- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:87.17-89.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯驳斥了恩培多克勒和荷马等早期自然哲学家将感觉与理性认识混为一谈且无法解释认识错误的观点,阐明了感觉与理智的本质区别,并指出表象是受意志支配的意象浮现,而判断则是受到真理自明性约束的非随意认识活动。
3. Ἐπειδὴ δέ φαμεν οὐκ αἰσθήσει μόνον γνωρίζειν καὶ κρίνειν ἀλλὰ καὶ λόγῳ καὶ διανοίᾳ, τί ἂν διαφέροι τὰ κριτήρια ταῦτα ἀλλήλων, σκεπτέον ἐφεξῆς. ὅτι δὲ οὐ παρέλκουσα ἡ ζήτησίς ἐστιν, δῆλον ἐκ τῶν ἀρχαιοτέρων φυσικῶν· σχεδὸν γὰρ ταὐτὸ ποιοῦσι τὴν αἴσθησιν οὗτοι τῷ λόγῳ, Ἐμπεδοκλῆς μὲν λέγων πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισι· τοῦτο γὰρ αἰσθήσεως ἴδιον ὑπὸ τῶν αἰσθητῶν παρόντων κινεῖσθαι. καὶ Ὅμηρος δὲ συντρέπεσθαι τὸν νοῦν ὑπολαμβάνων καὶ συναλλοιοῦσθαι τῷ περιέχοντι σωματικὴν οἴεται τὴν φύσιν τοῦ λόγου, καὶ σχεδὸν αἴσθησιν ποιεῖ τὸν νοῦν· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων οἷον ἐπῆμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. ὅλως δὲ ὅταν ἐκ τῶν τοῦ παντὸς ἀρχῶν συνιστάντες καὶ τὴν ψυχὴν εἶτα ποιῶσιν αὐτὴν τὰ ὄντα γνωρίζειν τῇ θίξει τοῦ ὁμοίου, οὐδὲν ἄλλο ἢ σῶμα μὲν ποιοῦσι τὸν νοῦν, συντρέπεσθαι δὲ τοῦτον τοῖς σώμασιν ἃ γινώσκει. καίτοι γε ἐχρῆν αὐτοὺς οὐ μόνον ὅπως γινώσκει διδάσκειν ἡμᾶς, ὅτι θιγγάνουσα τοῦ ὁμοίου, ἀλλὰ καὶ ὅπως ἐξαπατᾶται· συνηθέστερον γὰρ τὸ πάθος τοῦτο τοῖς ζώοις καὶ πλείω παραμένει χρόνον· οἱ δὲ ὅπως μὲν γινώσκομεν, ὅτι τῇ θίξει τοῦ ὁμοίου φασίν· ὅπως δὲ ἀγνοοῦμεν, οὐ προσδιδάσκουσιν, οὐκ ἐννοοῦντες ὅτι πολλοστὸν μέρος ἐστὶν ἃ γιγνώσκομεν ὧν ἀγνοοῦμεν· ἄλλως τε ὅτι καὶ τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη καὶ μία ἄγνοια· ὁ γὰρ τὸ ἀγαθὸν ὡς ὠφέλιμον γινώσκων καὶ τὸ κακὸν ὅτι βλαβερὸν συνεπίσταται, καὶ ὁ περὶ θάτερον ἐξαπατώμενος ἐξαπατᾶται καὶ περὶ θάτερον. χρὴ οὖν ἢ τοῖς ἐναντίοις ἡμᾶς ὁμοιοῦσθαι ἅμα, ὅταν τἀναντία γινώσκωμεν, ἢ τοῖς ἐναντίοις ἀνομοιοῦσθαι, ὅταν περὶ τὰ ἐναντία ἐξαπατώμεθα· ἄμφω δὲ ὁμοίως ἀδύνατα. Ἀλλὰ ταῦτα μὲν ἔξω τοῦ παρόντος λόγου· ὅτι δὲ ἡ αἴσθησις οὐ ταὐτὸν τῇ λογικῇ δυνάμει τῆς ψυχῆς, προχειρότατον εἰπεῖν, ὅτι τῆς μὲν μετέχει πάντα τὰ ζῷα, τῆς δὲ ἄνθρωπος μόνος, καὶ τῆς μὲν λογικῆς δυνάμεως ἄλλαι διαφοραί, τῆς αἰσθήσεως δὲ αἱ πέντε, καὶ τὰ κατορθώματα ἕτερα μὲν τῆς αἰσθήσεως, ἕτερα δὲ τοῦ νοῦ. ταράττεσθαι δὲ οὐ χρή, εἰ ποτὲ μὲν νοῦν, ποτὲ δὲ δύναμιν λογικήν, ποτὲ δὲ νόησιν, ποτὲ δὲ διάνοιαν τὸ αὐτὸ πρᾶγμα τοῦτο καλοῦμεν· προϊόντες γὰρ τὰ ὀνόματα ἀκριβέστερον διακρινοῦμεν, νῦν δὲ ὅσον τὰς πρὸς τὴν αἴσθησιν διαφορὰς εἰπεῖν ὡς ταὐτὸ σημαίνουσι πᾶσι τούτοις κεχρήμεθα τοῖς ὀνόμασι. καὶ νοῦ μὲν ἀρετὰς δόξαν ὀρθήν φαμεν καὶ ἐπιστήμην καὶ φρόνησιν, αἰσθήσεως δὲ οὐδαμῶς, καὶ αὖθις λόγου μὲν κακίας ψευδοδοξίαν καὶ ἀνεπιστημοσύνην καὶ ἀφροσύνην, αἰσθήσεως δὲ οὐδεὶς ἂν εἴποι ταύτας κακίας. καὶ αἴσθησις ἡ μὲν τῶν ἰδίων ἡ δὲ τῶν κοινῶν, καὶ ἥ γε τῶν ἰδίων ὡς τὰ πολλά ἐστιν ἀληθής, νοῦς δὲ εἰ καὶ ἄλλως τῷ νῷ τὰ μὲν ἴδια τὰ δὲ κοινά, ὅμως περὶ τὰ ἴδια μᾶλλον ἢ περὶ τὰ κοινὰ ἐξαπατᾶται· λαμβάνει γοῦν τὰ κοινὰ πρῶτα ὡς γνωριμώτερα. εἰ δὲ ὅτι πολλὰ καὶ τῶν ἀλόγων ζώων μετέχειν φαμὲν διανοίας, οὐδὲν πρὸς τὸν λόγον·1 καταχρώμεθα γὰρ ἐπ’ αὐτῶν τῷ τῆς διανοίας ὀνόματι. τὰ δὲ διανοίας μὲν οὐδαμῶς κοινωνεῖ, φαντασίας δὲ ἴσως ἔνια, ἥπερ ἀμείνων μὲν δύναμις τῆς αἰσθήσεως, πολὺ δὲ ὑποβεβηκυῖα τῆς διανοίας, καὶ ὥσπερ ἀμφοῖν ἐν μεθορίῳ κειμένη καὶ ἐπακολουθοῦσα μὲν τῇ αἰσθήσει, προλαμβάνουσα δὲ τὴν ὑπόληψιν. ὑπόληψιν γὰρ ὀνομάζω πᾶσαν τὴν κριτικὴν ἕξιν τῆς λογικῆς δυνάμεως συλλαβών,2 ἧς καθάπερ γένους ὑπάρχοντος εἴδη ἂν νομίζοιτο δόξα καὶ ἐπιστήμη καὶ φρόνησις. δέονται μὲν οὖν ἅπασαι αἱ δυνάμεις αὗται φαντασίας προηγουμένης, οὐ μὴν αἱ αὐταί εἰσι τῇ φαντασίᾳ. ὅλως γὰρ τὸ ὑπολαβεῖν εἴτε δοξαστικῶς, εἴτε ἐπιστημονικῶς, εἴτε δὴ κατὰ φρόνησιν ἑτέρας ἐστὶ δυνάμεως καὶ οὐ φαντασίας. τοῦτο μὲν γὰρ τὸ πάθος, λέγω δὲ τὴν φαντασίαν, ἐφ’ ἡμῖν ἐστὶν ὅταν βουλώμεθα ὑποβαλέσθαι·3 πρὸ ὀμμάτων γὰρ ἔστι ποιήσασθαι προελομένους νῦν μὲν ἵππον, νῦν δὲ κύνα, νῦν δὲ ὅ τι δήποτε, ὑπολαβεῖν δὲ καὶ κρῖναι περί τινος οὐχ ὅ τι ἂν ἡμεῖς προελώμεθα δυνατόν, ἀλλ’ ὅ τι ἂν τὸ δοκοῦν ἐναργὲς ἐπαναγκάσῃ. οὐ γὰρ οἷόν τε πρὸς τὸ φανὲν ψεῦδος μὴ ἀνανεῦσαι, ἀλλ’ ὅτι μὲν τὰ δὶς δύο τέσσαρα ἀναγκαῖον συγκαταθέσθαι, ἄν τε βουλώμεθα ἄν τε καὶ μή· ὅτι δὲ τὰ δὶς δύο πέντε, οὐκ ἄν τις γινώσκων ἀριθμὸν συγχωρήσειεν, ἢ ὅτι ἄνθρωπος οὐκ ἔστι δίπουν, ἢ ὅτι τὸ πῦρ οὐκ ἔστι θερμόν. κἂν γὰρ λέγῃς τὸν ἄνθρωπον εἶναι τετράπουν, κἂν λέγῃς ψυχρὸν εἶναι τὸ πῦρ, λέγεις μέν, οὐχ ὑπολαμβάνεις δὲ οὕτως.
