← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§81.11-82.13

共同可感物固有感觉的缺乏与附带感知

德米斯提厄斯根据四元素及物体的性质论证动物并不缺少任何感觉器官,接着论证共同可感物没有专门的固有感觉,并阐明附带感知的两种模式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#2

ὥστε εἰ μὴ ἕτερον σῶμα παρὰ τὰ τέσσαρα στοιχεῖα καὶ τὰ συγκείμενα ἐξ αὐτῶν, οἷα τὰ ἐνταῦθα σύμπαντα σώματα, μήτε πάθος ἕτερον τούτων ἐστὶ τῶν σωμάτων παρὰ τὰ νῦν ὑπάρχειν δοκοῦντα, οὐδεμία ἂν ἐκλείποι τοῖς ζῴοις αἴσθησις. δήλη δέ ἐστιν ἡ φύσις, ὅτι πανταχοῦ τὰς ἀτελεστέρας δυνάμεις ὁλοκλήρους ταῖς τελειοτέραις προϋποβάλλεται,1 ὥστε εἴπερ ἐν ἀνθρώπῳ λόγος καὶ νοῦς, πᾶσαι ἂν αὐτῷ προϋπάρχοιεν αἱ αἰσθήσεις. Ἀλλὰ μὴν οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τῶν κοινῶν αἰσθητῶν, ὧν νῦν ἁπάσαις ἀντιλαμβανόμεθα ταῖς αἰσθήσεσιν, εἶναι μὲν αἴσθησιν ἰδίαν ἐστὶν ἀναγκαῖον, ἐκλείπει δὲ νῦν, διὸ νῦν μὲν αὐτῶν σχεδὸν κατὰ συμβεβηκὸς αἰσθανόμεθα τῷ μὴ ἔχειν τὴν ἐπ’ αὐτοῖς τεταγμένην οἷον κινήσεως στάσεως σχήματος μεγέθους ἀριθμοῦ, χρὴ δὲ εἶναι πάντως ἢ τὰ κοινὰ ταῦτα οὐχ ὡς νῦν κοινὰ ὑπόκεινται ἀλλ’ ὡς ἴδια, ἐπεὶ νῦν γε ἡ ὄψις μεγέθους οὐκ αἰσθάνεται προηγουμένως, ἀλλ’ οὐδὲ σχήματος οὐδὲ στάσεως οὐδὲ τῶν λοιπῶν, ἀλλὰ αἰσθανομένη τοῦ χρώματος καὶ τοῦ μεγέθους αὐτοῦ συναισθάνεται καὶ τοῦ σχήματος καὶ τοῦ κινεῖσθαι αὐτὸ ἢ ἠρεμεῖν καὶ τοῦ ἓν εἶναι· τὸ γὰρ ἓν ἢ πολλὰ πᾶσαι γνωρίζουσι, τοῦτο δὲ ἀριθμός. εἴπερ οὖν κατὰ συμβεβηκὸς αὐτῶν αἰσθανόμεθα, εἶναί τινα αἴσθησιν αὐτῶν προηγουμένην προσήκει.2 ἀλλ’ ἀδύνατον· οὐ γὰρ κατὰ συμβεβηκὸς αἰσθανόμεθα τῶν κοινῶν· οὐδὲν γὰρ τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν κινεῖ τὸ αἰσθητήριον καὶ ἀλλοιοῖ καὶ ἐνδίδωσι τὴν ἰδίαν μορφήν· καὶ γὰρ εἰ μὴ κυρίως ταῦτα ἐπὶ τῶν αἰσθήσεων λέγεται, ἀλλὰ γίνεται γέ τις καὶ τῇ ὄψει ἀλλοίωσις ὑπὸ τοῦ χρώματος, καὶ τῇ ἀκοῇ ὑπὸ τοῦ ψόφου, καὶ μάλιστα τοῦτον τὸν χρόνον καθ’ ὃν ἂν τὸ αἰσθητὸν εἰς αὐτὰς ἐνεργῇ. τὰ κατὰ συμβεβηκὸς δὲ οὐ τοιαῦτα ἦν· διττὸς γὰρ ὁ τρόπος τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν· ἢ γὰρ ὅταν τῇ ὄψει κρίνωμεν τὸ γλυκύ· πολλάκις γὰρ θεασάμενοί τι τῶν ὑγρῶν ξανθόν, μέλι τοῦτο εἶναι ἀποφαινόμεθα, οὐκέτι τὴν τοῦ γλυκέος αἴσθησιν ἀναμείναντες. τοῦτο δὲ ὧδε συμβαίνει· ἐπειδὴ γὰρ τοῦ ξανθοῦ καὶ τοῦ γλυκέος ᾐσθόμεθα ἅμα ὄντων ἐπὶ τοῦ μέλιτος ἀμφοτέραις περὶ αὐτὸ ταῖς αἰσθήσεσιν ἐνεργήσαντες τῇ ὄψει καὶ τῇ γεύσει, καὶ ἐτελεύτησαν αἱ δύο ἀντιλήψεις εἰς τὴν πρώτην δύναμιν τὴν αἰσθητικήν, εἰς ἣν ἁπάντων τῶν αἰσθητῶν αἱ εἰσαγγελίαι μίαν οὖσαν ἀποστηρίζονται, ταύτην τηνικαῦτα συμβαίνει τὴν δύναμιν ἀπατᾶσθαι καὶ τὸ ξανθὸν εὐθὺς ἀποφαίνεσθαι καὶ γλυκύ, συνδραμεῖν αὐτὰ καὶ νῦν οἰηθεῖσαν, ὥσπερ ἡνίκα ἀπ’ ἀμφοτέρων ἅμα τῶν αἰσθήσεων ἐκινήθη. εἷς μὲν οὖν ὁ τρόπος οὗτος τῆς κατὰ συμβεβηκὸς ἀντιλήψεως, ἕτερος δὲ ὅταν προσιόντα τὸν Κλέωνος υἱὸν θεασάμενοι μὴ τοῦτο ἀποφαινώμεθα μόνον ὅτι λευκός, ἀλλ’ ὅτι καὶ Κλέωνος υἱός. ὁ γὰρ Κλέωνος υἱὸς ᾗ Κλέωνος υἱὸς οὐκ ἦν αἰσθητός, ἀλλ’ ἐπειδὴ συμβαίνει τῷ λευκῷ καὶ υἱῷ Κλέωνος εἶναι, οὐχ ἵσταται ἡ ὄψις ἄχρι τοῦ χρώματος ὃ προσήκει μόνον αὐτῇ, ἀλλὰ κἀκεῖνο προσαποφαίνεται, ὃ μήτε αὐτῆς ἴδιον μήτε ἄλλης τινός· μᾶλλον δὲ οὐχ ἡ ὄψις, ἀλλ’ ἐκείνη αὖθις ἡ μία, εἰς ἣν τελευτῶσι καὶ αἱ λοιπαί.3

