- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:92.7-93.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯通过活动方式的差异阐明了在可感事物在场时感觉与表象的区别,借助蜡的比喻以及与缺乏持守能力的低等动物的对比,将表象定义为“由现实活动中的感觉所产生的灵魂运动”,并论述了表象在特有、偶性及共通可感事物上的真假机理及其引导动物行为的作用。
ἢ μήποτε καὶ τηνικαῦτα περὶ ταὐτὸν μὲν καὶ ἐν ταὐτῷ χρόνῳ, οὐχ ὡσαύτως δὲ ἐνεργοῦσιν, ἀλλ’ ἡ μὲν αἴσθησις πρὸς τὸ ἔξωθεν αἰσθητὸν ἀπερείδεται καὶ ὑπ’ ἐκείνου κινεῖται, ἡ φαντασία δὲ περὶ τὸ εἶδος ὃ ἡ αἴσθησις ἀνεμάξατο, καὶ γίνεται ὅπερ τὸ αἰσθητὸν τῇ αἰσθήσει, τοῦτο ἡ κατ’ ἐνέργειαν αἴσθησις τῇ φαντασίᾳ.1 τῷ δὲ ἀμφοτέρας τὰς κινήσεις ἅμα συμβαίνειν μάλιστα ἐντεῦθεν αὐτῶν δυσθήρατος ἡ διαφορά·2 ἐπεὶ ὅτι γε ἕτεραι, δῆλον ἐκ τοῦ τὴν μὲν αἴσθησιν τῆς ἐνεργείας παύεσθαι προτέραν ἐπὶ πολλῶν, τὴν φαντασίαν δὲ παραμένειν· τηνικαῦτα γὰρ τὸ ἴχνος ὃ κατέχουσα ἡ αἴσθησις εἰς τὸ ἔξωθεν αἰσθητὸν ἀπετείνετο γίνεται ὑποκείμενον τῇ φαντασίᾳ, ὥσπερ εἰ δι’ ὅλου μὲν ὁ κηρὸς ἀνεμάττετο τὴν σφραγῖδα, ἀναμαξάμενος δὲ καὶ περιπτυγεὶς αὐτῇ πάλιν τὸν αὐτὸν τύπον ἐνεσημαίνετο τῷ ἀέρι, ὥστε καὶ ἀπελθόντος τοῦ κηροῦ καὶ τοῦ δακτυλίου μεμορφῶσθαι τὸν ἀέρα τὸν περικείμενον. ἀλλ’ αὗται μὲν ἀψύχων σωμάτων αἱ πείσεις, ἐπὶ δὲ τῶν ἐμψύχων ἕτερος τρόπος· τὸ γὰρ πάσχειν ἐπὶ τούτων ἐνεργεῖν ἐστὶ μᾶλλον καὶ τελειοῦσθαι, τελειοῦται δὲ ἡ φαντασία ὑπὸ τῆς αἰσθήσεως εἰς ἐνέργειαν προϊοῦσα, ὥσπερ ἡ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν. μάλιστα δὲ ἐπὶ τῶν ζῴων ἐστὶ λαβεῖν τὴν διαφοράν, ἐν οἷς φαμὲν αἴσθησιν μὲν εἶναι, φαντασίαν δὲ μή, οἷον μυιῶν τε καὶ σκωλήκων καὶ πολλῶν τοιουτοτρόπων ἑτέρων. κινεῖται μὲν γὰρ ὑπὸ τῶν αἰσθητῶν, οὐ μὴν ὥστε κατέχειν δύνασθαι τὰ αἰσθητά· φέρεται οὖν ὅπῃ καὶ τύχοι ἀποροῦντα δυνάμεως καθεκτικῆς τῶν αἰσθητῶν. πλήξει τοίνυν ἔοικεν ἡ αἴσθησις ἐπ’ αὐτῶν μηδὲ ἀκαρεῖ παραμένουσα. ἐφ’ ὧν δὲ τὸ ἐκμαγεῖον τῶν αἰσθητῶν στερεώτερον, ἐπὶ τούτων ἡ φύσις προσέθηκε τῇ αἰσθήσει δύναμιν ἑτέραν ὥσπερ ταμιεῖον ἐσόμενον τῶν αἰσθημάτων. Διὰ τοῦτο οὖν οὔτε ἄνευ αἰσθήσεως ἡ φαντασία οὔτε ἄλλων πραγμάτων, ἀλλ’ ὧνπερ ἡ αἴσθησις· καὶ γὰρ εἰ νοητῶν ποτὲ γίνεται φαντασία, ἀλλὰ καὶ ὡς ἐξάπτεται τῆς αἰσθήσεως. ὥσπερ οὖν ὁ αὐτὸς κηρὸς καὶ δέχεσθαι τὴν σφραγῖδα πέφυκε καὶ τηρεῖν, καὶ καθὸ μὲν δέχεται, ἑτέραν ἄν τις φαίη περὶ αὐτὸν δύναμιν θεωρεῖσθαι καθ’ ἣν εἰκτικὸς καὶ εὐτύπωτος ὑπὸ τοῦ γλύμματος, καθὸ δὲ τηρεῖ, ἑτέραν αὖθις κεκτῆσθαι καθ’ ἣν στερεωτέρας φύσεως καὶ μονιμωτέρας τετύχηκεν· τοῦτο αὐτό ἐστι καὶ περὶ ψυχῆς ἀποφήνασθαι, ὅτι καθὸ μὲν κινεῖται ὑπὸ τῶν αἰσθητῶν αἰσθητικὴν ἔχει τὴν δύναμιν, καθὸ δὲ τηρεῖν οἵα τε τὰ αἰσθήματα, φανταστικήν. δῆλον τοίνυν ὅτι, ἡνίκα καὶ ἡ αἴσθησις περὶ τὸ αἰσθητὸν ἐνεργεῖ, τηνικαῦτα καὶ ἡ φαντασία· οὐ γὰρ δὴ ἀσύνετος οὐδὲ ἀναντίληπτος γινομένη τηρεῖν οἵα τε ἦν τὸ ἴχνος καὶ ἀπελθόντος τοῦ αἰσθητοῦ καὶ προβάλλεσθαι ὡς ἐγνωκυῖα. ὅσα τοίνυν τῶν ζῴων ταύτης μετείληφε τῆς δυνάμεως, πολλὰ κατ’ αὐτὴν καὶ ποιεῖ καὶ πάσχει ποτὲ μὲν ὀρθῶς ἐνεργούσης ποτὲ δὲ ἡμαρτημένως, τὸ δὲ ὀρθῶς καὶ μὴ ὀρθῶς παρὰ τῆς αἰσθήσεως αὐτῇ προσγίνεται· συναπολαύειν γὰρ ἀνάγκη τοῖς ἐκείνης κατορθώμασι καὶ ἁμαρτήμασι τὴν φαντασίαν, καὶ συναληθεύειν μὲν ἀληθευούσῃ, συμψεύδεσθαι δὲ ψευδομένῃ. ὥσπερ τοίνυν ἡ αἴσθησις τῶν μὲν ἰδίων ἀληθής ἐστιν ἢ ὅτι ὀλίγιστον ἔχουσα τὸ ψεῦδος, δεύτερον δὲ τῶν ὑποκειμένων τοῖς ἰδίοις καὶ οἷς ἐκεῖνα συμβέβηκε, καὶ ἐνταῦθα ἤδη ἐνδέχεται διαψεύδεσθαι (ὅτι μὲν γὰρ λευκὸν τὸ προσιόν, ὀρθῶς καὶ κρίνει καὶ ἀποφαίνεται, ὅτι δὲ Σωκράτης ὁ προσιών, διαμαρτάνει), τρίτον δὲ τῶν κοινῶν καὶ τοῖς ἰδίοις συναπτομένων, λέγω δὲ οἷον