3. 但是,既然我们说我们不仅通过感觉,而且通过逻各斯和思想来进行认识和评判,那么接下来必须考察这些评判标准彼此之间有何不同。而这一探求绝非多余,这从早期的自然哲学家那里就可以看得很清楚;因为他们几乎将感觉与逻各斯等同起来,恩培多克勒说:“因为人的智慧随现前之物而增长”;因为为现前之可感物所推动,乃是感觉所特有的。荷马也通过假定心灵随着周围环境而转变并一同改变,认为逻各斯的本性是物体性的,且几乎把心灵当作了感觉:“因为地上凡人的心灵,正如同人类与众神之父所带来的日子那样。” 总体而言,当他们从宇宙的诸本原构成灵魂,进而使灵魂通过对同类的触碰来认识存在之物时,他们无非是把心灵当成了物体,并让它随着它所认识的诸物体一同转变。然而,他们本应当不仅教导我们它如何认识——即通过触碰同类——而且教导我们它如何受骗;因为这一受动对于动物而言更为常见,且持续更长的时间;但他们虽然声称我们如何认识乃是通过对同类的触碰,却没有进一步教导我们如何处于无知,没有意识到我们所认识的事物比起我们所无知的事物来只是极小的一部分;尤其是在相反者的知识是单一的、其无知也是单一的这一事实面前;因为将善作为有益者加以认识的人,同时也认识到恶是有害的,而在其中一方受欺骗的人,在另一方也会受欺骗。因此,当我们认识相反者时,我们必须同时与相反者相似;或者当我们关于相反者受欺骗时,必须与相反者不相似;但这二者同样是不可能的。不过,这些事情不在当前的论述之内;而感觉并不等同于灵魂的理性能力,最简明易说的理由就是:所有的动物都分有前者,而唯有人分有后者;并且理性能力有不同的划分,感觉则有那五种;而且感觉的成功成就与心灵的成功成就也是不同的。但若我们有时将这同一事物称为心灵,有时称为理性能力,有时称为思惟,有时称为思想,并不必感到困惑;因为随着论述的推进,我们将更精确地辨析这些名称,但现在,只要能够说明对于感觉的差异,我们便将所有这些名称作为指称同一事物来使用。并且我们说正确的意见、知识和明智是心灵的德性,却绝非感觉的德性;反过来,虚假的意见、缺乏知识和愚妄是逻各斯的恶德,但绝没有人会称这些为感觉的恶德。此外,感觉一部分关乎固有对象,一部分关乎共同对象,且关乎固有对象的感觉大部分是真实的;而心灵——即使在心灵那里固有者与共同者具有另一种意义——然而关于固有者却比关于共同者更容易受欺骗;至少它将共同者作为更可知者首先把握。如果说我们声称许多无理性的动物也分有思想,这与论证毫无关系;因为我们在它们身上乃是转用了思想的名称。它们绝不分有思想,尽管其中一些或许分有表象;表象是优于感觉但远逊于思想的能力,它仿佛位于二者的边界,既跟随感觉,又先于判断。因为我将理性能力的全部评判性品质统括称为“判断”,它如同作为属而存在,意见、知识和明智便可被视为其种。因此,所有这些能力都需要在先的表象,但它们与表象并非同一。因为总体而言,不论以意见的方式、以科学的方式、还是依照明智来进行判断,都属于另一种能力,而非表象。因为这一受动,我指的是表象,当我们想要唤起它时是取决于我们自身的;因为在作出选择之后,人们可以在眼前此时呈现一匹马,此时呈现一条狗,此时呈现任何想要的东西;但是就某事物进行判断和评判,却不可能如我们所选择的那样,而只能依照那显明的真相所强迫的方式。因为对于显现为虚假的事物,不可能不加以拒绝;相反,二乘二等于四,无论我们愿意与否,都必然予以赞同;但若说二乘二等于五,任何懂得数目的人都不会承认,正如不会承认人不是两足的,或火不是热的一样。因为即使你说人是四足的,即使你说火是冷的,你固然是这样说了,但你并不这样判断。
- 3.3εἰ δὲ ὅτι πολλὰ καὶ τῶν ἀλόγων ζώων μετέχειν φαμὲν διανοίας, οὐδὲν πρὸς τὸν λόγον
此为引导预设反驳的省略句构:εἰ ὅτι... 意为“如果由于……[而主张感觉与思想等同]”,后接主句 οὐδὲν πρὸς τὸν λόγον[ἐστί](“这与论证毫不相干”)。
- 3.3ὑπόληψιν γὰρ ὀνομάζω πᾶσαν τὴν κριτικὴν ἕξιν τῆς λογικῆς δυνάμεως συλλαβών
此处为双重宾格结构(ὀνομάζω A B:“将A命名为B”),πᾶσαν τὴν κριτικὴν ἕξιν... 为直接宾语,ὑπόληψιν 为补足宾格。分词 συλλαβών 作状语,表示“统括地/统称地”。
- 3.3ὅταν βουλώμεθα ὑποβαλέσθαι
动词 ὑποβάλλω 的中动不定式 ὑποβαλέσθαι 在此处意为“自行在心中唤起/呈现”,与紧随其后的 πρὸ ὀμμάτων ποιήσασθαι(“呈现在眼前”)在内容上构成平行对应。
