← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§76.12-77.27

触觉的多重性与作为中庸的触觉器官

特米斯提乌斯论述了触觉依对立之数而由多种感觉构成,并通过诉诸位于心脏的主感官以及“与肉一同感知”来化解亚历山大反对肉作为媒介的质疑(关于感官所在与肉之知觉性)。随后,他阐明触觉是最具肉体性的感觉,作为在潜能上兼具两极的中庸而发挥评判作用,并解释了触觉如何感知不可触之物(极微弱或具毁灭性的刺激)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#4

εἰ ἦν τι ζῷον ἀέρινον, οὐκ ἂν ἐδόκει διαφέρειν ὄψις τῆς ἀκοῆς· δι’ ὅλου γὰρ ἂν ἑαυτοῦ καὶ ἤκουε καὶ ἑώρα· ἀλλ’ ὅμως ