← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§78.30-79.37

植物缺乏感觉的原因及物理作用与感知的区别

特米斯提乌斯通过伴随质料的接受以及感官的缺乏,阐明植物虽承受可触性质的作用却没有感觉的原因,辨析了无感觉物体受可感物之物理作用与真正感知之间的根本区别,并探讨了肉为何不是触觉的原初器官而是媒介。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12#2

ἢ πάσχει μέν,1 οὐχ οὕτω δὲ πάσχει, ὡς τὸν λόγον τοῦ πάθους ἀναμάττεσθαι χωρὶς τῆς ὕλης· οὐδὲ γὰρ ὅλως ἔχει τοιαύτην ἀρχὴν οἵαν ψιλὰ τὰ εἴδη δέχεσθαι τῶν ἁπτῶν, οὔτε μήν τι μόριον τοῦ σώματος ἢ ὅλον τὸ σῶμα ἐν μεσότητι κεκραμένον τῶν ἁπτῶν ἐναντιώσεων, ὥσπερ ἐπὶ τῶν ζῴων ἡ σὰρξ καὶ τὸ ἀνάλογον, ἀλλ’ ἐπὶ θάτερα τῶν ἐναντίων τὸ σῶμα αὐτῶν νένευκεν· ἀναισθητότερα δὲ καὶ αὐτῶν τῶν ζῴων ἐστὶ τὰ τοιαῦτα. πάσχει οὖν συνεισιούσης τῆς ὕλης τῆς τοῦ ποιοῦντος· ὑγραίνεται γὰρ εἴσω τοῦ ὑγροῦ εἰσιόντος, καὶ ψύχεται εἴσω τοῦ ψυχροῦ εἰσιόντος μετὰ τῆς ὕλης. τῶν μὲν οὖν τρεφομένων ἔνδον χρὴ γενέσθαι τὴν ὕλην· καὶ γὰρ τὴν τροφήν· τῶν αἰσθανομένων δὲ ᾗ αἰσθάνεται οὐδαμῶς, ἀλλ’ ἔξω μένειν τὸ τῷ αἰσθητῷ ὑποκείμενον. ἄλλως τε καὶ μάτην εἶχεν εἴπερ εἶχεν αἴσθησιν τὰ φυτά·2 οὐ γὰρ ἐπ’ αὐτοῖς τὸ φεύγειν τὰ ἀλλότρια καὶ τὰ οἰκεῖα διώκειν, ὅπερ ἐπὶ τῶν ζῴων ὁρῶμεν, ἀλλ’ ἐν αὐτῷ μένει τῷ τόπῳ κατερριζωμένα· οὐδὲν δὲ ἡ φύσις μάτην ποιεῖ. ἕλκει μὲν οὖν ἕκαστον οἰκεῖον χυμόν, οὐ μὴν αὐτὰ κρίνοντα ὡς οἰκεῖον, ἀλλὰ τῆς φύσεως τὰ οἰκεῖα προσαγομένης ἄνευ τινὸς ἀντιλήψεως τῶν φυτῶν, ὥσπερ καὶ ἐπὶ τῶν ζῴων ἡ φύσις ἐποίει· τῆς γὰρ τροφῆς τὸ μὲν οἰκεῖον προσάγεται, τὸ δὲ ἀλλότριον ἀπωθεῖται, αἴσθησις δὲ ἡμῖν οὐδεμία τοῦ γινομένου. οὔτε οὖν ὄργανον ἐν τοῖς φυτοῖς ἀφωρισμένον πρὸς αἴσθησιν, οὔτε τὸ κοινὸν πάσης αἰσθήσεως, οἷον τὸ πνεῦμα κεκραμένον ἐν συμμετρίᾳ τοιαύτῃ. Καθόλου δ’ ἄν τις καὶ τοῦτο ἐπιζητήσειεν, εἰ πάθοι ἄν τι ὑπὸ τῆς ὀσμῆς τὸ ἀδύνατον ὀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν, ἢ ὑπὸ ψόφου τὸ μὴ δυνάμενον ἀκοῦσαι. ἢ ὑπὸ τοῦ ἀκουστοῦ μὲν ὡς ἀκουστοῦ τὸ μὴ ἀκοῦον παθεῖν ἀδύνατον, οἱ δὲ ῥηγνύμενοι λίθοι καὶ τὰ διιστάμενα φυτὰ ὑπὸ τῶν βροντῶν οὐ πάσχουσιν ὑπὸ τοῦ ψόφου ὡς ἀκουστοῦ, ἀλλ’ ὅτι ἐν ἀέρι ὁ ψόφος, οὗτος δὲ πληττόμενος ἄγαν ὁμοίως πλήττει, ᾧ ἂν προσπέσῃ· ἐπεὶ καὶ ὅταν ὑπὸ τῆς ἅλμης διατήκηται τὰ χιτώνια, οὐχ ὑπὸ τοῦ χυμοῦ πάσχει τῆς ἅλμης ᾗ γευστὸς ὁ χυμός, ἀλλ’ ᾗ τοιαδὶ ποιότης. πάσχει δὲ ὁ ἀὴρ καὶ ὑπὸ ψόφου καὶ ὑπὸ ὀσμῆς, ἀλλ’ ὅμως ὄζειν μὲν τὸν ἀέρα λέγομεν, ὀσμᾶσθαι δ’ οὔ. πάσχει δὲ καὶ τὸ ὕδωρ καὶ ὑπὸ ψόφου καὶ ὑπὸ ὀσμῆς, ἀλλ’ οὐ διὰ τοῦτο αἰσθάνεται, ἀλλ’ εἰ καὶ εὐπαθέστερα τῶν σωμάτων τὰ ἀόριστα, ὅμως τὸ αἰσθάνεσθαι οὐ τὸ ῥᾳδίως πάσχειν ἐστίν, ἀλλὰ τὸ γίνεσθαι ἐν τῷ αἰσθανομένῳ τὸ εἶδος ἄνευ τῆς ὕλης καὶ μένειν χρόνον τινὰ καὶ τοῦ ποιήσαντος ἀπελθόντος. ὅλως γὰρ ὃ καὶ πρότερον εἴρηται, τὸ πάσχον κυρίως ὕλη γίνεται τῶν ποιούντων· θερμαίνεται γὰρ καὶ ψύχεται καὶ ξηραίνεται καὶ ὑγραίνεται οὐ τελευτῶντος τοῦ πάθους εἰς κρίσιν, ἀλλ’ εἰς αὐτὴν τὴν τροπὴν καὶ τὴν μεταβολὴν ἱσταμένου. διὸ μήποτε καὶ ἡ σὰρξ διὰ τοῦτο οὐκ ἦν αἰσθητήριον,3 ὅτι καὶ αὐτή πως ἀπολαύει τῶν ἁπτῶν ἐναντιώσεων τοῦτον τὸν τρόπον ὥσπερ τὰ ἄψυχα, θερμαινομένη καὶ ψυχομένη καὶ ὥσπερ ὕλη γιγνομένη ταῖς ἁπταῖς ἐναντιώσεσι. τοῦτο δὲ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων οὐχ ὁρῶμεν· ἡ γὰρ κόρη οὐ λευκαίνεται οὐδὲ ὁ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδομημένος ἀὴρ βαρύτερος γίνεται ἢ ὀξύτερος. ὥστε καὶ διὰ τοῦτο οὐκ ἂν εἴη ἡ σὰρξ αἰσθητήριον· οὐ γὰρ οἵα τε ἀναμάττεσθαι τὸ εἶδος ψιλὸν καὶ τὸν λόγον, ἀλλ’ ἡ ὕλη γίνεται τῶν ποιούντων, τὸ δὲ κρῖνον ἀπαθὲς εἶναι ὑπὸ τοῦ κρινομένου προσήκει.

