← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§8.38-10.16

前人对灵魂的定义与运动说考察

特米斯蒂乌斯开始考察前人关于灵魂的观点,将其划分为基于“运动”与“感觉(认识)”的两大流派,并重点讨论了德谟克利特、毕达哥拉斯学派和阿那克萨戈拉基于运动的理论及其含混之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#1

2. Ταῦτ’ οὖν προδιορισάμενοι ἁπτόμεθα λοιπὸν τῆς περὶ ψυχῆς θεωρίας. ἀνάγκη δὲ πρότερον τὰς τῶν παλαιῶν δόξας ἐπιδραμεῖν καὶ κοινωνοὺς συμπαραλαβεῖν εἰς σκέψιν, ὅσοι τι περὶ αὐτῆς ἀπεφήναντο, ὅπως τὰ μὲν καλῶς εἰρημένα λάβωμεν, τὰ δὲ μὴ καλῶς φυλαξώμεθα. Ἐπειδὴ τοίνυν τὸ ἔμψυχον τοῦ ἀψύχου δύο τούτοις μάλιστα διενήνοχε, τῷ τε κινεῖσθαι ἐξ ἑαυτοῦ καὶ τῷ αἰσθάνεσθαι, εἰς τὰ δύο ταῦτα εὐθὺς οἱ παλαιότεροι ταῖς δόξαις διενεμήθησαν, οἱ μὲν ἀπὸ τῆς κινήσεως μάλιστα, οἱ δὲ ἀπὸ τῆς αἰσθήσεως ὁρισάμενοι τὴν ψυχήν, κινήσεως μὲν Δημόκριτος καὶ Ἀναξαγόρας, τυχὸν δὲ καὶ Πλάτων. οὗτοι δὲ προστιθέντες, ὡς ᾤοντο, καὶ τὸ ἐφεξῆς, ὅτι τὸ μὴ κινούμενον αὐτὸ οὐκ ἐνδέχεται κινεῖν ἕτερον, τῶν κινουμένων τὴν ψυχὴν ἀπεφήναντο. ὅθεν Δημόκριτος πῦρ καὶ θερμόν φησι τὴν ψυχήν· ἀπείρων γὰρ ὄντων τῶν σχημάτων ἃ ταῖς ἀτόμοις προστίθησι, τὴν μὲν πανσπερμίαν αὐτῶν στοιχεῖα ποιεῖ τῆς ὅλης φύσεως, τούτων δὲ τὰ σφαιροειδῆ τῆς ψυχῆς, διὰ τὸ μάλιστα διὰ παντὸς τοῦ σώματος διαδύεσθαι τοῦτο τὸ σχῆμα καὶ κινεῖν τὰ λοιπὰ αὐτὴν κινουμένην. εἰ δὲ μὴ ὁρᾶται ἡ ψυχὴ καίτοι σῶμα οὖσα οὐ θαυμαστόν· καὶ γὰρ τὰ ἐν τῷ ἀέρι καλούμενα ὥς φησι ξύσματα, ἃ φαίνεται ἐν ταῖς διὰ τῶν θυρίδων ἀκτῖσιν, οὐκ ἂν φανείη μὴ ἐλλάμποντος τοῦ ἡλίου, ἀλλὰ κενὸς παντάπασιν ἡμῖν ὁ ἀὴρ δοκεῖ καίτοι σωμάτων στερεῶν πεπληρωμένος· ὧν ἔτι πολὺ σμικροτέρας καὶ ταχυτέρας τὰς ἀτόμους ὑπολαμβάνει καὶ μάλιστά γε ἁπασῶν τὰς σφαιροειδεῖς, ἐξ ὧν ἡ ψυχή. διὸ καὶ τοῦ ζῆν ὅρον εἶναί φησι τὴν ἀναπνοήν· τοῦ γὰρ περιέχοντος συνάγοντος τὰ τῶν ζώων σώματα καὶ διὰ τῆς τοιαύτης συναγωγῆς ἐκθλίβοντος ἐν αὐτοῖς τὰ σφαιροειδῆ σχήματα, ἅπερ αἰεὶ κινούμενα τῆς τῶν ζώων κινήσεως αἴτια γίνεται, βοήθειαν γίγνεσθαι τῷ ζῴῳ, θύραθεν ἐπεισιόντων ἄλλων τοιούτων ἐν τῷ ἀναπνεῖν καὶ ὥσπερ ἀντισηκώσεως γιγνομένης τῶν ὑπὸ τῆς ἐκπνοῆς σκεδαννυμένων καὶ τῶν ὑπὸ τῆς ἀναπνοῆς εἰσελκομένων, καὶ ζῆν δὴ μέχρις ἂν δύνηται τὰς σφαιροειδεῖς ταύτας ἀτόμους εἰσέλκειν τε καὶ ἀποπέμπειν. μήποτε δὲ καὶ τῶν Πυθαγορείων τινές, φησὶν Ἀριστοτέλης (οὐκ οἶδα οὕστινας λέγων τοὺς οὕτως λέγοντας Πυθαγορείους),1 εἰς τοιαύτην δόξαν περὶ τῆς ψυχῆς ὑποφέρονται, οἱ μὲν αὐτὰ τὰ ἐν τῷ ἀέρι κινούμενα σώματα, οἱ δὲ τὴν ταῦτα κινοῦσαν αἰτίαν τὴν ψυχὴν ἀποφηνάμενοι, διότι μηδέποτε ἠρεμεῖ κἂν παντελὴς ᾖ νηνεμία. ἴδιον δὲ μάλιστα τῆς ψυχῆς τὸ κινεῖν ὑπολαμβάνουσι καὶ ὅσοι τὴν ψυχὴν τῷ αὐτοκινήτῳ χαρακτηρίζουσιν· ἐοίκασι γὰρ ἅπαντες οὗτοι πεπιστευκέναι τὴν κίνησιν οἰκειότατον εἶναι τῇ ψυχῇ, καὶ τὰ μὲν ἄλλα κινεῖσθαι ὑπὸ τῆς ψυχῆς, ταύτην δὲ μόνην ὑφ’ ἑαυτῆς. Ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν λέγει τὴν κινοῦσαν ἀρχήν, καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς. οὐ μὴν ὁμοίως ὥσπερ Δημόκριτος· ἐκεῖνος μὲν γὰρ οἴεται νοῦν καὶ ψυχὴν μηδὲν διαφέρειν· τὸ γὰρ ἀληθὲς εἶναι τὸ φαινόμενον τῇ αἰσθήσει, ὡς καὶ τὸν νοῦν συλλαμβανούσῃ, καὶ ταὐτὸν ὑπολαμβάνει τῷ αἰσθάνεσθαι τὸ φρονεῖν, καὶ ἐπάγεται μάρτυρα Ὅμηρον, ὅτι καλῶς πεποίηκε τὸν Ἕκτορα ἡνίκα ἔκειτο ἀναισθητῶν, ὅτι ἔκειτο ἀλλοφρονέων. οὐ δὴ χρῆται τῷ νῷ ὡς διαφέροντι τῆς αἰσθήσεως καὶ δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν, ἀλλὰ ταὐτὸν ποιεῖ νοῦν τε καὶ αἴσθησιν, τουτέστι ταὐτὸν ψυχήν τε καὶ νοῦν. Ἀναξαγόρας δὲ ἧττον μὲν διασαφεῖ περὶ τούτων, πολλαχόθι μὲν γὰρ τὸ αἴτιον τοῦ καλῶς καὶ ὀρθῶς τὸν νοῦν λέγει ὡς ὄντα θειότερον τῆς ἄλλης ψυχῆς, πολλαχόθι δὲ καὶ συγχεῖ, ταὐτὸν λέγων νοῦν καὶ ψυχήν· ἐν ἅπασι γὰρ αὐτὸν ὑπάρχειν τίθεται τοῖς ζῴοις καὶ μεγάλοις καὶ μικροῖς καὶ τιμιωτέροις καὶ ἀτιμοτέροις. οὕτω δ’ ἂν τὴν αἴσθησιν νοῦν λέγοι· αὕτη γὰρ σχεδὸν πᾶσιν ὑπάρχει τοῖς ζῴοις· οὐ γὰρ δὴ ὁ κατὰ φρόνησιν νοῦς λεγόμενος πᾶσιν ὁμοίως ὑπάρχει τοῖς ζῴοις, ἀλλ’ οὐδὲ τῶν ἀνθρώπων ἴσως τοῖς πολλοῖς. Ὅσοι μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι ἐξ ἑαυτοῦ τὸ ἔμψυχον ἀπέβλεψαν, οὗτοι τὸ κινητικώτατον ὑπέλαβον εἶναι τὴν ψυχὴν ὡς αὐτὴν κινοῦσαν τὸ ζῷον· ὅσοι δ’ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι δὴ λέγουσι τὴν ψυχὴν τὰς ἀρχάς, οἱ μὲν πλείους ποιοῦντες τὰς ἀρχὰς ταύτας καὶ τὴν ψυχήν, οἱ δὲ μίαν ταύτην.

