← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§89.5-90.27

表象的自愿性及其与其他认识能力的分辨

忒弥斯提乌指出,表象是取决于我们自身的自愿能力,而判断和赞同则是受事物的显明性所迫的非自愿受动,并依次论述了表象既不等同于感觉,也不等同于心灵、科学知识或意见的诸根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#2

τῇ γλώττῃ μὲν οὖν ἀληθεύειν ἢ ψεύδεσθαι ἐφ’ ἡμῖν, τοῦ δὲ δοξάζειν ἢ ὑπολαμβάνειν, καὶ συγκατατίθεσθαι ἔνδον ἢ ἀνανεύειν οὐχ ἡμεῖς κύριοι, ἀλλ’ ἔστιν ἀκούσια τὰ πάθη ταῦτα τῆς ψυχῆς· ἕλκει γὰρ αὐτὴν τὰ μὲν ἐναργῶς εἶναι δοκοῦντα εἰς συγκατάθεσιν, τὰ δὲ ἐναργῶς μὴ εἶναι δοκοῦντα εἰς ἄρνησιν, τὰ δὲ ἄδηλα ὅπως ἔχει εἰς ἐποχήν. τὸ μέντοι φαντάζεσθαι ἐφ’ ἡμῖν κεῖται, καὶ οὐ τὰ δυνατὰ μόνον, ἀλλὰ καὶ τὰ ἀδύνατα παντελῶς, οἷον πολυκεφάλους ἀνθρώπους ὡς τὸν Γηρυόνην, καὶ πτερωτοὺς ὡς τοὺς Βορεάδας, καὶ Ἱπποκενταύρους καὶ Σκύλλας. ὡς γὰρ τοῖς ζωγράφοις ἐπ’ ἐξουσίας γράφειν ἃ βούλονται, οὕτω καὶ τῇ ψυχῇ. πρὸς δὲ τούτοις ὅταν μὲν ὑπολάβωμεν δεινόν τι εἶναι καὶ φοβερόν, εὐθὺς συμπάσχομεν καὶ τῷ σώματι τρέμοντες ἢ ὠχριῶντες, ὁμοίως δὲ κἂν θαρραλέον τι φαντασθῶμεν, ἐναντίως διατιθέμεθα· φαντασίας δὲ προβάλλοντες ἑαυτοῖς πολλάκις μὲν σεισμῶν, πολλάκις δὲ ἐπιόντων θηρίων οὐ συμπάσχομεν οὐδ’ ὁτιοῦν, ἀλλ’ ὥσπερ ἐν τοῖς πίναξι τὰ γεγραμμένα θεώμενοι πάσχομεν οὐδέν, οὕτω καὶ ἐν τῇ ψυχῇ τὰ φαντάσματα.1 Ὅτι μὲν οὖν ὑπολήψεως ἁπάσης καὶ συγκαταθέσεως διενήνοχεν ἡ φαντασία, δῆλον ἐκ τῶν εἰρημένων ἐστίν· ἐπειδὴ δὲ πολλὰ νοοῦμεν ἄνευ τοῦ συγκατατίθεσθαι καὶ ὑπολαμβάνειν τι περὶ αὐτῶν, ἕποιτ’ ἂν διδάσκειν,2 καθ’ ὅ τι ἡ φαντασία νοήσεως διενήνοχεν. οὐ γὰρ εἰ πάντως δεῖται φαντασίας προϋπούσης ὁ νοῦς, διὰ τοῦτο ταὐτὸν φαντασία καὶ νοῦς. ἵνα δὲ ἀκριβέστερον τοῦτο καταμάθωμεν, ἄνωθεν πρῶτον περὶ φαντασίας διοριστέον. ἀποσκευαζόμενοι τοίνυν τὰ λοιπὰ σημαινόμενα τοῦ ὀνόματος, ἐφ’ ὧν αὐτὸ μεταφέροντες λέγομεν (πολλάκις μὲν γὰρ καὶ τὴν αἴσθησιν φαντασίαν καλοῦμεν, πολλάκις δὲ καὶ τὴν νόησιν), περὶ ἐκείνης λέγομεν τῆς φαντασίας, καθ’ ἣν φαμεν φάντασμά τι ἡμῖν ἐγγίγνεσθαι, οἷον τύπον τινὰ καὶ μορφὴν τοῦ αἰσθήματος ἐν τῇ ψυχῇ· αὕτη τοίνυν, ἣν κυρίως φαντασίαν καλοῦμεν, μία τις ἂν εἴη τῶν δυνάμεων καὶ τῶν ἕξεων τῶν κριτικῶν αἷς ἀληθεύομεν ἢ ψευδόμεθα. τοιαῦται δέ εἰσιν αἴσθησις δόξα ἐπιστήμη νοῦς· νοῦν δὲ λέγομεν ὃν ἄν τις ἀκριβῶς ὀνομάσειε, τὸν μὴ διαμαρτάνοντα τῆς ἀληθείας· νοῦς γὰρ ὁ τοιοῦτος κυρίως, ὥσπερ καὶ ἐπιστήμη κυρίως ἡ μὴ ψευδομένη. ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις ἡ φαντασία, ἐκ τῶνδε δῆλον· ἐν γὰρ τοῖς ὕπνοις φανταζόμεθα μέν, οὐκ αἰσθανόμεθα δέ· διχῶς γὰρ λεγομένης τῆς αἰσθήσεως τῆς μὲν δυνάμει, τῆς δὲ ἐνεργείᾳ, οὔτε τὴν δυνάμει λέγειν οἷόν τε αἴσθησιν ἔχειν ἡμᾶς ἐν τοῖς ὀνείρασι· κίνησις γάρ τίς ἐστι τὰ ὀνείρατα τῶν αἰσθητῶν ἐγκαταλειμμάτων· οὔτε δὴ πολλῷ μᾶλλον τὴν ἐνεργείᾳ· οὐ γὰρ ἂν οἷόν τε ἦν ὑπνώττειν τὸ ζῶον ἐνεργούσης τῆς αἰσθήσεως. ἔπειτα οἱ πηρωθέντες τὰς ὄψεις φαντάζεσθαι μὲν χρώματα οὐ κωλύονται, αἰσθήσεως δὲ ἀπεστέρηνται καὶ τῆς δυνάμει καὶ τῆς ἐνεργείᾳ. ἔπειτα αἴσθησις μὲν πᾶσιν ὑπάρχει τοῖς ζῴοις, φαντασία δὲ τοῖς μὲν τοῖς δὲ οὔ, μύρμηκι μὲν ἴσως καὶ μελίττῃ καὶ πολλῷ μᾶλλον κυνὶ καὶ ἵππῳ καὶ ὅσα μετέχει αἰσθήσεως, σκώληκι δὲ οὔ. εἶτα αἰσθήσεις μὲν τῶν ἰδίων ἀληθεῖς αἱ πλείους, φαντασίαι δὲ αἱ πλείους ψευδεῖς καὶ τῆς αἰσθήσεως ἐκλυομένης. δῆλον δέ· οὐ γὰρ λέγομεν, ὅταν ἐνεργῶμεν ἀκριβῶς περὶ τὰ αἰσθητά, τότε φαντάζεσθαι, ἀλλὰ μᾶλλον ὅταν μὴ ἐναργῶς αἰσθανώμεθα· οὐδεὶς γὰρ πλησίον ὁρῶν Σωκράτη λέγει, τοῦτον φαντάζομαι εἶναι Σωκράτη, ἀλλ’ ὅταν πόρρωθεν, καὶ ὅταν ἡ αἴσθησις ἐξατονῇ. ἔπειτα καὶ μύσαντες τοὺς ὀφθαλμοὺς ὁρᾶν μὲν οὐχ οἷοί τ’ ἐσμὲν τὰ χρώματα, φαντάζεσθαι δὲ οὐ κωλυόμεθα. αἰσθήσεως μὲν οὖν καὶ τούτοις καὶ ἄλλοις πολλοῖς φαντασία διενήνοχε, νοῦ δὲ καὶ ἐπιστήμης, ὅτι ταύταις μὲν αἰεὶ ταῖς ἕξεσιν ἀληθεύομεν, ἐν ταῖς φαντασίαις δὲ ὀλιγάκις. λείπεται ἄρα ζητεῖν, εἰ δόξα ταὐτὸν καὶ φαντασία. ἀλλ’ ἔφθημεν καὶ τῆς δόξης αὐτὴν διακρίναντες· ὅτε γὰρ ἁπάσης ὑπολήψεως ἐχωρίζομεν φαντασίαν, τότε δήπου καὶ τῆς δόξης ἑτέραν αὐτὴν ἀπεδείκνυμεν· ἦν γὰρ εἶδός τι τῆς ὑπολήψεως ἡ δόξα. τὸ μὲν οὖν ἀληθεύειν καὶ ψεύδεσθαι τὴν φαντασίαν ὥσπερ τὴν δόξαν κοινὸν ἀμφοῖν, ἀλλὰ δόξῃ μὲν ἕπεται πίστις (οὐκ ἐνδέχεται γὰρ τὸν δοξάζοντα τοῖς δοκοῦσιν αὐτῷ μὴ πιστεύειν), πίστει δ’ ἕπεται τὸ πεπεῖσθαι, πειθοῖ δὲ λόγος·3 λογικὴ γάρ τίς ἐστι συγκατάθεσις ἡ δόξα. τῶν δὲ ἀλόγων ζῴων ἐνίοις φαντασία μὲν ὑπάρχει, λόγου δέ ἐστι παντάπασιν ἀκοινώνητα· καὶ δοξάζειν μέν, ὅπερ καὶ πρότερον εἴπομεν, οὐκ ἐφ’ ἡμῖν τὰ ἀδύνατα, οἷον πτερωτοὺς ἀνθρώπους, φαντάζεσθαι δ’ ἐφ’ ἡμῖν.

