← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§84.25-85.38

作为比例的感觉与共同感觉对差异的辨别

特米斯提乌斯根据调和的可感物所具有的愉悦性论证了感觉即是比例,随后论证了评判跨感官差异(如白与甜)的单一感觉能力(共同感觉)的必然性,并指出了该单一且不可分的能力如何同时承受相反运动所带来的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2#2

δῆλον δὲ ἐντεῦθεν· ἡδίω γὰρ ἡμῖν ἀεὶ τὰ κεκραμένα τῶν αἰσθητῶν ἤπερ τὰ ἄκρατα, οἷον ἐν ψόφοις μὲν αἱ συμφωνίαι, ἐν χυμοῖς δὲ οἱ μεμιγμένοι, καὶ τῶν χρωμάτων δὲ τὰ κεκραμένα, διὸ καὶ τέχναι μουσική τε καὶ γραφικὴ καὶ μυρεψικὴ καὶ ὀψοποιία περὶ τὰς μίξεις καὶ κράσεις τῶν ἄκρων. πᾶσα δὲ μῖξις καὶ κρᾶσις λόγος, ὃς ὅταν γένηται κατ’ ἐνέργειαν αἰσθητός, ὁ αὐτὸς γίνεται τῇ αἰσθήσει. εἰκότως ἄρα ἡ αἴσθησις λόγος· λόγῳ γὰρ ἡ αὐτή. οἱ δὲ ἄκρατοι ψόφοι καὶ ἄμικτοι χυμοὶ εἴτε ὑπερβάλλοντες εἴτε ἐνδέοντες ἢ οὐ κινοῦσι τὴν αἴσθησιν ἢ φθείρουσιν ἢ λυποῦσιν· οὐκέτι γὰρ λόγοι οὐδὲ κράσεις οὐδὲ συμφωνίαι. Ἀλλ’ ἐπειδὴ πολλάκις εἰρήκαμεν ἑκάστην αἴσθησιν ὑπάρχειν ἐν τῷ οἰκείῳ αἰσθητηρίῳ καὶ κρίνειν οὕτως τὸ ὑποκείμενον ἑαυτῇ καὶ τὰς ἐν αὐτῷ διαφοράς, τοῦτο ἄνωθεν ἀναλαβόντες ἀκριβέστερον ἐπισκεψόμεθα. αἰσθανόμεθα τοίνυν οὐ μόνον τὸ λευκὸν τοῦ μέλανος διαφέρον, ἀλλὰ καὶ τὸ λευκὸν τοῦ γλυκέος. ταύτην οὖν τὴν διαφορὰν καθ’ ἣν τὸ λευκὸν τοῦ γλυκέος διενήνοχεν τίς ἐστιν ἡ κρίνουσα δύναμις; οὔτε γὰρ ἡ ὄψις, γλυκέος γὰρ οὐκ αἰσθάνεται· οὔτε ἡ γεῦσις, λευκὸν γὰρ οὐκ οἶδεν. ἀνάγκη δὲ αἰσθήσει καὶ τοῦτο κρίνεσθαι· τῶν γὰρ αἰσθητῶν αἰσθηταὶ καὶ αἱ διαφοραί. οὐδὲν οὖν θαυμαστόν, εἰ ἔμπροσθεν ἡμῖν ἐδόκει μὴ εἶναι τὴν ἁφὴν ἐν σαρκί, ἀλλὰ τὴν σάρκα μὲν εἶναι μεταξὺ τοῦ τε ἁπτοῦ καὶ τοῦ ἁπτικοῦ, ἢ εἴ τις καὶ βούλοιτο καλεῖν αὐτὴν αἰσθητήριον, ἀλλ’ οὔτι γε πρῶτον οὐδὲ ἐν ᾧ ἡ δύναμις ἐγκαθίδρυται ἡ ἁπτική· προϊὼν γὰρ ὁ λόγος εὑρήσει μὴ περὶ τὴν σάρκα τοῦτο μόνον συμβεβηκέναι, ἀλλὰ καὶ περὶ τὰ λοιπὰ αἰσθητήρια, οἷον λέγω τὴν κόρην καὶ τοὺς διὰ τῶν ὤτων πόρους. μικρὸν δὲ ἀναληπτέον. ὥσπερ ᾗ κρίνομεν δυνάμει τὸ λευκὸν τοῦ μέλανος διαφέρειν, αὕτη μία ἐστίν, οὕτω καὶ ᾗ κρίνομεν τὸ γλυκὺ τοῦ θερμοῦ διαφέρειν, καὶ ταύτην ἀνάγκη μίαν εἶναι· οὐ γὰρ οἷόν τε κεχωρισμέναις εἶναι δυνάμεσιν ἢ διεστηκυίαις ἀλλήλων, καὶ τὴν μὲν τοῦ δεῖνος αἰσθανομένην τὴν δὲ τοῦ δεῖνος, κρίνειν ὅτι μὴ ταὐτὸν τοδὶ καὶ τοδί. οὕτω μὲν γὰρ κἂν εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο, δῆλον ἂν εἴη ὅτι ἕτερα ταῦτα ἀλλήλων. ἀλλ’ οὐχ οἷόν τε, ἀλλ’ ἓν δεῖ ὑπάρχειν ὃ ἀμφοῖν αἰσθανόμενον οὐ λέγει1 ἓν ἄμφω καὶ ταὐτὸν δεῖν εἶναι ὃ μὴ ταὐτόν φησι τῷ γλυκεῖ τὸ λευκόν.2 ὡς οὖν λέγει περὶ τοῖν δυοῖν, οὕτω τοῖν δυοῖν καὶ αἰσθάνεται· λέγει δὲ ὡς ἓν ἀμφότερα ἐπεσκεμμένον, οὕτως ἄρα αὐτῶν καὶ αἰσθάνεται. οὐ μόνον δὲ ὡς αὐτὸ ἓν ἀλλὰ καὶ ὡς ἐν χρόνῳ ἑνί· ὅταν γὰρ αἰσθάνηται τοῦ μέλιτος ξανθοῦ καὶ γλυκέος, ἢ τῆς χιόνος ψυχρᾶς τε καὶ λευκῆς, οὐκ ἐν ἄλλῳ μὲν τῆς λευκότητος αἰσθάνεται χρόνῳ ἐν ἄλλῳ δὲ τῆς ψυχρότητος, ἀλλ’ ἐν τῷ αὐτῷ καὶ ἑνί· καὶ ὅτε λέγει θάτερον ὅτι ἕτερον, τότε καὶ θάτερον· λέγω δὲ οὐ κατὰ συμβεβηκὸς τὸ ὅτε. εἴποιμ’ ἂν γὰρ ἐγὼ νῦν ὅτι Πλάτων ὁ φιλόσοφος εἰς Σικελίαν ἀφῖκται, ἀλλὰ νῦν μὲν λέγω, οὐ μέντοι γε ὅτι καὶ νῦν. ἡ δὲ κρίνουσα τὴν τοῦ λευκοῦ πρὸς τὸ ψυχρὸν διαφορὰν καὶ νῦν λέγει, καὶ νῦν ὅτι καὶ νῦν λέγει. ἅμα ἄρα, ὥστε οὐκ αὐτὴ μόνον μία ἀλλὰ καὶ ἐν χρόνῳ ἑνί. μία τοίνυν ἐστὶν ἡ δύναμις ἡ αἰσθητική, εἰς ἣν αἱ τῶν πλειόνων αἰσθητηρίων τελευτῶσι διαφέρουσαι ἀγγελίαι. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· συμβήσεται γὰρ ταὐτόν τι καὶ ἀδιαίρετον πλείους ἅμα κινήσεις κινεῖσθαι καὶ μάλιστα ἐν χρόνῳ ἀδιαιρέτῳ. καὶ τί λέγω πλείους; μήποτε καὶ ἐναντίας· δῆλον γὰρ ὅτι τῇ μιᾷ ταύτῃ ἥτις ποτ’ ἂν ᾖ, οὐχ ἡ κόρη μόνον καὶ ἡ γλῶττα εἰσήγγειλε τὸ ξανθὸν καὶ τὸ γλυκύ, ἀλλὰ καὶ ἡ κόρη μόνη καθ’ ἑαυτὴν τὸ λευκὸν καὶ μέλαν, ὥσπερ ὅταν βιβλίοις ἐντυγχάνωμεν γεγραμμένοις· αἰσθανόμεθα γὰρ ἅμα ἀμφοῖν καὶ τοῦ μέλανος καὶ τοῦ λευκοῦ, ταῦτα δὲ οὐχ ἕτερα μόνον ἀλλὰ πρὸς τῷ ἕτερα καὶ ἐναντία. πῶς οὖν μία οὖσα κινήσεται ἅμα τὰς ἐναντίας κινήσεις;

