← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§85.38-87.16

类比圆心的首要感觉能力与相反者评判

特米斯提乌针对单一感官如何能同时感知相反性质的疑难,将首要感觉能力比作圆心(既是一又是多),论证该无形体的能力居于第一感觉精气之上,它是通过观照而非被动承受来评判相反者,并说明统觉亦由此单一能力实现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2#3

οὐκ ἦν οὖν τὸ ἄτοπον τηλικοῦτον ἐπὶ τῶν διαφόρων αἰσθήσεων· ἐπ’ ἐκείνων γὰρ τὰ ἀγγελλόμενα ἕτερα μὲν ἦν, οὐ μὴν ἐναντία, ὡς εἶχε τὸ γλυκὺ καὶ τὸ ξανθόν, ἀλλ’ ἔοικεν ἐπὶ τῆς μιᾶς αἰσθήσεως καὶ τοῦ ἑνὸς αἰσθητηρίου τὸ συμβαῖνον εἶναι ἀτοπώτερον, πῶς τῶν ἐναντίων ἅμα αἰσθάνεται. ἆρ’ οὖν ἱκανὸν καταφυγεῖν εἰς ἐκεῖνον αὖθις τὸν λόγον τὸν λέγοντα τὴν δύναμιν τὴν αἰσθητικὴν εἰς ἣν πᾶσαι αἱ τῶν αἰσθητηρίων εἰσαγγελίαι διαπέμπονται, μίαν1 μὲν εἶναι τῷ ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ, τῷ λόγῳ δὲ πλείους; ἐπὶ πολλῶν γὰρ οὗτος ὁ λόγος πολλὰς διέλυσεν ἡμῖν ἀπορίας. πῶς μὲν οὖν διῃρημένη αὕτη ἡ δύναμις τῶν διῃρημένων αἰσθάνεται, πῶς δὲ ἀδιαίρετος2 [τῶν διῃρημένων]· τῷ εἶναι μὲν γὰρ διῃρημένη, τουτέστι τῷ λόγῳ, τόπῳ δὲ καὶ ἀριθμῷ ἀδιαίρετος. ἢ ἐπὶ ταύτης γε τῆς ἀπορίας οὐδὲ τοῦθ’ ἱκανόν· δυνάμει μὲν γὰρ ταὐτὸν καὶ διαιρετὸν εἶναι καὶ ἀδιαίρετον ἴσως οὐδὲν θαυμαστόν, ὥσπερ δυνάμει ταὐτὸν ψυχρὸν καὶ θερμὸν καὶ λευκὸν καὶ μέλαν, ἀλλ’ ἐνεργεῖν γε ἅμα κατ’ ἄμφω τὰ ἐναντία ἀδύνατον, ἀλλ’ ἀνάγκη τὰς διαφερούσας ἐνεργείας ἢ τῷ χρόνῳ διῃρημένας ἢ τοῖς ἐνεργοῦσιν ὑπάρχειν. οὕτως οὖν οὐδὲ τὰ εἴδη παραδέχεσθαι ἅμα τὰ ἐναντία δυνατόν, εἰ τοιοῦτον ἡ αἴσθησις καὶ ἡ νόησις, ὡς δέχεσθαι τὰ εἴδη τῶν αἰσθητῶν ἢ τῶν νοητῶν. ἀλλ’ ἐκεῖνο ἄν τις μᾶλλον εὐλογώτερον ὑπολαμβάνοι ἐοικέναι τὴν δύναμιν τὴν αἰσθητικὴν τῇ στιγμῇ, μᾶλλον δὲ τῷ κέντρῳ τοῦ κύκλου, εἰς ὃ πᾶσαι αἱ ἐκ τῆς περιφερείας γραμμαὶ τελευτῶσιν. αὕτη γὰρ ἡ στιγμὴ ἅμα καὶ μία καὶ πλείους· μία μέν, ἓν γὰρ τὸ κέντρον τοῦ κύκλου· πλείους δὲ ὅτι πλειόνων εὐθειῶν καὶ διαφερουσῶν ἐστὶ πέρας· ὥστε καὶ ἀδιαίρετος ἡ στιγμὴ καὶ διαιρετή, καὶ ταῦτα ἅμα. τοῦτον τοίνυν τὸν λόγον ἐχέτω καὶ ἡ δύναμις ἣν πρώτως αἰσθητικὴν δεῖ καλεῖν καὶ πρώτως αἴσθησιν· μία γὰρ οὖσα πλειόνων ἐστὶ πέρας ὀργάνων. ᾗ μὲν οὖν μία καὶ ἀδιαίρετος, ἓν τὸ κρῖνόν ἐστι καὶ ἅμα, ᾗ δὲ πολλῶν διῃρημένων πέρας ἐστί, πολλαὶ γίνονται ἡ μία, ὥστε καὶ πολλὰ κρίνειν οὐ κεκώλυται κεχωρισμένα καὶ μία εἶναι· ἔστι γὰρ ἅμα καὶ μία καὶ πολλαί. ἔτι ὃ πολλάκις εἰρήκαμεν, οὐκ αὐτὴ λευκαίνεται καὶ μελαίνεται ἅμα, ἢ ψύχεται καὶ θερμαίνεται· τοῦτο γὰρ τὸ ἄτοπον ἦν· ἀλλ’ εἰσαγγέλλει μὲν ἕκαστον αἰσθητήριον τὰς οἰκείας διαφοράς, ἡ δὲ ἀσώματος οὖσα τῷ λόγῳ καὶ ἐπὶ τοῦ πνεύματος βεβηκυῖα τοῦ πρώτως αἰσθητικοῦ, ἐξ οὗ τὰ αἰσθητήρια σύμπαντα ὥσπερ ἐκ πηγῆς ἐκπνεῖται, καὶ εἰς ὃ πᾶσαι συμφοιτῶσιν αἱ παρὰ τῶν αἰσθητῶν ἀγγελίαι, οὐκ αὐτὴ πάσχουσα τὰ ἐναντία ἀλλὰ θεωροῦσα τὰ ἐναντία κρίνει καὶ ἀποφαίνεται τὸ λευκὸν τοῦ μέλανος ἕτερον εἶναι καὶ τὸ λευκὸν τοῦ γλυκέος. οὐ τὸ κρίνειν δὲ ἅμα τὰ ἐναντία ἄτοπον ἦν, ὥσπερ οὐδὲ δικάζειν ἅμα τοῖς ἀντιλέγουσι πρὸς ἀλλήλους, ἀλλὰ τὸ πάσχειν ἅμα τὰ ἐναντία. Δῆλον τοίνυν ἐξ ἁπάντων ἐστὶν ὅτι μήτε ἡ ὄψις ἡ πρώτη ἐστὶν ἐν τῇ κόρῃ, μήτε ἡ ἀκοὴ ἡ πρώτη ἐν τοῖς ὠσί, μήτε ἡ γεῦσις ἐν τῇ γλώττῃ, ἀλλὰ καὶ ἡ ὄψις ἡ πρώτη καὶ ἡ γεῦσις καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις καὶ ἡ ἁφὴ ἐν τῷ πνεύματι τῷ πρώτῳ ὑπάρχουσι τῷ αἰσθητικῷ, καὶ ὅταν λέγωμεν πέντε εἶναι τὰς πάσας αἰσθήσεις, πέντε εἶναι λέγομεν τὰ αἰσθητήρια καὶ πέντε εἶναι τοῦ πνεύματος τοῦ αἰσθητικοῦ ὥσπερ ἐκ πηγῆς μιᾶς ὀχετοὺς διὰ τῶν ὀργάνων ἀποχετευομένους, τὴν δὲ κυρίως αἴσθησιν καὶ πρώτως οὖσαν [ἐν] τούτοις χρωμένην, καὶ χώραν μὲν εἰσαγγελέων ἔχειν τὰς πέντε, ἄρχοντος δὲ ἢ βασιλέως τὴν μίαν. ὡς γὰρ ἐκεῖ πολλοὶ μὲν οἱ ἀγγέλλοντες, εἷς δὲ ὁ κρίνων, οὕτως καὶ ἐνταῦθα πολλὰ μὲν τὰ μηνύοντα ὄργανα, ἓν δὲ τὸ περὶ πάντων ἀποφαινόμενον. ταύτῃ τοίνυν αἰσθανόμεθα καὶ ὅτι ὁρῶμεν τῇ ὄψει, καὶ ὅτι ἀκούομεν τῇ ἀκοῇ· ἡ γὰρ τῆς διαφορᾶς τῶν ἐνεργειῶν, ταύτῃ καὶ τῶν ἐνεργειῶν αὐτῶν αἰσθανόμεθα.3 οὐ τῇ ὄψει οὖν κρίνομεν τὴν ὄψιν, ὡς μικρῷ πρόσθεν ἐδόκει, ἀλλὰ τῇ μιᾷ τῇ πρὸς ἕκαστον τῶν αἰσθητηρίων τεταγμένῃ. περὶ μὲν οὖν αἰσθήσεως ἔστω ταῦτα διωρισμένα.

