- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:82.13-83.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯论证对共同可感物的感知因其在器官中留下形式印迹而并非附带感知,解释感知错误源于诸感觉汇聚的唯一中枢潜能,并证明感觉既不会多于五种,也不能合为单一感觉。
οἱ μὲν οὖν τρόποι τοῦ κατὰ συμβεβηκὸς οὗτοι, κατ’ ἀμφοτέρους δὲ οὐδὲν ἡ αἴσθησις τρεπομένη οὔτε πάσχουσα1 ὑπὸ τοῦ κατὰ συμβεβηκὸς αἰσθητοῦ κρίνει περὶ αὐτοῦ καὶ γνωματεύει, οἷον ἡ ὄψις οὔτε ὑπὸ τοῦ Κλέωνος υἱοῦ τι πάσχουσα οὔτε ὑπὸ τοῦ γλυκέος τὸ μὲν ξανθὸν εἶναι μέλι τὸ δὲ λευκὸν Κλέωνος υἱὸν ἀποφαίνεται. ἐπὶ μέντοι τῶν κοινῶν αἰσθητῶν, ὅταν αἰσθάνηται μεγέθους ἡ ὄψις, ἐγγίνεται τοῦ μεγέθους αὐτῇ χαρακτήρ, καὶ τῆς κινήσεως δὲ ὁμοίως καὶ τοῦ ἑνὸς καὶ τοῦ σχήματος. πῶς ἂν οὖν κατὰ συμβεβηκὸς αἰσθάνοιτο τούτων ὧν ἀπομάττεται τὸ εἶδος οὐχ ἧττον ἢ τὸ τοῦ χρώματος; οὐκ ἄρα αἴσθησίς ἐστιν ἰδία τῶν κοινῶν οὐδαμῶς, κρίνουσι δὲ τὰ ἀλλήλων ἴδια κατὰ συμβεβηκὸς αἱ αἰσθήσεις, ὅτι εἰς μίαν ἅπασαι τελευτῶσιν. ὅταν οὖν τῇ μιᾷ ἐκείνῃ τὸ αὐτὸ ὑγρὸν ἡ μὲν γεῦσις πικρόν, ἡ δὲ ὄψις ξανθὸν εἰσαγγείλῃ, συμβῇ δὲ ἐν ἄλλῳ χρόνῳ τοῦ ξανθοῦ μόνον αὐτὴν λαβέσθαι διὰ τῆς ὄψεως,2 προστίθησιν εὐθέως καὶ τὸ πικρὸν τὴν γεῦσιν μὴ περιμείνασα, καὶ τότε οὐχ ἡ ὄψις ἐστὶν ἡ ἀπατωμένη, ἀλλ’ ἡ μία ἐκείνη εἰς ἣν καὶ ἡ ὄψις καὶ ἡ γεῦσις ἅμα τελευτῶσιν· αὕτη γὰρ ἡ τὸ ἀμφοῖν ἔργον μιᾶς ποιοῦσα, καὶ ταύτης ἐστὶ τὸ εἰπεῖν ἄμφω περὶ τῆς χολῆς καὶ τὸ πικρὸν καὶ τὸ ξανθόν, καὶ ὅτι τὰ δύο ταῦτα ἑνὶ σώματι ὑπάρχει· διὸ 〈περὶ〉 τοῦτο καὶ ἀπατᾶται. ἀπατᾶται δὲ καὶ περὶ τὸν Κλέωνος υἱόν, ὅταν ἐκ μόνου τοῦ χρώματος Κλέωνος υἱὸν αὐτὸν ἀποφαίνηται· οὐ γὰρ ἐκ τοῦ χρώματος γνωστὸς ὁ τοῦ Κλέωνος υἱός, ἀλλὰ καὶ ἐξ ἑτέρων πολλῶν ἃ συνθεῖναι καὶ ἐξετάσαι οὐ τῆς μιᾶς αἰσθήσεως ἦν, ἀλλ’ ἑτέρας ἴσως ἤδη τιμιωτέρας δυνάμεως, ἧς οὐ κοινωνεῖ τὰ ἄλογα ζῷα. ἀπατᾶται δὲ καὶ περὶ τὰ κοινά, ὅταν ἐπιτρέψῃ μιᾷ οἷον ἡ ὄψις περὶ τὸ σχῆμα· κοινὸν γὰρ τὸ σχῆμα ὄψεως καὶ ἁφῆς. Ὅτι μὲν οὖν οὐκ εἰσὶ τῶν πέντε πλείους αἰσθήσεις, φανερὸν ἐκ τῶν εἰρημένων· διὰ τί δὲ οὐ μία ζητήσειεν ἄν τις, ᾗ καὶ τῶν ψόφων καὶ τῶν χυμῶν καὶ τῶν λοιπῶν αἰσθητῶν οἷόν τε ἦν ἀντιλαμβάνεσθαι.3 ἢ τὰ κοινὰ ἂν οὐχ ὡς κοινὰ ἐγνωρίζετο μιᾶς οὔσης ἁπάντων αἰσθήσεως· νῦν δὲ τῷ πλείοσιν αἰσθήσεσιν ἀκολουθεῖν ἐλέγχεται μιᾷ μὴ προσήκοντα. αὕτη τε οὖν ἀποχρῶσα αἰτία καὶ ὅτι δύσκριτά ἐστι τὰ κοινά· πλείους οὖν κρίσεις δεῖ συμφωνῆσαι· καὶ τό γε τοῖς εἰρημένοις ἀκόλουθον· εἰ γὰρ αἴσθησις μία, ἓν ἄν που καὶ αἰσθητήριον ἦν, τοῦτο δὲ ἀμήχανον· δυνάμει γὰρ τὸ αἰσθητήριον ὅπερ τὸ αἰσθητόν, δυνάμει δὲ οὐχ ἅπαντα πρὸς ἅπαν, ἀλλὰ πρὸς μὲν χρῶμα τὸ ἄχρουν, πρὸς δὲ ψόφους τὸ ἄψοφον· οὔτε γὰρ ποιεῖν τὸ τυχὸν εἰς τὸ τυχὸν πέφυκεν οὔτε πάσχειν τὸ τυχὸν παρὰ τοῦ τυχόντος. καὶ ταῦτα ἐν ἄλλοις ἱκανῶς ἀποδέδεικται.
