← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§83.11-84.25

感觉的自我感知与感觉同可感物的现实同一

特米斯提乌斯转述亚里士多德《论灵魂》卷三第二章,论证感知看的能力正是视觉本身,可感物与感觉的现实活动在现实上同一但在本质上相异,并批判了认为没有感觉就没有可感物的早期自然哲学家。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2#1

2. Ἐπειδὴ δὲ αἰσθανόμεθα ὅτι ὁρῶμεν, καὶ αἰσθανόμεθα ὅτι ἀκούομεν, ἀνάγκη ἢ τῇ ὄψει αὐτῇ αἰσθάνεσθαι ὅτι ὁρῶμεν ἢ ἑτέρᾳ αἰσθήσει κρινούσῃ τὴν ὄψιν. εἰ μὲν δὴ ἑτέρᾳ καὶ οὐ τῇ ὄψει, δύο ἔσονται αἰσθήσεις τοῦ αὐτοῦ, οἷον χρώματος ἥ τε ὄψις ἡ προηγουμένως ὁρῶσα τὸ χρῶμα καὶ ἡ τῆς ὄψεως αἰσθανομένη· οὐ γὰρ οἷόν τε ἀποφήνασθαι περὶ τῆς ὄψεως ὅτι ὁρᾷ μὴ γινώσκουσαν τὸ ὁρώμενον.1 καὶ εἰ τῇ ὄψει χρεία κρινούσης αὐτὴν ἑτέρας, διὰ τί οὐ καὶ τῇ κρινούσῃ αὖθις ἑτέρας, κἀκείνῃ ἄλλης, καὶ τοῦτο εἰς ἄπειρον πρόεισιν; εἰ δὲ ταῦτά τις τὰ ἄτοπα προορώμενος συγχωροίη, ὅτι ἡ τὴν ὄψιν κρίνουσα αἴσθησις δύναιτ’ ἂν κρίνειν καὶ ἑαυτήν, τί δήποτε τοῦτο οὐχὶ καὶ τῇ ὄψει αὐτῇ συγχωρεῖ; κρινέτω τοίνυν αὐτὴ ἑαυτὴν ἡ ὄψις. ἀλλ’ ὄψεως αἰσθητὸν ἴδιον τὸ χρῶμα, χρῶμα ἄρα ἕξει ἡ ὄψις. φανερὸν τοίνυν ὅτι οὐχ ἁπλῶς λέγεται τὸ αἰσθάνεσθαι· καὶ γὰρ ὅταν μὴ ὁρῶμεν, τῇ ὄψει κρίνομεν καὶ οὐ μόνον φωτὸς ἀλλὰ καὶ σκότους συναισθανόμεθα, ἀλλ’ οὐχ ὡσαύτως. ᾗ τοίνυν αἰσθήσει αἰσθανόμεθα ὅτι οὐχ ὁρῶμεν, τῇ αὐτῇ ταύτῃ αἰσθήσει αἰσθανόμεθα καὶ ὅτι ὁρῶμεν, αὕτη δὲ ἔσται ἡ ὄψις. οὐδὲν δὲ ἄτοπον τὸ καὶ τὴν ὄψιν πως κεχρωματίσθαι· τὸ γὰρ αἰσθητήριον δεκτικὸν τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης, διὸ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔνεισιν αἰσθήσεις καὶ φαντασίαι· οἱ γὰρ λόγοι τῶν αἰσθητῶν, οὓς ἡ αἴσθησις ἀνελέξατο, ἐμμένουσί τινα χρόνον καὶ μὴ παρόντων τῶν ἔξωθεν. ἄτοπον δὲ ὅτι μὲν ξανθὸν τὸ χρῶμα ὁρῶμεν γιγνώσκειν ἡμᾶς τῇ ὄψει, ὅτι δὲ ὁρῶμεν ὅλως μὴ γιγνώσκειν ἡμᾶς τῇ αὐτῇ αἰσθήσει· ἀλλ’ ἄμφω μὲν τῇ αὐτῇ ὄψει οὐχ ὡσαύτως δέ. λέγομεν γὰρ ξανθὸν τῷ πάσχειν ὑπ’ αὐτοῦ, τὸ δὲ ὅτι ὁρῶμεν τῷ πάθους ἀντιλαμβάνεσθαι. Ἡ δὲ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ τῆς αἰσθήσεως ἡ αὐτὴ μέν ἐστι καὶ μία, τὸ δὲ εἶναι αὐταῖς οὐ τὸ αὐτό.2 λέγω δὲ ταὐτόν ἐστι τὸ κατ’ ἐνέργειαν ἀκουστὸν καὶ ἡ ἀκοή, καὶ τὸ κατ’ ἐνέργειαν ὁρατὸν καὶ ἡ ὅρασις· οὐδὲ γὰρ οἷόν τε ἀκουστὸν γενέσθαι κατ’ ἐνέργειαν χωρὶς ἀκοῆς, οὐδὲ ὁρατὸν κατ’ ἐνέργειαν χωρὶς ὄψεως. ἀλλὰ τὸ μὲν δυνάμει ἀκουστὸν καὶ ἡ δυνάμει ἀκοὴ δύναται χωρίζεσθαι ἀπ’ ἀλλήλων· ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν, καὶ ἀκουστὸν ὄντα μὴ ἀκούεσθαι οἷον τὸν ψόφον·3 ὅταν δὲ ἀκούῃ τὸ δυνάμενον ἀκούειν, καὶ ἀκούηται τὸ δυνάμενον ἀκούεσθαι, τότε ἅμα ἡ κατ’ ἐνέργειαν ἀκοὴ γίνεται καὶ τὸ κατ’ ἐνέργειαν ἀκουστόν. ἄμφω δὲ ἐν τῇ ἀκοῇ, διότι καθόλου πᾶσα ποιητικοῦ καὶ κινητικοῦ ἐνέργεια ἐν τῷ πάσχοντι· δέδεικται γὰρ τοῦτο ἐν τοῖς Φυσικοῖς. οὕτω τοίνυν καὶ ἡ τοῦ αἰσθητοῦ ἐνέργεια ἐν τῷ αἰσθητικῷ, καὶ ἐντεῦθέν ἐστι δῆλον ὅτι μὴ πᾶν τὸ κινοῦν ἀνάγκη καὶ κινεῖσθαι, εἴ γε τὰ αἰσθητὰ κινεῖ μὲν τὰς αἰσθήσεις, αὐτὰ δὲ πολλάκις ἀκίνητα μένει. καὶ μάλιστα ἐπὶ τῆς ὄψεως τοῦτο δῆλον· κινεῖ γὰρ τὸ χρῶμα τὴν ὄψιν, αὐτὸ δὲ ἀκίνητον μένει. καὶ ἐπὶ τῆς ἁφῆς δὲ εἴποι ἄν τις παραπλησίως· τὸ γὰρ ψυχρὸν ἀλλοιοῖ μὲν τὴν σάρκα ἢ τὸ πρὸ τῆς σαρκὸς αἰσθητήριον, αὐτὸ μέντοι γε οὐδὲν ἀλλοιοῦται, λέγω δὲ οὐδὲν τηνικαῦτα, ὅτε ἀλλοιοῖ. ἐπ’ ἐνίων μὲν οὖν ἐστὶ ταῖς δύο ἐνεργείαις ὀνόματα, λέγω δὲ δύο ἐνεργείας τήν τε τοῦ αἰσθητοῦ καὶ τὴν τοῦ αἰσθητικοῦ· τοῦ μὲν γὰρ ψοφοῦντος ψόφησίν ἐστιν εἰπεῖν τὴν ἐνέργειαν, τοῦ δὲ ἀκουστικοῦ ἄκουσιν, ἐπ’ ἐνίων δὲ ἀνώνυμον θάτερον· ἡ μὲν γὰρ τῆς ὄψεως ἐνέργεια ὅρασις λέγεται, ἡ δὲ τοῦ χρώματος ἀνώνυμος, καὶ ἡ μὲν τοῦ γευστικοῦ ἐνέργεια γεῦσις, ἡ δὲ τοῦ χυμοῦ ἀνώνυμος. οὐκ ὀρθῶς οὖν οἱ πρότερον φυσιολόγοι οὔτε χρῶμα ἄνευ ὄψεως ὑπολαμβάνοντες εἶναι οὔτε χυμὸν ἄνευ γεύσεως· διχῶς γὰρ λεγομένων τῶν ὁρατῶν καὶ γευστῶν τὰ μὲν κατ’ ἐνέργειαν ὁρατὰ οὐχ οἷόν τε χωρὶς ὁράσεως εἶναι, τὰ δὲ κατὰ δύναμιν δυνατόν· λευκὸν γὰρ εἶναι καὶ χωρὶς ὄψεως δυνατόν. ὥστε διὰ τοῦτο αὐτοὺς μεμπτέον, ὅτι ἁπλῶς ἔλεγον περὶ τῶν λεγομένων οὐχ ἁπλῶς. Εἰ δὲ ταὐτὸ τὸ κατ’ ἐνέργειαν ἀκουστὸν καὶ ἡ κατ’ ἐνέργειαν ἀκοή, ὀρθῶς ἐλέγοντο λόγοι αἱ αἰσθήσεις.