因此,用舌头说真话还是说假话取决于我们自身,但持有意见还是作出判断,以及在内心给予赞同还是予以拒绝,我们却不是主人,而是灵魂的这些受动是非自愿的;因为显明看似存在的事物拉引灵魂走向赞同,显明看似不存在的事物拉引它走向否定,而状态不显明的事物则拉引它走向悬置判断。然而,进行表象却取决于我们自身,而且不仅〔表象〕可能的事物,甚至完全不可能的事物也是如此,例如像革律翁那样多头的人,像玻瑞阿斯之子那样生翼的人,以及半人马和斯库拉。因为正如画家有自由去画他们想画的东西一样,灵魂也是如此。除此以外,当我们判断某事是可怕且可惧的时候,我们立刻在身体上也一同感受,发抖或变苍白;同样,即便我们表象某种令人振奋的事物,我们便处于相反的情状;但是,当我们自己向自己常常呈现地震的表象、常常呈现野兽袭来的表象时,我们却绝不同样承受任何情感,正如我们在观看画中所绘之物时并不遭受任何痛苦一样,对于灵魂中的诸表象亦是如此。因此,表象不同于一切判断与赞同,从上述内容中是显而易见的;但是,既然我们在不予以赞同且不对其作出任何判断的情况下思惟许多事物,那么接下来的顺序就应当教导表象究竟在何种意义上不同于思惟。因为即使心灵无论如何都需要预先存在的表象,心灵与表象也绝不因此就是同一的。为了让我们更精确地理解这一点,首先必须从头对表象进行界定。因此,我们排除该名称的其余含义,即我们转用该名称而述说的含义(因为我们常常把感觉称为表象,也常常把思惟称为表象),我们所论述的是那样一种表象:依照它,我们说某种表象像在我们心中生成,仿佛是感觉印象在灵魂中的某种印记和形态。因此,这一被我们严格称为表象的能力,应当是使我们把握真理或受欺骗的那些能力和评判性品质中的一种。这类品质有感觉、意见、科学知识、心灵;而我们所说的心灵,是指人们能够严格命名为心灵的东西,即不偏离真理的心灵;因为这样一种心灵才是严格意义上的,正如不为假的科学知识才是严格意义上的知识一样。因此,表象不是感觉,从以下诸点便可明了:因为在睡眠中我们固然在表象,却并不在感觉;因为既然感觉有两种说法,一为潜能的,一为现实的,在梦中我们既不能说具有潜能的感觉(因为梦是可感留存物的某种运动),更不能说具有现实的感觉(因为在感觉现实地活动时动物不可能处于睡眠之中)。其次,那些丧失视觉的人并没有被阻碍去表象颜色,但他们无论在潜能上还是在现实上都被剥夺了感觉。再者,感觉属于一切动物,而表象则属于某些动物,对另一些动物则不然:对蚂蚁和蜜蜂或许有,且更不用说对狗、对马以及凡分有感觉的动物都有,但对蛆虫则没有。此外,关乎固有对象的感觉大部分是真实的,而表象则大部分是虚假的,且在感觉松弛衰退时发生。这是显而易见的:因为当我们对可感事物进行精确的现实活动时,我们并不说在那时进行表象,而毋宁是在我们无法显明地感觉时才这样说;因为没有人在近处看到苏格拉底时会说“我表象这是苏格拉底”,而是在从远处看时,且在感觉衰退时才会这样说。其次,即使闭上双眼,我们固然不能看见颜色,但并不被阻碍去表象它们。因此,基于这些理由以及许多其他理由,表象不同于感觉;而它与心灵和知识的不同,则在于通过这些品质我们始终把握真理,但在表象中却极少把握真理。那么剩下的就是探求意见与表象是否同一。但是我们早已通过将它与意见加以区分而先行解决了这一问题;因为当我们把表象与一切判断分离开来时,我们在那时显然就已经证明了它与意见是不同的;因为意见曾是判断的一种。因此,表象与意见一样能够为真和为假,这是二者所共同的,但意见伴随着确信(因为持意见者不可能不相信自己所认为的事),确信伴随着已被说服,而被说服伴随着逻各斯;因为意见是一种理性的赞同。然而在无理性的动物中,某些动物固然具有表象,但却完全不分有逻各斯;并且正如我们先前所说,关于不可能的事物——例如生翼的人——持有意见并非取决于我们自身,但进行表象却取决于我们自身。