而这一点从以下情况显而易见:因为对我们而言,调和的可感物总是比纯粹的可感物更令人愉快,例如声音中的协和音,滋味中的调和滋味,以及颜色中的调和色彩;这也是为什么音乐、绘画、调香术和烹饪术这些技艺都致力于两极的混合与调和。并且,一切混合与调和都是比例,而这一比例一旦在现实中成为可感的,便与感觉成为同一的。因此,感觉是比例乃是合情合理的;因为它与比例是同一的。然而纯粹的声音和未经混合的滋味,无论是过度的还是不足的,要么根本不推动感觉,要么破坏感觉,要么造成痛苦;因为它们不再是比例,既非调和也非协和。 但是,既然我们多次说过,每种感觉都存在于其固有的感官之中,并且以这种方式评判从属于自身的基础对象及其中的诸差异,那么让我们从头重新提起这一点,并更为精确地加以考察。我们不仅感知到白与黑不同,而且感知到白与甜不同。那么,根据白与甜的差别而评判这一差异的能力究竟是什么?因为它既不是视觉,因为视觉并不感知甜;也不是味觉,因为味觉并不认识白。但这一差异也必然由感觉来评判;因为可感物的差异本身也是可感的。因此,如果此前我们认为触觉不在肉体之中,而肉体是处于可触物与触觉能力之间的中介,或者假若有人愿意称它为感官,但绝不是第一感官,也不是触觉能力所植根的地方,这便丝毫不值得奇怪;因为随着论证的推进将会发现,这种情况不仅发生在肉体上,而且也发生在其余的感官上,我指的是瞳孔以及穿过耳朵的通道。 不过我们必须稍作回顾。正如我们用以评判白与黑不同的能力是单一的一样,我们用以评判甜与热不同的能力也必然是单一的;因为相互分离或彼此隔绝的能力,若由这一能力感知这一对象而另一能力感知那一对象,是不可能评判这一个与那一个并非同一的。因为如果是那样,即使我感知这一个而你感知另一个,这些对象彼此不同也将是显而易见的。但这是不可能的,而是必须存在着单一者,它在感知两者的同时并不说两者是一,并且断言白与甜非同一者的能力必须是同一的。因此,它如何就这两者言说,它也就如何感知这两者;而既然它言说时是将两者作为一者来审视的,因而它也就是这样感知它们的。 并且,它不仅自身作为一者,而且是在同一时间内如此行事;因为当它感知到蜂蜜是黄的且是甜的,或者雪是冷的且是白的时候,它并不是在一个时间感知白,在另一个时间感知冷,而是在同一且单一的时间中感知;并且当它说这一个不同于那一个时,也就是在那个时刻言说另一个;而且我所说的“在……时刻”并非附带意义上的。因为我现在可以说“哲学家柏拉图已经到达西西里”;但我只是现在说,却绝不是说他现在到达。然而,评判白与冷的差异的能力,既是现在说,也是现在说着它是在现在。因此是同时的,所以它不仅自身是单一的,而且也是在单一时间之中的。 因此,数个感官的不同汇报所终结于的感觉能力是单一的。然而这却是不可能的;因为其后果将是,某种同一且不可分的事物将在同一时刻受到多重运动的推动,而且尤其是在不可分的时间之中。我为何只说多重?恐怕甚至是相反的运动;因为显而易见,向这一不论它究竟是什么的单一能力汇报的,不仅有瞳孔与舌头所汇报的黄与甜,而且还有瞳孔单凭自身所汇报的白与黑,正如我们阅读书写成的书籍时那样;因为我们同时感知到黑与白两者,而它们不仅是相异的,并且除了相异之外还是相反的。那么,它既是一,又如何能在同一时刻受到相反运动的推动呢?