因此,在不同感觉的情形下,荒谬之处还并不如此巨大;因为在那些情形下,所汇报的事物虽属相异,却绝非相反,正如甜与黄的关系那样;但在单一的感觉和单一的感官上所发生的后果似乎更为荒谬,即它如何能同时感知相反的事物。那么,再次求助于那种声称所有感官的汇报所传达至的感觉能力在数目和基体上为一、但在定义[逻各斯]上为多的学说,是否就足够了呢?因为在许多情形下,这一学说曾为我们消解了诸多疑难,即这一能力作为被分割者如何感知被分割的事物,而作为不可分割者又如何感知它们:因为在本质所是上,即在定义上它是被分割的,但在位置与数目上它是不可分割的。或者,即使这一点对于这个疑难而言也是不够的?因为同一事物在潜能上既可分又不可分,这或许丝毫不值得惊异,正如同一事物在潜能上既冷又热、既白又黑一样;但在现实活动中同时依照两个相反的两极而活动却是不可能的,相异的现实活动必然要么在时间上被分割,要么在进行现实活动的主体上被分割。因而以这种方式,同时接纳相反的诸形式也是不可能的,如果感觉与思想是接纳可感物或可知物的形式的那样一种事物。倒不如说,人们或许更有理由假定感觉能力类似于一个点,或者更准确地说是圆的中心,圆周引出的所有线都终结于该中心。因为这个点在同一时刻既是一又是多:说它是一,因为圆心是一个;说它是多,因为它构成了多条且相异的直线的界限;以至于该点既不可分又可分,并且这两者是在同一时刻成立的。那么,应当被首先称为感觉能力的、且首先被称为感觉的能力,也应当具有这种关系:因为作为单一者,它是多个器官的界限。因此,就其作为单一且不可分割者而言,进行评判者是一且是同时的;但就其作为诸多被分割者的界限而言,这单一者便成为多,以至于它评判许多相互分离的事物并且自身为一并不受到阻碍;因为它在同一时刻既是一又是多。此外,正如我们多次说过的,它自身并不是同时变白又变黑,或变冷又变热;因为那才是荒谬的事;相反,各个感官汇报其固有的差异,而那在定义上无形体、居于第一感觉精气之上的能力本身——所有的感官如同从泉源中一样自这精气中被喷涌而出,且来自可感物的所有汇报都汇聚于这精气中——自身并不承受相反者,而是通过观照相反者,来评判并断定白不同于黑、白不同于甜。同时评判相反的事物并非荒谬,正如同时裁决彼此争辩的双方并不荒谬一样;荒谬的乃是同时承受相反的事物。那么,从所有这一切中显而易见的是,既非第一视觉存在于瞳孔之中,亦非第一听觉存在于双耳之中,也非味觉存在于舌头之中;相反,第一视觉、味觉、听觉、嗅觉和触觉都存在于第一感觉精气之中,而每当我们说全部的感觉是五种时,我们所说的五种乃是诸感官,乃是从单一泉源中如同水渠般穿过各器官引流出的感觉精气的五条管道;而严格意义上的、首要存在的感觉则使用着这些,且这五种占据着使者的地位,而单一的感觉则占据着统治者或君王的地位。因为正如在那种情形下,汇报者人数众多,但评判者唯有一人;同样在这一情形下,传达通报的器官虽多,但就全部事物作出断定者却是一。因此,我们凭借这一能力也感知到我们以视觉在看、以听觉在听;因为正是凭借感知现实活动之差异的能力,我们也感知到这些现实活动本身。因此,我们并非像不久前所认为的那样以视觉评判视觉,而是以那被指派面对各个感官的单一能力来评判。关于感觉,就规定至此罢。