因此,如果在四元素及其合成物——正如这里的全部物体一样——之外不存在另外的物体,在这些物体现存被认为拥有的受动性质之外也不存在另外的性质,那么动物就不会缺少任何感觉。而且显然,自然处处都将较不完全的潜能作为完全的整体预先铺设为较完全潜能的基底,因此,如果理性和智性存在于人之中,一切感觉就都会预先存在于他之中。 然而人们也不能说:对于共同可感物——我们现在以一切感觉去领会的那些对象,例如运动、静止、形状、大小、数目——必然存在一种固有的感觉,只是现在被缺少了,因此现在我们由于没有被配置在它们之上的专有感觉而几乎只是附带地感知它们;因为必定是:要么这些共同对象不像现在被设定为共同对象那样存在,而是作为固有对象存在——既然无论如何,现在视觉并不是首要地感知大小,也不是首要地感知形状、静止或其余性质,而是在感知颜色时,连同感知其大小、形状,以及它是运动还是静止,以及它是一(因为一切感觉都认知一或多,而这就是数目)——要么,如果我们确实只是附带地感知它们,就理应存在某种关于它们的首要感觉。但这绝不可能;因为我们绝不是附带地感知共同可感物的;因为附带的可感物绝不推动感官,不使其变质,也不赋予其固有的形式;因为即使这些说法用在感觉上并非本义,但视觉也确实因颜色而发生某种变质,听觉也因声音而发生某种变质,尤其是在可感物作用于它们的那个时间段内。而附带的可感物并非如此;因为附带可感物的模式有二:要么是当我们用视觉来评判甜时;因为我们往往在看到某种黄色的液体时,便断言这是蜂蜜,不再等待对甜的感觉。而这是按如下方式发生的:因为既然我们在蜂蜜中感知到了黄色和甜同时存在,对它动用了视觉和味觉这两种感觉,并且这两种领会都终结于首要的感觉潜能——这潜能作为唯一的潜能,是一切可感物的传报停歇汇聚之处——,结果那时这潜能便受骗,并立刻断言黄色也是甜的,自以为它们在现在也结合在一起,正如当它同时受到两种感觉推动时那样。因此,这便是附带领会的一种模式;另一种模式则是,当我们看到克勒翁之子走来时,不仅断言他是白的,而且断言他是克勒翁之子。因为克勒翁之子就其作为克勒翁之子而言并不是可感的,但由于恰巧白者也是克勒翁之子,视觉便不只停留在仅属于它自身的颜色上,而是进一步断言那既不属于它自身固有也不属于任何其他感觉固有的东西;或者更确切地说,不是视觉,而是其余感觉同样终结于其中的那唯一的潜能再次如此断言。

语法注3 条
  1. 3.1δήλη δέ ἐστιν ἡ φύσις, ὅτι πανταχοῦ τὰς ἀτελεστέρας δυνάμεις ὁλοκλήρους ταῖς τελειοτέραις προϋποβάλλεται

    前置主语(prolepsis)句式:主句主语 ἡ φύσις 实际上充当了 ὅτι 从句的主语,意为“自然处处……是显而易见的”。它表达了低级潜能作为高级潜能的基础而被完备预设的合目的性原则。

  2. 3.1χρὴ δὲ εἶναι πάντως ἢ τὰ κοινὰ ταῦτα οὐχ ὡς νῦν κοινὰ ὑπόκεινται ἀλλ’ ὡς ἴδια... εἴπερ οὖν κατὰ συμβεβηκὸς αὐτῶν αἰσθανόμεθα, εἶναί τινα αἴσθησιν αὐτῶν προηγουμένην προσήκει.

    阐述对方假定论点的复杂长句。在 χρὴ δὲ εἶναι πάντως ἢ... 之后插入了由 ἐπεί 引导的解释从句(νῦν γε ἡ ὄψις...),打断了句式流向,随后通过 εἴπερ οὖν... προσήκει 重新接续并收结(即如果只是附带感知它们,就应当存在某种首要的感觉)。

  3. 3.1μᾶλλον δὲ οὐχ ἡ ὄψις, ἀλλ’ ἐκείνη αὖθις ἡ μία, εἰς ἣν τελευτῶσι καὶ αἱ λοιπαί.

    更正判断主体的省略句式:紧随 μᾶλλον δέ(“或者更确切地说”),需承前补出动词 προσαποφαίνεται,指明做出附带评判的并非视觉本身,而是其余感觉亦终结于其中的那个单一的主导感觉潜能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:81.11-82.13