因此,附带可感物的模式便是这些,而在两种模式下,感觉都完全未曾因附带可感物而转变或受到作用,就对其进行评判和断定——正如视觉未受到克勒翁之子的任何作用,也未受到甜的任何作用,便断言黄色的是蜂蜜,白色的是克勒翁之子。然而在共同可感物的情形中,每当视觉感知大小时,大小的印迹便产生于其中,对于运动、一与形状也是如此。那么,既然视觉印上这些性质的形式丝毫不亚于印上颜色的形式,它又怎会是附带地感知它们呢?因此,绝不存在关于共同可感物的固有感觉,而各感觉之所以附带地评判彼此的固有对象,是因为它们全都终结于一个唯一的潜能。所以,当味觉向那唯一的潜能报告同一液体为苦,而视觉报告其为黄,且在另一时间发生这一潜能仅通过视觉接收到黄色的情况时,它不等味觉便立刻将苦也增补上去;那时受骗的并不是视觉,而是视觉与味觉一同终结于其中的那唯一的潜能。因为正是这潜能将两者的功用合而为一,并且对胆汁断言苦与黄两者、以及这两者属于同一个物体,也属于这潜能;因此关于这一点它也会受骗。当它仅仅根据颜色断言他是克勒翁之子时,它关于克勒翁之子也会受骗;因为克勒翁之子并非仅凭颜色可知,而是还要根据许多其他特征可知,将这些特征结合与审查并不属于单一感觉,而或许已经属于另一种更高贵的潜能,无理性的动物并不分有这种潜能。并且,当它将事情托付给单一感觉时(例如视觉关于形状),它关于共同可感物也会受骗;因为形状是视觉和触觉所共同的。 因此,不存在多于五种的感觉,由上述可知是显而易见的。但有人可能会探究,为什么不存在一种单一的感觉,借此本可以领会声音、滋味以及其余的可感物。或者不如说,如果对一切对象只有一种感觉,共同性质就不会作为共同性质被认知;但现在,通过伴随多种感觉,它们被证明并不属于单一感觉。因此这是一个充分的原因,而且也是因为共同可感物难以辨别;所以需要多个评判达成一致。而且以下这一点也与上述相符:因为如果感觉是单一的,感官大概也会是一个,但这绝不可能;因为感官在潜能上就是可感物所是的,但并非一切事物都对一切事物处于潜能中,而是无色者对颜色处于潜能,无声者对声音处于潜能;因为既非任何偶然之物天生都能作用于任何偶然之物,也非任何偶然之物都能受到来自任何偶然之物的作用。而这些在其他地方已被充分证明。
- 3.1οὐδὲν ἡ αἴσθησις τρεπομένη οὔτε πάσχουσα
οὐδέν 用作状语性宾格,修饰分词 τρεπομένη 和 πάσχουσα,表示“完全没有 / 丝毫未曾”。它并非及物动词的直接宾语,而是修饰被动态/中动态分词的程度状语。
- 3.1συμβῇ δὲ ἐν ἄλλῳ χρόνῳ τοῦ ξανθοῦ μόνον αὐτὴν λαβέσθαι διὰ τῆς ὄψεως
不定式短语 τοῦ ξανθοῦ μόνον αὐτὴν λαβέσθαι 作非人称动词 συμβῇ 的真实主语。宾格代词 αὐτήν 是不定式 λαβέσθαι 的逻辑主语,指代前文的“那唯一的潜能”(τῇ μιᾷ ἐκείνῃ),而 τοῦ ξανθοῦ 则是中动态动词 λαμβάνομαι 所要求的属格补足语(部分属格/接触属格)。
- 3.1διὰ τί δὲ οὐ μία ζητήσειεν ἄν τις, ᾗ καὶ τῶν ψόφων καὶ τῶν χυμῶν καὶ τῶν λοιπῶν αἰσθητῶν οἷόν τε ἦν ἀντιλαμβάνεσθαι
主句使用了潜在祈愿语气(ζητήσειεν ἄν,“有人可能会探究”)。在由 ᾗ 引导的关系从句中,未完成过去时直陈式 ἦν 带有与事实相反的虚拟色彩,修饰先行词(“借此本可以领会……的[单一感觉]”)。