κινήσεως καὶ μεγέθους καὶ ἀριθμοῦ καὶ σχήματος περὶ ἃ μάλιστά ἐστιν ἀπατηθῆναι κατὰ τὴν αἴσθησιν, ὅταν τὸ πλειόνων ἔργον μιᾷ τινὶ αὐτῶν ἐπιτρέπωμεν·3 οὕτω δὴ καὶ ἡ φαντασία περὶ μὲν τὰ ἴδια αἰσθητὰ τῆς αἰσθήσεως ἐνεργούσης ἀληθὴς καὶ αὕτη, περὶ δέ γε τὰ ὑποκείμενα καὶ τὰ κοινὰ 〈καὶ〉 παρούσης τῆς αἰσθήσεως καὶ ἀπούσης διαψεύδεται· παρούσης μὲν ἐξ ἀνάγκης, συνεξαμαρτάνειν γὰρ αὐτὴν ἀναγκαῖόν ἐστι τῇ αἰσθήσει· ἀπούσης δὲ ὅταν ἐγκαταλείμματα μὴ οἷάπερ εἴληφε διαφυλάττῃ· καὶ μάλιστα ὅταν πόρρω ὄντος τοῦ αἰσθητοῦ ἡ αἴσθησις ἀντιλάβηται. εἰ τοίνυν ὅτι μὲν ἔστιν ἡ φανταστικὴ δύναμις τῆς ψυχῆς, ἅπασι φανερόν, οὐδεμίαν δὲ ἄλλην τῶν διηριθμημένων οὖσαν τοιαύτην ὁ λόγος ἐξεῦρεν, λείπεται ταύτην εἶναι ἣν ἡμεῖς φαμὲν κίνησιν τῆς ψυχῆς ὑπὸ τῆς αἰσθήσεως τῆς κατ’ ἐνέργειαν γινομένην. ἐπειδὴ δὲ ἡ ὄψις μάλιστα τιμιωτάτη πασῶν τῶν αἰσθήσεων, καὶ τὸ ὄνομα ἐντεῦθεν ἐκληρονόμησεν ἀπὸ τοῦ φάους, ὅτι ἄνευ φωτὸς οὐκ ἔστιν ἰδεῖν. καὶ ὅπερ εἶπον, διὰ τὸ παραμένειν καὶ ὁμοίας εἶναι ταῖς αἰσθήσεσι τὰς φαντασίας πολλὰ κατ’ αὐτὰς πράττει τὰ ζῷα, τὰ μὲν διὰ τὸ μὴ ἔχειν ἑτέραν δύναμιν κυριωτέραν οἷον τὰ θηρία, τὰ δὲ διὰ τὸ πολλάκις ἐπικαλύπτεσθαι τὴν κυριωτέραν τῆς φαντασίας ἢ νόσοις ἢ ὕπνῳ οἷον οἱ ἄνθρωποι.
或者也许即使在彼时,它们虽然关乎同一事物且在同一时间中进行现实活动,却不是以同样的方式活动,而是感觉向外部的可感事物倾注并被其推动,而表象则关乎感觉所模印的形式活动,并且正如可感事物之于感觉,现实活动中的感觉之于表象也是如此。由于两种运动同时发生,由此二者的差异便格外难以捕捉;因为它们确实互不相同,这从感觉在许多情况下比表象更早停止现实活动而表象依然留存这一点来看是显而易见的;因为在彼时,感觉所持守并向外部可感事物延伸的痕迹便成为表象的基底,正如蜡在整体上模印了印章,且在模印并包覆印章之后,又将同一印记刻印在空气上,以致即使蜡和戒指离去之后,周围的空气依然成型那样。但这些是无灵魂物体的受动,而在有灵魂之物中情况则有另一种方式;因为在这些存在者中,受动毋宁是进行现实活动和走向完满,表象通过迈向现实活动而被感觉所完满,正如感觉被可感事物[所完满]一样。二者的差异在那些我们说具有感觉却没有表象的动物身上最能被把握,例如苍蝇、蠕虫以及许多其他这类生物。因为它们虽然被可感事物推动,却不足以能够持守可感事物;因此它们由于缺乏持守可感事物的能力而随遇漂流。故而在它们身上,感觉类似于一记打击,甚至不曾停留片刻。