或者说,[植物]确实承受作用,但并非以在没有质料的情况下印取受动状态之比例(逻各斯)的方式承受作用;因为植物根本不具有接受可触之物的赤裸形式的此类本原,其身体的任何部分或整个身体也绝非调配于可触对立性质的中庸之中,正如动物身上的肉及其对应物那样,而是它们的身体偏向了对立双方中的一方;而甚至在动物本身当中,此类事物也更加无感觉。因此,它是在施动者的质料一同进入的情况下承受作用的;因为随着湿润之物进入内部它被湿润,随着寒冷之物伴随质料进入内部它被冷却。因此,在被滋养的事物上,质料必须进入内部——食物确实也是如此;但在感知的事物上,就其感知而言则绝非如此,而是作为可感物底层的存在必须留在外面。此外,即便植物拥有感觉,那也是徒劳的;因为逃避异己之物与追求亲近之物并不取决于它们自身,而这正是我们在动物身上所看到的,相反它们扎根于同一处所;而自然不做任何徒劳之事。因此,每一株植物都吸取适宜自身的汁液,但这绝不是它们自身作为适宜之物加以评判,而是在植物没有任何领会的情况下,由自然引入适宜之物,正如自然在动物身上所做的那样;因为在食物中,适宜的部分被引入,异己的部分被排斥,但对于所发生的事情我们毫无感觉。因此,植物中既没有为感觉所专门划定的器官,也没有一切感觉所共有的东西,例如在如此比例中调配的气(普纽玛)。 普遍地,人们或许也会探讨这一点:无法嗅闻之物是否可能受气味的某种作用,无法看见之物是否受颜色的作用,或者无法听见之物是否受声音的作用?或者说,不听之物不可能受到作为可听物的可听物的作用,而因雷霆而粉碎的石头和被劈裂的植物,并不是作为可听物而承受声音的作用,而是因为声音存在于空气中,而空气受到过度的冲击,便同样冲击它所碰到的东西?因为当短衣被盐水溶蚀时,它承受盐水汁液的作用,也不是就该汁液作为可尝之物而言,而是就其作为这样一种性质而言。空气既承受声音的作用,也承受气味的作用,但我们尽管说空气散发气味,却不说空气嗅到气味。水也既承受声音的作用,也承受气味的作用,但它并不因此而感知;相反,即便不确定的物体更容易承受作用,但感知并不在于容易承受作用,而在于形式无质料地生成于感知者之中,并且即使在施动者离开之后仍停留一段时间。因为总括而言,正如先前所说,严格意义上的承受者成了施动者的质料;因为它被加热、被冷却、被干燥和被湿润,其受动并不终结于评判,而是停留于转化和变异本身。因此,或许肉正是由于这个缘故并不是感官:因为它自身也以这种方式在某种程度上分有了可触的对立性质,正如无灵魂之物一样,既被加热又被冷却,仿佛成了可触对立性质的质料。而这在其余感官上我们是看不到的;因为瞳孔既不变白,筑入耳中的空气也不变低沉或变高亢。因此也正是由于这个缘故,肉不会是感官;因为它不能印取赤裸的形式和比例,而是成了施动者的质料,然而评判者理应不受被评判者的作用。

语法注3 条
  1. 2.12ἢ πάσχει μέν

    句首的 ἢ 引出对前一节末尾所提疑难(植物虽受触觉对象作用为何不感知)的解答或回应(解答性的 ἢ)。

  2. 2.12μάτην εἶχεν εἴπερ εἶχεν αἴσθησιν τὰ φυτά

    后结句中不带 ἄν 的未完成过去时 εἶχεν 表示与事实相反的假定结果(“即使植物拥有感觉,那也是徒劳的”)。表示徒劳、必要或应当的短语(如 μάτην ἦν/εἶχεν、ἔδει 等)通常省略 ἄν 而直接使用直陈式未完成过去时表达反事实意义。

  3. 2.12διὸ μήποτε καὶ ἡ σὰρξ διὰ τοῦτο οὐκ ἦν αἰσθητήριον

    μήποτε 引出谨慎的推测(“或许……不是吧”)。直陈式未完成过去时 ἦν 并非叙述过去的事件,而是作为所谓“哲学的未完成过去时”(philosophical imperfect),用于回溯此前确立的教义或论证结论(“肉本来就不是感官”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:78.30-79.37