语法注2 条
  1. 3.2καὶ νῦν λέγει, καὶ νῦν ὅτι καὶ νῦν λέγει

    此句与前文柏拉图的例子(“我现在说,却非说他现在到达”)形成对比。评判能力既在当前时刻陈述(νῦν λέγει),又在陈述被评判的事态正发生在当前时刻(νῦν ὅτι καὶ νῦν λέγει)。前一个 νῦν 表示言说判定的当下时间,ὅτι 节内的 νῦν 则指被评判状态的同时性。

  2. 3.2ἀλλ’ ἓν δεῖ ὑπάρχειν ὃ ἀμφοῖν αἰσθανόμενον οὐ λέγει ἓν ἄμφω καὶ ταὐτὸν δεῖν εἶναι ὃ μὴ ταὐτόν φησι τῷ γλυκεῖ τὸ λευκόν

    在主句 ἓν δεῖ ὑπάρχειν ὃ ... 之后,καὶ ταὐτὸν δεῖν εἶναι ὃ ... 以不定式(或承接 δεῖ 的逻辑要求)并列延伸。关系代词 ὃ 在前后两分句中均指代进行评判的主体(单一感觉能力),意即“感知两者却不说两者为一者[必须存在],且断言白与甜非同一者必须是同一的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:84.25-85.38