而在那些可感事物的印模样更为坚固的动物身上,自然则在感觉之外赋予了另一种能力,作为可感经验的蓄积库。 因此,正因如此,表象既不能离开感觉而存在,也不是关于其他事物的,而是恰恰关于感觉所关乎的事物;因为即使有时产生关于可知事物的表象,即便如此它也附着于感觉。因此,正如同一块蜡生来既能接受印章又能保存它,就其接受而言,人们可以说在它之中看到另一种能力,依此能力它顺从而易于被雕刻物所印刻;而就其保存而言,它又拥有另一种能力,依此能力它获得了更为坚固和持久的本性;关于灵魂也完全可以做出同样的宣称:即就其被可感事物推动而言,它具有感觉能力;而就其能够保存可感经验而言,它具有表象能力。因此显而易见的是,当感觉关乎可感事物进行现实活动时,表象在彼时亦同样活动;因为[表象]绝非由于变得无知觉或不领会,才能够在可感事物离去之后依然保存痕迹并作为已知者将其呈现出来。因此,凡是分有这一能力的动物,都依循它做出并经验许多事情,表象活动有时是正确的,有时则是错误的;而正确与不正确是由感觉附加给它的;因为表象必然分担那[感觉]的成功与过失,且在它言真时一同言真,在它言假时一同受欺。因此,正如感觉关乎自身特有的可感事物是真实的,或者具有极少的虚假;其次关乎特有可感事物的基底以及那些特有可感事物所偶性归属的事物,在这里已经可能受欺(因为走近之物是白色的,它正确地判定并宣称,但走近者是苏格拉底,它却发生错误);第三关乎共通的可感事物以及与特有可感事物相连的事物——我指的是运动、大小、数量和形状这类事物,每当我们把多数[感觉]的功能托付给它们之中的某一种时,在感觉中最容易受到欺骗——同样,表象在感觉活动时关乎特有的可感事物,它自身也是真实的,但关乎基底和共通的可感事物,无论在感觉在场还是不在场时都会受欺:在场时是出于必然,因为表象必然连带感觉一同犯错;而在不在场时,则是当它未能如其所接收的那样保存残留物时[会受欺];尤其是当可感事物距离遥远而感觉加以领会时更是如此。因此,既然灵魂的表象能力的存在对所有人而言都是显而易见的,而论证在所列举的各项中并未发现有任何其他能力是这般的,那么便只剩下表象就是我们所说的那种由现实活动中的感觉所产生的灵魂运动。而且既然视觉是所有感觉中最为尊贵的,〔表象〕便也从光中继承了这一名称,因为没有光就不可能看见。正如我所说,由于诸表象得以留存并与诸感觉相似,动物们依循它们行出许多事情:一部分是因为没有另一种更为首要的能力,如野兽;另一部分则是因为比表象更为首要的能力常常被疾病或睡眠所遮蔽,如人类。
- 3.3γίνεται ὅπερ τὸ αἰσθητὸν τῇ αἰσθήσει, τοῦτο ἡ κατ’ ἐνέργειαν αἴσθησις τῇ φαντασίᾳ
一种比例结构,由关系词 ὅπερ 引导的关系分句 ὅπερ τὸ αἰσθητὸν τῇ αἰσθήσει[ἐστί]与主句中的指示代词 τοῦτο 相应。主句的主语是后置的 ἡ κατ’ ἐνέργειαν αἴσθησις,指示代词 τοῦτο 作为表语呼应前面的关系分句,表达“可感事物之于感觉是何者,现实活动中的感觉之于表象便成为何者”。
- 3.3τῷ δὲ ἀμφοτέρας τὰς κινήσεις ἅμα συμβαίνειν μάλιστα ἐντεῦθεν αὐτῶν δυσθήρατος ἡ διαφορά
带冠词不定式 τῷ ... συμβαίνειν 是表示原因的与格结构,与副词句 ἐντεῦθεν(“由此、因这缘故”)配合,先行引出主句的原因。主句的主干为 ἡ διαφορὰ αὐτῶν δυσθήρατός [ἐστι](“二者的差异是难以捕捉的”)。
- 3.3ὅταν τὸ πλειόνων ἔργον μιᾷ τινὶ αὐτῶν ἐπιτρέπωμεν
πλειόνων 是指“多数感觉”的属格,αὐτῶν 则是指感觉全体的部分属格。此处指的是,共通可感事物(如运动、大小)原本属于多种感觉共同协同的职能,但当人们将其判断交付给其中单一的一种感觉时,最容易产生欺骗。
