- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:77.28-78.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯释义亚里士多德《论灵魂》卷二第12章(424a17等),阐明感觉是无质料地接受形式,区分了感官与感觉潜能的同异,并解释了为何过度的可感物会破坏感官以及为何植物没有感知。
12. Καθόλου δὲ ἔστω περὶ πάσης αἰσθήσεως δῆλον, ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν εἰδῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτυλίου ἄνευ τοῦ σιδήρου καὶ τοῦ χρυσοῦ, καὶ λαμβάνει μὲν τὸν χρυσοῦν ἢ χαλκοῦν τύπον, οὐχ ᾗ δὲ χρυσοῦς ἢ χαλκοῦς. οὕτω δὲ καὶ ἡ ὄψις τὸ χρῶμα τοῦ ἔχοντος, καὶ τὸν ψόφον ἡ ἀκοή, οὐδὲν δὲ ἧττον καὶ ἡ γεῦσις καὶ ἡ ὄσφρησις, εἰ καὶ μὴ δοκοῦσι· καὶ γὰρ εἰς ταύτας αἱ ποιότητες μὲν διικνοῦνται, ἡ δὲ ὕλη καὶ τὸ ὑποκείμενον ἔξω. πάσχειν μὲν οὖν λέγονται αἱ αἰσθήσεις ὑπὸ τῶν αἰσθητῶν, πολὺ δὲ τὸ πάθος διάφορον ἢ ὡς πάσχει τὰ ἄψυχα, μᾶλλον δὲ ἀναίσθητα σώματα· αἱ μὲν γὰρ αἰσθήσεις λέγονται πάσχειν ὑπὸ τῶν αἰσθητῶν ἔξω μενούσης αὐτῆς τῆς ὕλης, τοῦ δὲ εἴδους μόνου κινοῦντος τὸ αἰσθητήριον, τὰ δὲ τεμνόμενα ἢ θλώμενα ἢ καόμενα συνεισιούσης πάσχει τῆς ὕλης τῆς τοῦ ποιοῦντος· τέμνει γὰρ οὐχ ἡ ὀξύτης, ἀλλ’ ἡ μάχαιρα τουτέστιν ὀξύτης ἡ μετὰ σιδήρου, καὶ κάει τὸ πῦρ, οὐχ ἡ τοῦ πυρὸς μορφὴ καὶ ὁ λόγος. διόπερ ἐπὶ τούτων μὲν τὸ πάθος κυρίως·1 εἰς γὰρ τροπήν τινα καὶ εἰς μεταβολὴν τελευτᾷ, μᾶλλον δὲ ἡ ὕλη γίνεται τοῦ ποιοῦντος τὸ πάσχον [καὶ] κυρίως, ὥσπερ τὸ καόμενον τοῦ κάοντος, καὶ τὸ θλώμενον τοῦ θλῶντος, καὶ τοῦ τέμνοντος τὸ τεμνόμενον· αἱ δὲ αἰσθήσεις οὐχ ὗλαι γίνονται τῶν αἰσθητῶν· οὐ γὰρ λευκαίνεται ἡ αἴσθησις οὐδὲ μελαίνεται οὐδὲ βαρύνεται ἢ ὀξύνεται, ἀλλ’ ὃ πολλάκις καὶ εἰρήκαμεν καὶ ἐροῦμεν, τὸ εἶδος ὑποδέχεται μόνον καὶ τὸν λόγον. διὸ καὶ εἰς κρίσιν καὶ εἰς ἀντίληψιν τελευτῶσιν· ὕλη γὰρ οὐδεμία δύναται κρίνειν τὸ ἐγγινόμενον εἶδος· ἀσύνετον γάρ τι καὶ ἄκριτον καὶ ἀναντίληπτον ἥ γε ὕλη. ὁ λόγος μέντοι καὶ τὰ ἄλλα καὶ λόγον κρίνει καὶ εἶδος εἴδους ἀντιλαμβάνεται,2 εἶδος δὲ ἡ αἴσθησις καὶ λόγος τοῦ πρώτου αἰσθητηρίου· δύναμις γὰρ αὐτοῦ ἐστὶ καὶ μορφή. καὶ τῷ μὲν ὑποκειμένῳ ταὐτὸν ἥ τε αἴσθησις καὶ τὸ αἰσθητήριον, ὥσπερ καὶ ἅπασα μορφὴ τῷ δεδεγμένῳ, τὸ δὲ εἶναι ἕτερον τοῦ τε ὀργάνου καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ὄργανον μέγεθός τι καὶ σῶμά ἐστιν, ἡ δύναμις δὲ λόγος καὶ εἶδος ἐκείνου. φανερὸν δὲ ἐκ τῶν εἰρημένων καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰ αἰσθητήρια· ἐὰν γὰρ ὑπὲρ τὴν δύναμιν ᾖ τοῦ αἰσθητηρίου ἡ κίνησις, φθείρεται ἀναγκαίως ἡ δύναμις· λύεται γὰρ ὁ λόγος, τοῦτο δὲ ἦν ἡ αἴσθησις· πᾶς μὲν γὰρ λόγος συμμετρία τις καὶ ἁρμονία καὶ οἷον μεσότης, πᾶν δὲ ἡρμοσμένον φθείρεται ὑπὸ τοῦ καθ’ ὑπερβολὴν ἀναρμόστου, ὥσπερ καὶ ἡ συμφωνία καὶ οἱ τόνοι τῶν χορδῶν, ὅταν σφοδρότερον πλήττωνται ὑπὸ τῆς δυνάμεως, καθ’ ἣν ἡρμόσθησαν.3 Τοῦτό τε οὖν ἐκ τῶν εἰρημένων φανερὸν ὅπως συμβαίνει, καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται καὶ ὑγραίνεται καὶ ξηραίνεται. περὶ μὲν οὖν τῶν ἄλλων αἰσθήσεων οὐδ’ ἂν ἀπορήσειέ τις εὐλόγως, εἰ ἀκούει τὰ φυτὰ ἢ ὀσφραίνεται· περὶ τῆς ἁφῆς δὲ οὐκ ἀπεικότως· πάσχει γὰρ ὑπὸ τῶν ἁπτῶν.
