← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§7.23-8.37

作为质料内嵌形式的灵魂受动与自然学家的定义

提米斯提乌斯论证灵魂的受动是存在于质料中的“物化形式”,并通过房屋的定义对比了仅给出形式的辩证家与同时考量质料与复合体的自然哲学家。随后他区分了自然形式、数学形式、技术形式以及第一哲学的真正分离形式,断定灵魂受动的定义必须与身体的受动紧密结合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#6

εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, δῆλον ὅτι τὰ πάθη ταῦτα καὶ ὅσα ἄλλα τοιαῦτα τῆς ψυχῆς, λόγοι ἔνυλοί εἰσι, τουτέστιν ἐν ὕλῃ τὸ εἶναι ἔχοντες· ὥστε καὶ οἱ ὁριζόμενοι τούτων ἕκαστον τῆς ὑποκειμένης ὕλης οὐκ ἀποστήσονται, ὡς ὁ τὴν ὀργὴν ἀποδιδοὺς ζέσιν τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. καὶ διὰ ταῦτα οὖν φυσικοῦ τὸ θεωρῆσαι περὶ τῆς τοιαύτης ψυχῆς, ὅση πρὸς τὰ ἔργα αὐτῆς ἢ τὰ πάθη τὴν ὕλην συνεφέλκεται. διαφερόντως δ’ ἂν ὁ φυσικός τε καὶ ὁ διαλεκτικὸς ἕκαστον αὐτῶν ἀφορίσαιντο· ὁ μὲν γὰρ ὄρεξιν ἀντιλυπήσεως, ὁ δὲ ζέσιν τοῦ περὶ καρδίαν αἵματος, ὁ διαλεκτικὸς μὲν τὸ εἶδος, ὁ φυσικὸς δὲ τὴν ὕλην· ὁ μὲν γὰρ λόγος τῆς ὀργῆς ὄρεξις ἀντιλυπήσεως, ἀνάγκη δὲ ἐγγίνεσθαι τοῦτο τὸ εἶδος ἐν ὕλῃ τοιᾷδε· ὥσπερ οἰκίας ὁ μὲν τὸ εἶδος καὶ τοῦ εἴδους τὸν λόγον ἀποδίδωσιν, ὅτι σκέπασμα κωλυτικὸν φθορᾶς τῆς ὑπ’ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων, ἄλλος δὲ τὴν ὕλην, ὅτι λίθοι καὶ πλίνθοι καὶ ξύλα, ἕτερος δὲ ἄμφω συλλαβών, ὅτι σκέπασμα τοιονδὶ ἐξ ὕλης τοιᾶσδε. τίς οὖν ὁ φυσικὸς τούτων; πότερον ὁ περὶ τὸν λόγον μόνον, τὴν ὕλην δὲ ἀγνοῶν, ἢ ὁ τῆς ὕλης μόνον πεφροντικώς, τοῦ λόγου δὲ ἐκλανθανόμενος; ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν. ἐκείνων δὴ τίς ἑκάτερος; ὁ μὲν δὴ τὸ εἶδος ὁριζόμενος καθ’ αὑτό, ὃ μὴ πέφυκεν εἶναι καθ’ αὑτό, διαλεκτικός, ὅθεν αὐτῷ κενολογεῖν συμβαίνει πολλάκις· ὁ δὲ περὶ τὴν ὕλην μᾶλλον πραγματευόμενος καὶ τὰ ἀχώριστα πάθη τῆς ὕλης οὐδεὶς ἄλλος ἐστίν, ἀλλ’ ὁ φυσικός· ὁ γὰρ φυσικὸς περὶ πάντα, ὅσα τῆς ὕλης ἔργα καὶ πάθη. / παραλήψεται μὲν οὖν καὶ τὸ εἶδος, ἀποστήσει δὲ αὐτὸ οὐδέποτε τῆς ὕλης, οὐδ’ εἴπερ ὁ λόγος δύναιτο συγχωρήσει.1/ δεῖται γὰρ ἀεὶ τῆς ὕλης καὶ οὐχ ὥσπερ ὁ μαθηματικὸς ἐφήσει τῷ λόγῳ τὴν εὐθεῖαν ἄνευ τῆς ὕλης ὁριζομένῳ· οὐ γὰρ προσδεῖται τῆς ὑποκειμένης ὕλης αὕτη. καθόλου γὰρ ἄνωθεν ὑπομνηστέον, ὅτι τοῦ φυσικοῦ σώματος τὰ μέν ἐστι φυσικὰ πάθη καὶ ἔργα, τὰ δὲ ἔξωθεν αὐτῷ προσγίγνεται· φυσικὰ μὲν θερμότητες ψυχρότητες, ξηρότητες ὑγρότητες, τροφή, αὔξησις καὶ φθίσις· ἔξωθεν δὲ προσγίγνεται ὁπόσα αὐτῷ αἱ τέχναι προστιθέασιν ἢ κοσμοῦσαι τὴν ὕλην ἢ διορθούμεναι τὸ ἐνδεὲς αὐτῆς καὶ ἐλλεῖπον, χαλκευτικὴ μὲν καὶ τεκτονικὴ κοσμοῦσαι τὴν ὕλην, ἰατρικὴ δὲ καὶ γεωργία βοηθοῦσαι αὐτῆς ταῖς ἐλλείψεσιν. ἔστι μέντοι γε καὶ ἕτερον εἶδος ἀχώριστον μὲν τοῦ φυσικοῦ σώματος, οὐχ ᾗ δὲ φυσικὸν σῶμα ὑπάρχον αὐτῷ,2 εἴτε πάθος εἴτε συμβεβηκὸς ἐθέλοι τις αὐτὸ ὀνομάζειν, οἷον τὸ εὐθὺ τὸ κεκλασμένον τὸ τρίγωνον τὸ κοῖλον τὸ κυρτὸν καὶ ὅσα ἄλλα ἡ μαθηματικὴ θεωρεῖ, ἀφαιροῦσα μὲν τὰ φυσικὰ σύμπαντα πάθη, μόνα δὲ αὐτοῦ τὰ πέρατα καὶ τὰ διαστήματα ἐξετάζουσα καὶ μηδαμοῦ προσλαμβάνουσα ἐν τοῖς λόγοις τὴν ὕλην ἢ τὰς φυσικὰς ποιότητας. Πάλιν οὖν ἄνωθεν ἀναληπτέον, ὅτι πολλαὶ θεωρίαι περὶ τοῦ εἴδους, τὸ δὲ εἶδος ἤτοι φυσικὸν ἢ μαθηματικὸν ἢ τεχνικόν. τὸ μὲν οὖν φυσικὸν καὶ ὁ φυσικὸς καὶ ὁ διαλεκτικὸς θεωρεῖ, ἀλλ’ ὁ μὲν ἄνευ τῆς ὕλης, ὁ δὲ ἀεὶ μετὰ τῆς ὕλης, τὰ λοιπὰ δὲ οἱ ἐπιστήμονες καὶ οἱ τεχνῖται, οἱ μὲν θεωροῦντες αὐτὰ μόνον, οἱ δὲ καὶ ἐργαζόμενοι ἐν τῇ ὕλῃ, διὸ καὶ οἱ μὲν ἄνευ τῆς ὕλης, οἱ δὲ μεθ’ ὕλης. τούτων δὲ ἁπάντων ἐστὶν ἀνωτέρω ὁ περὶ τὰ ὄντως εἴδη πραγματευόμενος τὰ παντάπασι κεχωρισμένα τῆς ὕλης καὶ τῷ λόγῳ καὶ τῇ ὑποστάσει, ὥσπερ ὁ πρῶτος φιλόσοφος. ταῦτα μὲν οὖν ἔξωθεν διῃρήσθω οὐ λίαν ὄντα τῆς προκειμένης πραγματείας ἀλλότρια· ἐπανιτέον δὲ ὅθεν ὁ λόγος. ἐλέγομεν δὲ ὅτι τὰ πάθη τῆς ψυχῆς ἀχώριστα τῆς φυσικῆς ὕλης τῶν ζῴων ἐστί, καὶ οὐχ ὥσπερ γραμμὴν καὶ ἐπίπεδον τῷ λόγῳ δυνατὸν ἀποστῆσαι τῆς ὑποκειμένης ὕλης, οὕτω καὶ θυμὸν καὶ φόβον, ἀλλὰ δεῖ τοὺς ὅρους τούτους συμπλέκεσθαι τοῖς παθήμασι τοῦ σώματος.