语法注3 条
  1. 3.3ὥσπερ ἐν τοῖς πίναξι τὰ γεγραμμένα θεώμενοι πάσχομεν οὐδέν, οὕτω καὶ ἐν τῇ ψυχῇ τὰ φαντάσματα

    比较句中的承前省略结构。后半句承接前半句“ὥσπερ ... θεώμενοι πάσχομεν οὐδέν”的句式,省略了分词与动词谓语,需补足为“οὕτω καὶ [ἐν τῇ ψυχῇ τὰ φαντάσματα θεώμενοι πάσχομεν οὐδέν]”(在观照灵魂中的表象像时亦不遭受任何痛苦/情动)。

  2. 3.3ἕποιτ’ ἂν διδάσκειν

    带 ἄν 的希求法作非人称潜在用法(“接下来按顺序应当教导……”)。不定式“διδάσκειν”在此充当语法主语,其后由“καθ’ ὅ τι...”引导的间接疑问从句作其内容补足语。

  3. 3.3δόξῃ μὲν ἕπεται πίστις ... πίστει δ’ ἕπεται τὸ πεπεῖσθαι, πειθοῖ δὲ λόγος

    连锁推理(sorites)的句法构造。支配与格的动词“ἕπεται”连续使用,前一分句的主语成为后一分句的与格补足语,层层递进地表明“意见→确信→已被说服→逻各斯”这一必然联系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:89.5-90.27