰσθητῶν ἀναμαξαμένη 所修饰,并同时充当 κατέχειν 与 ἐνσφραγίζεσθαι(中动语态,“在自身中刻下印痕”)的直接宾语。在由 δύνασθαι 所统辖的补充不定词 διατηρεῖν 之后,接有其独立的直接宾语 τὰ ἴχνη 以及属格独立结构 ἀπελθόντων τῶν αἰσθητῶν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:90.27-92.7