如果这些事情是如此,显而易见,灵魂的这些受动以及所有其他此类受动,都是内在于质料的理路,也就是说,它们是在质料中拥有其存在;因此,定义其中每一项的人都不会脱离底层的质料,正如把愤怒界定为“因复仇之欲求而引起的围绕心脏的血液的沸腾”的人一样。因此,正是出于这些缘故,考察涉及其功能或受动而将质料连带卷入的此类灵魂,乃是自然哲学家的职责。然而,自然哲学家与辩证家界定它们中的每一项会有所不同:因为一方界定为复仇之欲求,另一方界定为围绕心脏的血液的沸腾;辩证家给出形式,而自然哲学家给出质料。因为愤怒的定义是复仇之欲求,但必然地,这种形式产生在如此这般的质料之中;正如就房屋而言,一人给出形式及形式的定义,即它是“防止风、雨与酷热损毁的遮蔽物”,另一人给出质料,即它是“石头、砖块和木材”,而另一人将二者合在一起,给出它是“由如此这般的质料构成的如此这般的遮蔽物”。那么,这些人中谁是自然哲学家呢?是那只关注定义而忽略质料的人,还是那只关心质料而遗忘定义的人?抑或更是那结合二者的人?那么那两者各自又是谁呢?那把本性上不能自身独立存在的形式单独予以定义的人是辩证家,因此他常常陷入空谈;而那更着手研究质料及质料不可分离之受动的人不是别人,正是自然哲学家;因为自然哲学家关乎质料所具有的一切功能和受动。 / 因此,他也会采纳形式,但绝不会将形式从质料中抽离,即便理路(定义)能够做到,他也不会赞同予以抽离。 / 因为他始终需要质料,而不会像数学家那样容许定义在脱离质料的情况下去界定直线;因为直线不需要额外的底层质料。因为从根本上总括而言,必须提醒的是,对于自然物体,某些是自然的受动与功能,某些则是从外部附加给它的:自然的包括热、冷、燥、湿、营养、生长与衰竭;而从外部附加的,则是各门技艺所添加给它的,或是为了文饰质料,或是为了纠正其欠缺与不足——冶金术与木工术文饰质料,而医术与农业则补救其欠缺。然而,确实还存在另一种不可脱离自然物体、但并非作为自然物体而属于它的形式,无论人们想称其为受动还是偶性,诸如直、曲、三角形、凹、凸,以及数学所考察的所有其他事物,数学抽除了一切自然的受动,仅仅探究物体的界限与间隔,而在定义中绝不纳入质料或自然性质。 因此,必须重新从根本上理解到,关于形式有许多种考察,而形式要么是自然的,要么是数学的,要么是技艺的。自然的形式,自然哲学家和辩证家都进行考察,但一方脱离质料,另一方始终结合质料;其余的形式则由专门学者(数学家)与匠人考察,前者只进行沉思,后者则在质料中施展劳作,因此前者脱离质料,后者结合质料。但在这一切之上的是那探究真实形式的人,这些形式在定义和实在根据上都完全与质料分离,正如第一哲学家那样。那么,这些就算作从外围作出的区分吧,因为它们与当下的探讨绝非毫无干系;不过应当回到论题的原点。我们刚才所谈的是,灵魂的受动不可脱离动物的自然质料,并不可能像直线与平面可以在定义上脱离底层质料那样去脱离愤怒与恐惧,相反,这些界定必须与身体的各样受动交织在一起。

语法注2 条
  1. 1.1οὐδ’ εἴπερ ὁ λόγος δύναιτο συγχωρήσει

    承接前句“绝不会将形式从质料中抽离”(ἀποστήσει δὲ αὐτὸ οὐδέποτε τῆς ὕλης),条件从句 εἴπερ ὁ λόγος δύναιτο 中省略了不定词 ἀποστῆσαι αὐτό。主句动词 συγχωρήσει 为将来时直陈语气,条件从句则使用祈愿语气 δύναιτο 表达让步性的假定(“即使理路/定义能够[抽离形式]”)。

  2. 1.1οὐχ ᾗ δὲ φυσικὸν σῶμα ὑπάρχον αὐτῷ

    分词 ὑπάρχον 为中性主格单数,修饰前文的 ἕτερον εἶδος(即句首 ἔστι 的主语)。连词 ᾗ(“就……而言”)与表语名词 φυσικὸν σῶμα 结合,构成限定结构:“尽管不可脱离自然物体,但并非作为自然物体而属于该物体的形式”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:7.23-8.37