语法注3 条
  1. 3.2καὶ ὅταν λέγωμεν πέντε εἶναι τὰς πάσας αἰσθήσεις, πέντε εἶναι λέγομεν τὰ αἰσθητήρια καὶ πέντε εἶναι τοῦ πνεύματος τοῦ αἰσθητικοῦ ὥσπερ ἐκ πηγῆς μιᾶς ὀχετοὺς διὰ τῶν ὀργάνων ἀποχετευομένους, τὴν δὲ κυρίως αἴσθησιν καὶ πρώτως οὖσαν [ἐν] τούτοις χρωμένην, καὶ χώραν μὲν εἰσαγγελέων ἔχειν τὰς πέντε, ἄρχοντος δὲ ἢ βασιλέως τὴν μίαν.

    在主要动词 λέγομεν 统辖的间接引语中,并列了多个不定式短语(πέντε εἶναι τὰ αἰσθητήρια、πέντε εἶναι... ὀχετούς 以及 χώραν... ἔχειν)。中间的短语 τὴν δὲ κυρίως αἴσθησιν... χρωμένην 构成宾格分词结构(在句法功能上等同于受 λέγομεν 支配的不定式 χρῆσθαι),用于确立五种感官(使者)与第一感觉(君主)之间的对照关系。

  2. 3.2πῶς μὲν οὖν διῃρημένη αὕτη ἡ δύναμις τῶν διῃρημένων αἰσθάνεται, πῶς δὲ ἀδιαίρετος

    间接疑问从句 πῶς μὲν οὖν... πῶς δὲ... 作为前文 διέλυσεν ἡμῖν ἀπορίας 的同位语说明。在后半句 πῶς δὲ ἀδιαίρετος 之后,承前省略了 τῶν διῃρημένων αἰσθάνεται(校订本中带方括号的 τῶν διῃρημένων 即反映了此种承前补足)。

  3. 3.2ἡ γὰρ τῆς διαφορᾶς τῶν ἐνεργειῶν, ταύτῃ καὶ τῶν ἐνεργειῶν αὐτῶν αἰσθανόμεθα

    关系从句与指示代词的相应结构。写本中的 ἡ 应理解为与后文指示与格 ταύτῃ(“正由此”)相呼应的关系与格 ᾗ(“借由其……”)的讹误或变体。前半从句承后省略了动词 αἰσθανόμεθα,构成“借由[我们感知]现实活动差异的能力,正由此我们也感知到现实活动本身”的句法骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:85.38-87.16