- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:10.16-11.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯探讨了恩培多克勒与柏拉图(在《蒂迈欧篇》与《论哲学》中)关于灵魂由本原或元素构成以便以同类认识同类的见解,并特别阐释了《蒂迈欧篇》中间性混合的非质料性含义以及理念数理论。
οὕτω γὰρ αὐτὴν ἐκ τῶν ἀρχῶν συγκειμένην αὐτῶν τε ἐκείνων ἀντιλαμβάνεσθαι καὶ τῶν ἐξ αὐτῶν,1 ὥσπερ Ἐμπεδοκλῆς ἀρχὰς ἡγούμενος εἶναι πάντων τὰ τέτταρα στοιχεῖα καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν ἐκ ταὐτοῦ ποιεῖ τὴν ψυχὴν καὶ τὴν αἴσθησιν· λέγει γὰρ ὡς ‘γαίῃ μὲν γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ’· τίθεται δὲ καὶ ἕκαστον τούτων ψυχήν, ὡς οὐκ ἂν ἄλλως αἰσθανομένης τῶν ἔξωθεν, εἰ μὴ τῷ ὁμοίῳ· κοινὴ γὰρ καὶ τούτων αὕτη ἡ δόξα τὸ γιγνώσκεσθαι τῷ ὁμοίῳ τὸ ὅμοιον. [διὰ τοῦτο δὲ τὸν αὐτὸν τρόπον καὶ ὁ Τίμαιος τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖ,] ἐκ τῆς ἀμερίστου φύσεως καὶ πάντη ἀΰλου καὶ ἀσωμάτου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς μέσην αὐτὴν συγκεκρᾶσθαι λέγων. τὴν μὲν οὖν ἀμέριστον καὶ ἄϋλον ἥντινα λέγει, μᾶλλον ἄν τις ὑπονοήσειεν· περὶ δὲ τὰ σώματα μεριστὰς εἰ μὲν τὰς πρώτας λέγοι ποιότητας, οἷον ὑγρότητα καὶ ξηρότητα καὶ τὰς συστοίχους, οὐκ ἂν εἶεν αὗται περὶ τὰ σώματα μερισταί, ἀλλὰ περὶ τὴν ὕλην· εἰ δὲ τὴν φυτικὴν δύναμιν, εἴη μὲν ἂν αὕτη περὶ σώματα μεριστή· προσχρῆται γὰρ οὐ τῇ ὕλῃ τῇ ἀμόρφῳ παντελῶς, ἀλλὰ τοῖς στοιχείοις, καὶ ταῦτα συγκρίνει τε καὶ διακρίνει, καὶ περὶ ταῦτά ἐστι μεριστή. διὰ τί δὲ οὐ καὶ τὴν αἰσθητικὴν τοιαύτην ἂν εἴποιμεν καὶ τὴν ἐπιθυμητικὴν καὶ τὴν θυμικήν; ἅπασαι γὰρ περὶ σώματα καὶ ἐν σώμασι, [καὶ ὅσαι αὐτῶν ἄλογοι παντελῶς καὶ ὅσαι ὑπήκοοι λόγῳ.] εἰ δὲ ταύτας ἁπάσας λέγοι περὶ τὰ σώματα μεριστάς, τὴν λογικὴν ἂν λοιπὸν μόνην ψυχὴν μέσην εἶναι ποιοῖ τῆς τε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς καὶ ἐκ τούτων συντεθεῖσθαι καὶ συγκεκρᾶσθαι, οὐ κυρίως λέγων τὸ συγκεκρᾶσθαι· οὐ γὰρ δήπου συμφθαρέντος τῷ ἀμερίστῳ τοῦ μεριστοῦ καὶ τὴν μὲν οἰκείαν δύναμιν ἀπολεσάντων, συστησάντων δὲ ἐν τῷ κράματι ποιότητα ἰδιάζουσαν, οὕτω γέγονεν ἡ ψυχή, ἀλλ’ ὅτι ἡ φύσις τῆς λογικῆς ψυχῆς νοῦ μέν ἐστι φαυλοτέρα τῶν δὲ ἀλόγων δυνάμεων πολὺ βελτίων, ἔχουσα πρὸς ἑκάτερα συγγένειαν, ὥσπερ καὶ τὰ κεκραμένα πρὸς τὰ στοιχεῖα ἐξ ὧν ἐκράθη. καὶ διὰ τοῦτο χρῆσθαι δύο δυνάμεσι πρὸς κατάληψιν τῶν ὄντων τῇ τε ταὐτοῦ καὶ τῇ θατέρου. ὅταν μὲν γὰρ τὰ γένη καὶ τὰ εἴδη συνάγῃ, τὴν ταὐτότητα ἀνιχνεύει· ὅταν δὲ τὰς διαφορὰς προσλαμβάνῃ, τὴν ἑτερότητα ἐξευρίσκει. ἃς καὶ αὐτὰς ἀπὸ τῶν στοιχείων ἐρανίζεται, τὴν ταὐτοῦ μὲν ἀπὸ τῆς ἀμερίστου φύσεως, τὴν θατέρου δὲ ἀπὸ τῆς μεριστῆς. οὕτω μὲν οὖν καὶ ὁ Τίμαιος τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖ, καὶ μήποτε ὅπερ εἴρηται οὐ πᾶσαν ἀλλὰ τὴν λογικὴν μόνην, ἥπερ ἂν εἴη καὶ τοῦ κόσμου ψυχή· τὰς γὰρ παθητικὰς δυνάμεις ὕστερον προσυφῆναί φησι τοὺς δευτέρους θεούς, τοὺς τῶν θνητῶν ζῴων δημιουργούς. ἀλλ’ ὅτι γε καὶ αὐτὸς προσεδεήθη τῶν στοιχείων εἰς τὴν σύστασιν τῆς ψυχῆς, ἵνα γινώσκειν ἔχοι τοῖς ὁμοίοις τὰ ὅμοια, δῆλόν ἐστιν. [Ὁμοίως δὲ καὶ ἐν τοῖς περὶ φιλοσοφίας διώρισται αὐτὸ μὲν τὸ ζῶον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας εἶναι καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους, τὰς δ’ ἄλλας ὁμοιοτρόπως.]2 τὴν γὰρ ἀσώματον φύσιν τοῦ μὲν συνεχοῦς ποσοῦ πόρρωθεν εἶναι παντάπασιν ὑπελάμβανον οἱ ἄνδρες ἐκεῖνοι, ἅτε ἐν ὄγκῳ μὴ ὑφεστῶσαν, τοῦ διωρισμένου δὲ οἰκείαν εἶναι· πλῆθος γὰρ καὶ ἐκείνης εἶναι τῆς φύσεως ἐξ ἑνάδων ἀληθινῶν συντεθειμένον ὑπενόουν, οὐχ οἵαις ἡμεῖς χρώμεθα ἐπὶ τῶν σωμάτων μονάσιν, ὧν οὐδέν ἐστιν ἓν ἀκριβῶς, ἀλλὰ πλείω, μᾶλλον δὲ ἄπειρα· διὸ καὶ εἰδητικὸν ἐκάλουν τοῦτον τὸν ἀριθμὸν ἅτε συγκείμενον ἐξ εἰδῶν, καὶ τοὺς ἀριθμοὺς ἐκείνους εἴδη τῶν ὄντων ἐτίθεντο· ‘ἀριθμῷ δέ τε πάντ’ ἐπέοικε’. τοῦ μὲν οὖν αὐτοζῴου, τουτέστι τοῦ κόσμου τοῦ νοητοῦ, στοιχεῖα τὰ πρῶτα ἐποίουν τῶν εἰδητικῶν ἀριθμῶν τὴν τοῦ ἑνὸς ἰδέαν καὶ τὴν τῆς πρώτης δυάδος καὶ τὴν τῆς πρώτης τριάδος καὶ τὴν τῆς πρώτης τετράδος· ἐπειδὴ γὰρ ἐν τῷ νοητῷ κόσμῳ δεῖ πάντως τὰς ἀρχὰς παρεμφαίνεσθαι τοῦ αἰσθητοῦ, ὁ δὲ αἰσθητὸς ἐκ μήκους ἤδη καὶ πλάτους καὶ βάθους, τοῦ μὲν μήκους ἰδέαν εἶναι τὴν πρώτην ἀπεφήναντο δυάδα· ἀπὸ γὰρ ἑνὸς ἐφ’ ἓν τὸ μῆκος,3 τουτέστιν ἀπὸ σημείου ἐπὶ σημεῖον· τοῦ δὲ μήκους ἅμα καὶ πλάτους τὴν πρώτην τριάδα· πρῶτον γὰρ τῶν ἐπιπέδων σχημάτων ἐστὶ τὸ τρίγωνον· τοῦ δὲ μήκους καὶ πλάτους καὶ βάθους τὴν πρώτην τετράδα· πρῶτον γὰρ τῶν στερεῶν ἐστὶν ἡ πυραμίς.