12. 但就每一门感觉而言,应普遍明确的是:感觉就是无质料地接受形式者,正如蜡接受图章戒指的[形式]而没有铁和金,并接受金或青铜的印痕,但不是作为金或青铜而接受。同样,视觉从拥有颜色者那里接受颜色,听觉接受声音,味觉和嗅觉也绝非不然,即便它们看起来似乎不是如此;因为性质也渗透入这些〔感觉〕中,而质料与底层则留在外面。因此,诸感觉虽被说成受可感物的作用,但这种承受状态与无灵魂的物体、或毋宁说无感觉的物体所承受的方式大相径庭。因为诸感觉被说成受可感物的作用,乃是在质料本身留在外面的情况下,仅由形式来推动感官;而那些被切割、被粉碎或被焚烧之物,则是在施动者的质料一同进入的情况下承受作用的;因为切割的不是锋利本身,而是刀,即带着铁的锋利,燃烧的也是火,而非火的形式和比例(逻各斯)。因此在这些事物上,承受状态才是本义上的;因为它终结于某种转化和变异,或者毋宁说,承受者严格说来成了施动者的质料,正如被烧之物成了燃烧者的[质料],被粉碎之物成了粉碎者的,被切割之物成了切割者的[质料]一样;但诸感觉并不成为可感物的质料。因为感觉既不变白,也不变黑,既不变低沉,也不变高亢,而是正如我们常常说过且将要说的那样,它仅仅接纳形式和比例。因此它们也终结于评判和领会;因为任何质料都无法评判生成于其中的形式;质料至少是某种无理解力、无评判力且无领会力的东西。然而比例既评判其他事物,也评判比例,并且形式领会形式;而感觉正是最原初感官的形式与比例;因为它是感官的潜能与形式。而且在底层上,感觉与感官是同一个东西,正如一切形式与接受它的东西[是同一个东西]一样,但器官的存在(本质)与潜能的存在却是不同的;因为器官是某种量度与物体,而潜能则是那个器官的比例和形式。由上述论述也清楚得知,为何可感物的过度会破坏各感官;因为如果运动超出了感官的潜能,潜能便必然被破坏;因为比例瓦解了,而感觉本来正是这比例。因为每一比例都是某种适度、和谐以及仿佛一种中庸,而凡和谐之物都会被过度不调协之物所破坏,正如琴弦的协和音与张力在受到比它们据以调谐的潜能[比例]更剧烈的弹击时[被破坏]一样。因此,这如何发生,以及植物既然拥有灵魂的某种部分且承受可触之物的作用,究竟为何不进行感知,由上述论述也是清楚的;因为它们确实被冷却、被加热、被湿润和被干燥。关于其余感觉,固然没有人会合乎情理地提出疑难说植物是否听或嗅;但关于触觉,提出疑难却非无道理;因为它们承受可触之物的作用。
- 2.12μᾶλλον δὲ ἡ ὕλη γίνεται τοῦ ποιοῦντος τὸ πάσχον [καὶ] κυρίως
主语是 τὸ πάσχον(受动者),谓语补足语是 ἡ ὕλη τοῦ ποιοῦντος(施动者的质料),整句意为“受动者在本义上成了施动者的质料”。随后的 ὥσπερ 引导的分句(ὥσπερ τὸ καόμενον τοῦ κάοντος...)为省略结构,承前补入 ὕλη γίνεται。
- 2.12ὁ λόγος μέντοι καὶ τὰ ἄλλα καὶ λόγον κρίνει καὶ εἶδος εἴδους ἀντιλαμβάνεται
短语 καὶ τὰ ἄλλα καὶ λόγον(“既……其他事物,也……比例”)作 κρίνει 的复合宾语。主语 ὁ λόγος 支配两个并列谓语:κρίνει(“评判”)与 καὶ εἶδος εἴδους ἀντιλαμβάνεται(“并且作为形式领会形式”,其中 εἶδος 与主语同格作主谓修饰,支配属格 εἴδους)。
- 2.12ὅταν σφοδρότερον πλήττωνται ὑπὸ τῆς δυνάμεως, καθ’ ἣν ἡρμόσθησαν
关系代词 ἣν 的先行词是 τῆς δυνάμεως。在此处 δύναμις 不仅指单纯的“力量”,而且指琴弦调音所依据的“潜能、张力或比率”。被动动词 πλήττωνται 的隐含主语是前面的琴弦(αἱ χορδαί)。
