- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:80.3-81.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯根据《论灵魂》卷三第一章进行诠释,通过感官构成元素的完备性与感知中间媒介的完备性,论证除五种感觉外不存在其他缺失的感觉。
1. Ὅτι δὲ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε, ἐκ τῶνδε πιστεύσειεν ἄν τις. οὐ γὰρ ἐπειδὴ διηπορήσαμεν ἐν τοῖς προτέροις, μήποτε ἄρα πλείους ὦσιν αἱ τῆς ἁφῆς δυνάμεις, διότι πλείω τὰ ὑποκείμενα, διὰ τοῦτο ἄλλην τινὰ περιβλεπτέον αἴσθησιν ὡς ἐκλιμπάνουσαν·1 καὶ γὰρ εἰ πλείω τὰ ἁπτά, καὶ πλείους αὐτῶν αἱ ἐναντιώσεις, ἀλλ’ οὐδέν γε ὅμως αὐτῶν ἐκφεύγει τὴν κρίσιν τῆς αἰσθήσεως· καὶ γὰρ τὸ βαρὺ καὶ τὸ κοῦφον, εἰ καὶ μὴ θίγουσιν εὐθὺς ἔνδηλον ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλ’ ὅμως οὐ διαλανθάνει τὴν αἴσθησιν· ἔχομεν γάρ τινα δύναμιν κριτικὴν τῆς ῥοπῆς. ζητοῦμεν δὲ νῦν οὐκ, εἴπερ ὀρθῶς αὐτὴν συντάττομεν ταῖς δυνάμεσι ταῖς ἁπτικαῖς, ἀλλ’ εἴ τις ὅλως ἀντίληψις ἡμῖν ἐλλείπει τῶν ὑπαρχόντων παθῶν τοῖς σώμασιν. οὐ φαίνεται δέ· πάντα γὰρ κρίνομεν καὶ πάντων αἰσθανόμεθα. ἔτι εἴ τις αἴσθησις ἡμῖν ἐλλείπει, καὶ τὸ ὄργανον αὐτῆς ἀνάγκη ἡμῖν ἐλλείπειν. πᾶν δὲ ὄργανον αἰσθητικὸν σῶμα, σῶμα δὲ ἅπαν ἐξ ἑνός τινος τῶν ἁπλῶν στοιχείων ἢ ἐκ πλειόνων. ἔχομεν δὲ καὶ ἐκ τῶν ἁπλῶν καὶ ἐκ τῶν συνθέτων τὰ αἰσθητήρια· ἡ μὲν γὰρ κόρη ἐξ ὕδατος ἦν, ἡ δὲ ἀκοὴ ἐξ ἀέρος ἢ τοῖς γε ἐνύδροις ἐξ ὕδατος, ἡ δὲ ὄσφρησις θατέρου τούτων· ἐκ πυρὸς γὰρ ἢ γῆς ἡ φύσις οὐδὲν ἐποίησεν αἰσθητήριον, πυρὸς μὲν ὅτι κοινὸν αὐτὸ ἅπασιν τοῖς ἄλλοις ἐνεκεράσατο· ἡ γὰρ θερμότης ἐν ἅπασι καὶ οὐδὲν ἄνευ τῆς ἐμφύτου θερμότητος αἰσθητικόν· γῆ δὲ αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐχ οἵα τε ἦν ὄργανον εἶναι· παχύτατον γὰρ τὸ στοιχεῖον καὶ πρὸς κρίσιν ἀνεπιτήδειον, ὅθεν καὶ τὰ πλείονος αὐτῆς μετέχοντα μόρια τῶν ζῴων ἀναισθητότατα, ὀστᾶ καὶ τρίχες καὶ ὄνυχες, μέμικται δὲ μάλιστα τῇ ἁφῇ τῶν λοιπῶν αἰσθητηρίων. ὅπερ οὖν ἔφην, τῶν μὲν ἁπλῶν αἰσθητηρίων οὐδὲν ἂν ἡμῖν ἐλλείποι· ἔχομεν δὲ καὶ τὸ σύνθετον ἐκ πλειόνων· τοιοῦτον γὰρ ἡ σὰρξ καὶ τὸ ἀνάλογον, εἴπερ ἄρα καὶ ταύτην ἐν τοῖς αἰσθητηρίοις θετέον. ὥστε εἰ μηδὲν τῶν ὀργάνων ἐλλείπει, οὐδὲ δύναμίς τις τῶν τοῖς ὀργάνοις χρωμένων. πάλιν ἐπειδὴ πέφηνεν ἅπαν ἡμῖν αἰσθητήριον διά τινος μεταξὺ ὄντος ἀντιλαμβάνεσθαι, ἀνάγκη τὸ μεταξὺ τοῦτο ἢ ἀλλότριον εἶναι ἢ συμφυές. ἔχομεν δὲ καὶ τὸ συμφυὲς (τοιούτῳ γὰρ κέχρηται ἡ γεῦσις καὶ ἡ ἁφή) [ἔχομεν] καὶ τὰ ἀλλότρια· τοιοῦτον γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, οἷς κέχρηνται αἱ λοιπαὶ μέσοις πρὸς τὸ εἰσαγγέλλειν τὰ αἰσθητά· τοῖς μὲν γὰρ πεζοῖς καὶ πρὸς τὰ χρώματα καὶ πρὸς τοὺς ψόφους ὁ ἀὴρ ἐξαρκεῖ, τοῖς δὲ ἐνύδροις τὸ ὕδωρ, ἱκανὸν δὲ καὶ θάτερον αὐτῶν πρὸς ἄμφω, καὶ ἄμφω πρὸς θάτερον αὖθις οἷον πρὸς χρώματα ἀὴρ καὶ ὕδωρ. οὐδὲν ἄρα ἂν τῶν μεταξὺ ἡμῖν ἐλλείποι. εἰ δὲ τὰ ἀπαγγέλλοντα ἅπαντα ἔχομεν, δηλονότι καὶ τὰ δεχόμενα τὰς εἰσαγγελίας· οὐδεμία ἄρα αἴσθησις τοῖς ζῴοις ἐλλείπει, λέγω δὲ οὐ πᾶσιν, ἀλλὰ τοῖς τελείοις καὶ μὴ κολοβοῖς μηδὲ οἷον πεπηρωμένοις· τὰ γὰρ καλούμενα ζώφυτα μίαν ἔχει τὴν ἁφήν, τὰ δὲ ἴσως καὶ τὴν γεῦσιν, τὰ δὲ ἴσως καὶ τὴν ὄσφρησιν, ὅσα δὲ πορευτικὰ καὶ τέλεια, ταῦτα ἔχει τὰς πέντε πάσας· φαίνεται γὰρ καὶ ἡ ἀσπάλαξ ὑπὸ τὸ δέρμα ἔχουσα ὀφθαλμούς, ἀλλ’ ἐπειδήπερ πρὸς τὸν βίον οὐκ ἦν αὐτῇ ἀναγκαία ἡ ὄψις, ἐξεπλήρωσε μὲν καὶ ἐπὶ ταύτης ἡ φύσις τὸν ἀριθμὸν τῶν αἰσθήσεων, τῷ δέρματι δὲ ἐπεκάλυψεν ὡς μὴ δεομένου τοῦ ζῴου ταύτης τῆς κρίσεως.2
1. 人们可以从以下理由确信,除这五种之外不存在另外的感觉。因为绝不是由于我们在前文中探讨过:既然底层承载物更多,触觉的诸种潜能或许是否也更多,就因此必须去搜寻另外某种被遗漏的感觉;因为即便可触之物更多,其对立性质也更多,但它们之中没有任何一种能逃避感觉的评判;因为轻与重,即便不像热与冷那样对触及者立刻显而易见,但也绝不会避过感觉;因为我们拥有某种评判下坠倾向(重度)的潜能。而我们现在所探究的,不是我们是否正确地将它归入触觉潜能,而是我们是否根本缺少对物体所具有的受动状态的某种领会。但看起来并非如此;因为我们评判一切,也感知一切。此外,如果我们缺少某种感觉,其器官必然也为我们所缺少。而一切感官都是物体,一切物体都由单纯元素之一构成或由多种元素构成。我们拥有由单纯元素构成的感官,也拥有由复合物构成的感官;因为瞳孔是由水构成的,听觉是由空气构成的,或者至少在水生动物中是由水构成的,而嗅觉则是由这二者之一构成的;因为自然并未由火或土造成任何感官:关于火,是因为自然将其作为共同成分掺合于其余一切之中——因为热存在于一切之中,并且没有任何东西在没有天赋之热的情况下是具有感觉能力的;而土自身就其自身而言则无法成为器官;因为该元素最粗重且不适于评判,由此动物身体中更多分有土的部分,如骨骼、毛发和指甲,是最无感觉的,但它在其余感官中与触觉混合得最多。因此正如我所说,单纯的感官我们无一缺少;我们也拥有由多种元素构成的复合器官;因为肉及其对应物正是如此,如果确实这也必须被列入感官之中的话。所以,如果感官无一缺少,那么使用这些器官的诸潜能也绝无一种缺少。 再者,既然对我们来说已经显明,每一个感官都是通过某种中间之物来进行领会的,那么这种中间之物必然要么是外来的,要么是共生的。我们既拥有共生的媒介(因为味觉和触觉使用的正是这种媒介),也拥有外来的媒介;因为空气和水就是如此,其余的感觉将它们作为中间媒介来传报可感物;因为对于陆生动物而言,空气对于颜色和声音都足够了,而对于水生动物而言,水是足够的,并且它们中的任何一个对于二者都充分,而二者反过来对于单方,例如空气和水对于颜色,也同样充分。因此,在媒介之物中我们无一缺少。如果我们拥有传报的一切媒介,显而易见,我们也拥有接纳传报的器官;因此动物绝不缺少任何感觉——我是说并非指所有动物,而是指完全的、未受残缺或未如残废般的动物;因为所谓的植虫(动植物)仅有触觉,有些或许兼有味觉,有些或许兼有嗅觉,而凡是能行进且完全的动物,则拥有全部五种感觉;因为甚至鼹鼠也被看到在皮肤下生有双眼,但由于视觉对于它的生存并非必要,自然在这个动物身上虽然也完备了感觉的数目,却用皮肤将其遮盖,因这动物并不需要这种评判。
- 3.1οὐ γὰρ ἐπειδὴ διηπορήσαμεν ἐν τοῖς προτέροις, μήποτε ἄρα πλείους ὦσιν αἱ τῆς ἁφῆς δυνάμεις, διότι πλείω τὰ ὑποκείμενα, διὰ τοῦτο ἄλλην τινὰ περιβλεπτέον αἴσθησιν ὡς ἐκλιμπάνουσαν
句首的否定词 οὐ 并非仅否定 ἐπειδή 从句,而是管辖包含主句 διὰ τοῦτο ... περιβλεπτέον 在内的整个因果推论(“绝非因为……就因此必须……”)。
- 3.1ὡς μὴ δεομένου τοῦ ζῴου ταύτης τῆς κρίσεως
带有 ὡς 的属格独立结构,表示该句主语(自然)的主观动机或评判依据(“因该动物不需要这种评判”)。