2. 既然我们感知到我们在看,并且感知到我们在听,那么必然要么凭视觉本身感知到我们在看,要么凭评判视觉的另一感觉[感知到我们在看]。如果确实凭另一感觉而非视觉,就会存在对同一事物的两种感觉,例如对于颜色,既有首要地看见颜色的视觉,又有感知视觉的感觉;因为如果不认识所见之物,就不可能关于视觉断言它在看。而且,如果视觉需要另一感觉来评判它,为什么那评判的感觉不需要再另一感觉,而那一感觉又不需要另一感觉,以此走向无穷呢?但如果有人预见到这些荒谬,因而让步承认评判视觉的感觉也能评判它自身,究竟为何不把这一点同样让步于视觉本身呢?那么,就让视觉本身评判自身吧。然而视觉的固有可感物是颜色;因此视觉将具有颜色。由此显然,“感知”不是单凭一种意义来说的;因为即使当我们不看的时候,我们也凭视觉来评判,并且我们共同感知到的不仅是光,还有黑暗,但不是以同样的方式。因此,我们凭哪种感觉感知到我们不看,我们也凭这同一种感觉感知到我们在看,而这也就是视觉。并且,视觉在某种意义上已被赋予颜色也绝非荒谬;因为感官是无质料地接收可感物的,这也是为什么甚至在可感物离去之后,感觉和表象依然存在;因为感觉所收摄的可感物的比例,在外部事物不呈现时仍会存留一段时间。但是,若说我们凭视觉知道我们看见黄颜色,却完全不能凭同一种感觉知道我们在看,则是荒谬的;相反,两者都凭同一种视觉,但方式并不相同。因为我们说它是黄的,是通过受到它的作用,而说我们在看,是通过领会这种受动。 可感物的现实活动与感觉的现实活动是同一且单一的,但它们的存在本质并不是同一的。我的意思是,现实上的可听物与听觉是同一的,现实上的可见物与视觉也是同一的;因为现实上的可听物不可能脱离听觉而产生,现实上的可见物也不可能脱离视觉而产生。但是潜能上的可听物与潜能上的听觉能够彼此分离;因为具有听觉者有可能不听,而作为可听之物(例如声音)也有可能不被听见;然而当能够听者在听,并且能够被听者被听见时,那时现实上的听觉与现实上的可听物便同时产生。并且两者都在听觉之中,因为普遍而言,作用者和能动者的所有现实活动都在承受作用者之中;因为这一点已在《物理学》中被证明。因此同样地,可感物的现实活动也在感觉能力之中,并且由此显而易见,并非所有推动者都必然自身受动,如果说可感物推动感觉,而它们自身常常保持不动的话。在视觉的情形中这一点尤为明显;因为颜色推动视觉,自身却保持不动。而在触觉的情形中人们也可以作类似说明;因为寒冷改变肉体或肉体之前的感官,然而它自身却丝毫不被改变——我的意思是,在它实施改变的那一刻丝毫不被改变。因此在某些情形中,两种现实活动都有名称——我所说的两种现实活动是指可感物的现实活动与感觉能力的现实活动;因为发声者的现实活动可以说成是发声,听觉能力的现实活动可以说成是听取,但在某些情形中两者之一是没有名称的;因为视觉的现实活动被称为看,但颜色的现实活动却没有名称,味觉能力的现实活动被称为尝,滋味的现实活动却没有名称。因此,先前的自然哲学家们认为脱离视觉就没有颜色、脱离味觉就没有滋味,这是不正确的;因为既然可见物与可尝物是在两种意义上说的,现实上的可见物固然不可能脱离看而存在,但潜能上的却是可能的;因为白色事物即使脱离视觉也可能存在。所以在这一点上他们应受责难,因为他们把非无条件言说的事物当作无条件言说的来谈论。而如果现实上的可听物与现实上的听觉是同一的,那么感觉被说成是比例便是正确的。

语法注3 条
  1. 3.2μὴ γινώσκουσαν τὸ ὁρώμενον

    带否定词 μή 的现在分词阴性单数宾格,与不定式 ἀποφήνασθαι 的逻辑主语(承接前文的 ἡ τῆς ὄψεως αἰσθανομένη,即感知视觉的感觉潜能)相一致,充当条件性的环境分词(“若不认识所见之物”)。

  2. 3.2τὸ δὲ εἶναι αὐταῖς οὐ τὸ αὐτό

    带冠词不定式 τὸ εἶναι 与领属与格 αὐταῖς 构成亚里士多德特有的哲学表达,意指“它们的存在/本质定义”,作为句子的主语,与表语 οὐ τὸ αὐτό(不是同一的)搭配,表明两者在现实活动(ἐνέργεια)上的合一与在定义(logos)上的区别。

  3. 3.2καὶ ἀκουστὸν ὄντα μὴ ἀκούεσθαι οἷον τὸν ψόφον

    属于由非人称动词 ἔστι(“……是可能的”)支配的宾格不定式结构的一部分。阳性单数宾格分词 ὄντα 与后续例示的主语 τὸν ψόφον(声音)相一致,构成“作为可听之物(例如声音)也可能不被听见”的句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:83.11-84.25