2. 因此,在预先作出这些界定之后,我们终于着手进行关于灵魂的考察。但首先必须检视古人的意见,并把凡是对它发表过见解的人都吸收为探究的合作者,以便我们采纳言之有理者,防范不当之论。既然有灵魂者与无灵魂者主要在这两点上有所差异,即自身运动与感觉,于是古人们便立刻在意见上分化为这两类,一些人主要从运动出发界定灵魂,另一些人则从感觉出发——从运动界定的有德谟克利特和阿那克萨戈拉,或许还有柏拉图。而他们正如自己所认为的那样,加上了后续的推论,即自身不运动者不可能使他物运动,从而断言灵魂属于运动的事物。因此德谟克利特说灵魂是火与热;因为在他赋予原子的无限形状中,他把它们的全种群作为整个自然的基本元素,而把其中的球形原子作为灵魂的元素,这是因为这种形状最能穿透整个身体,并且自身运动而推动其余部分。如果灵魂虽然是物体却不可见,那也并不奇怪;因为正如他所说的,空气中所谓微尘,即从小窗射进的光线中所见之物,若无太阳照耀也是看不见的,尽管空气中充满了坚实的物体,但在我们看来空气却完全是空虚的;而他认为原子比这些微尘还要微小得多、敏捷得多,在所有原子中尤其是构成灵魂的球形原子更是如此。因此他也说呼吸是活着的界标;因为当周围的环境压缩动物的身体,并由于这种压缩挤出其内部的球形形状时——这些球形形状始终处于运动中,并成为动物运动的原因——,由于在呼吸时有其他此类原子从外部进入,动物便得到了救助,并且在呼气所驱散的原子与吸气所引入的原子之间形成了某种平衡,只要动物能够吸入和排出这些球形原子,它就活着。亚里士多德说,或许毕达哥拉斯学派的某些人(我不知道他指的是哪些这样主张的毕达哥拉斯学派者)也倾向于对灵魂持有此类意见,他们中的一些人断言灵魂就是空气中运动的物体本身,另一些人则断言灵魂是推动这些物体的动因,因为即便在完全无风的状态下,它们也绝不静止。凡是用自身运动来刻画灵魂特征的人,也都认为推动是灵魂最固有的特性;因为所有这些人似乎都确信,运动与灵魂最为契合,其余事物被灵魂推动,而唯独灵魂被其自身推动。 同样,阿那克萨戈拉也称推动的始基为灵魂,以及任何其他说过努斯推动了宇宙的人也是如此。然而,并不像德谟克利特那样;因为后者认为努斯与灵魂毫无区别;因为他主张显现于感觉者即是真实的,感觉亦将努斯包揽其中,并且他认为思想与感觉是同一回事,他还引证荷马作为见证,说荷马把赫克托耳在失去知觉而躺卧时的状态很好地描写为“神志异样地”躺卧。因此他并没有把努斯作为不同于感觉的、关乎真理的某种能力来使用,而是使努斯与感觉相同,也就是说,使灵魂与努斯相同。阿那克萨戈拉对这些事情的阐明则较欠清晰;因为在许多地方,他说努斯是美好与正确的原因,认为它比灵魂的其余部分更具神圣性,但在许多地方他又将二者混淆,称努斯与灵魂是同一的;因为他设定努斯存在于所有动物中,无论大小,无论尊卑。但若如此,他所说的努斯便是感觉了;因为感觉几乎存在于所有动物之中;毕竟按明智而言的努斯绝不是同样存在于所有动物中,甚至大概也不存在于大多数人之中。 因此,凡是着眼于有灵魂者能够自身运动的人,都认为灵魂最具动能,因为它自身推动着动物;而凡是着眼于对存在者的认识和感觉的人,则称灵魂即是诸始基,一些人将这些始基和灵魂定为多数,另一些人则定为单一。