因为[他们认为],灵魂如此由诸本原所构成,便能把握那些本原自身以及由它们所产生的事物,正如恩培多克勒认为万物的本原是四种元素以及争吵与友爱,便使灵魂与感觉由同一事物构成;因为他说:“以土我们得见土,以水得见水”;并且他也将这些当中的每一者都设定为灵魂,其理由是,若不凭借同类,灵魂便无法感知外物;因为以同类认识同类这一意见对他们来说也是共同的。[因此,以同样的方式,蒂迈欧也使灵魂由诸元素构成,]他说灵魂被混合为介于不可分的、完全非质料且非物体的本性与在物体周围可分的本性之间的中间状态。那么,关于他所说的不可分且非质料的本性是指什么,人们倒较容易推测;但关于在物体周围可分的本性,如果他是指原初的性质,比如湿与干及其同列之物,那么这些性质就不是在物体周围可分的,而是在质料周围可分的;如果他是指植物性能力,那么这种能力确实是在物体周围可分的;因为它并不附带使用完全无形状的质料,而是使用元素,并将它们结合与分离,因而在这些元素周围是可分的。然而,我们为何不能说感觉能力、欲望能力以及激怒能力也是如此呢?因为所有这些能力都在物体周围且在物体之中,[无论是它们当中完全无理性的,还是服从理性的]。但如果他将所有这些能力都称为在物体周围可分的,那么接下来他就会使唯独理性灵魂介于不可分者与在物体周围可分者之间,并由它们组成与混合,而他使用“混合”一词并非取其本义;因为绝不是由于可分者与不可分者一同消亡并丧失各自固有的能力,却在混合物中建立起一种特异的性质,灵魂才由此生成,而是因为理性灵魂的本性虽劣于努斯,却远优于无理性的诸能力,它对两者皆有亲缘性,正如被混合之物对于构成它的元素具有亲缘性一样。正因如此,[他说]灵魂使用两种能力来把握存在者,即“同”的能力与“异”的能力。因为当它汇集属与种时,它探寻同一性;而当它加上种差时,它发现相异性。而这些能力本身也是灵魂从元素中分取来的,它从不可分的本性中取得“同”的能力,从可分的本性中取得“异”的能力。因此,蒂迈欧也是如此使灵魂由元素构成,并且或许正如前文所言,并非全部灵魂,而唯独理性灵魂如此,而这也当是宇宙的灵魂;因为他说,次级诸神即凡俗动物的创造者,后来又纺织上了被动性的能力。但无论如何显而易见的是,他本人在构成灵魂时也需要诸元素,以便灵魂能够以同类认识同类。[同样,在《论哲学》中也规定了,动物自身是由“一”的理念本身以及最初的长、宽、深构成,其余亦依此类推。]因为那些哲人认为,非物体的本性完全远离连续量,因其不实存于体积之中,而是契合于离散量;因为他们推想,那种本性也有由真正的“一”所组成的多数,并不像我们在物体上所使用的单子那样——其中没有任何一个是严格的“一”,而是多数,或者更是无限的;因此他们称这种数为“理念数”,因其由形式构成,并将那些数设定为存在者的形式:“万物皆与数相似”。因此,对于动物自身,即理知宇宙,他们使理念数中的最初者成为其元素,即“一”的理念、最初的二元的〔理念〕、最初的三元的〔理念〕与最初的四元的〔理念〕;因为在理知宇宙中,可感世界的诸本原必须无论如何都显现出来,而可感世界已经由长、宽、深构成,所以他们宣称最初的二元是长的理念;因为长是从一到一,即从点到点;最初的三元同时是长与宽的[理念];因为在平面图形中最初的是三角形;而最初的四元是长、宽与深的[理念];因为在立体图形中最初的是四面体。
- 1.2οὕτω γὰρ αὐτὴν ἐκ τῶν ἀρχῶν συγκειμένην αὐτῶν τε ἐκείνων ἀντιλαμβάνεσθαι καὶ τῶν ἐξ αὐτῶν
开头的“宾格加不定式”结构(αὐτὴν ... ἀντιλαμβάνεσθαι)承接了上一节末尾动词 λέγουσι(“他们说/称”)所引导的间接引语。它与表示原因的连词 γάρ 一同使用,解释了那些从认识与感觉出发界定灵魂的哲人们的论据,即灵魂正因为由诸本原构成,才能把握本原自身及其派生物。
- 1.2τὰς δ’ ἄλλας ὁμοιοτρόπως
在引自《论哲学》的语句中,亚里士多德底本(DA 404b21)作中性复数 τὰ δ’ ἄλλα,而此处作阴性宾格 τὰς δ’ ἄλλας。它是与前面的 αὐτὸ μὲν τὸ ζῶον ... εἶναι 并列的“宾格加不定式”的主语,补入省略的阴性名词(如 ἰδέας[诸理念]或 ψυχάς[诸灵魂]),理解为“其余的[理念/灵魂]亦依此类推[成立]”。
- 1.2ἀπὸ γὰρ ἑνὸς ἐφ’ ἓν τὸ μῆκος
介词短语 ἀπὸ ἑνὸς ἐφ’ ἕν(“从一到一”)中的中性数词 ἕν 指几何学上的“点”,这一点由其后紧跟的同位说明 τουτέστιν ἀπὸ σημείου ἐπὶ σημεῖον(“即从点到点”)清楚指明。一维的延展(长/线)需要两个端点,这构成了长度的理念对应于最初的二元(δυάς)的数理依据。