语法注2 条
  1. 1.2οὐκ οἶδα οὕστινας λέγων τοὺς οὕτως λέγοντας Πυθαγορείους

    关系代词/疑问代词 οὕστινας 引导间接疑问句,作分词 λέγων 的宾语,而 τοὺς οὕτως λέγοντας Πυθαγορείους 则作为 λέγων 的第二个宾格补足语(“指称哪些如此主张的毕达哥拉斯学派者”),构成双重宾格结构。

  2. 1.2τοῦ γὰρ περιέχοντος συνάγοντος τὰ τῶν ζώων σώματα καὶ διὰ τῆς τοιαύτης συναγωγῆς ἐκθλίβοντος ἐν αὐτοῖς τὰ σφαιροειδῆ σχήματα, ἅπερ αἰεὶ κινούμενα τῆς τῶν ζώων κινήσεως αἴτια γίνεται, βοήθειαν γίγνεσθαι τῷ ζῴῳ, θύραθεν ἐπεισιόντων ἄλλων τοιούτων ἐν τῷ ἀναπνεῖν καὶ ὥσπερ ἀντισηκώσεως γιγνομένης τῶν ὑπὸ τῆς ἐκπνοῆς σκεδαννυμένων καὶ τῶν ὑπὸ τῆς ἀναπνοῆς εἰσελκομένων, καὶ ζῆν δὴ μέχρις ἂν δύνηται τὰς σφαιροειδεῖς ταύτας ἀτόμους εἰσέλκειν τε καὶ ἀποπέμπειν.

    这是由前句中的 φησί(转述德谟克利特的观点)所统辖的间接引语(宾格加不定式结构)长句。句子的骨干是以属格绝对分词短语 τοῦ περιέχοντος συνάγοντος... ἐκθλίβοντος...(当周围环境压缩……挤出时)为背景条件,引出主干不定式 βοήθειαν γίγνεσθαι(得到救助)以及 καὶ ζῆν δὴ(并且活着,动物为其隐含主体)。在其下又并列插入了两个属格绝对短语(θύραθεν ἐπεισιόντων... 与 ἀντισηκώσεως γιγνομένης...),用以具体说明这种救助和存续的生理机制。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:8.38-10.16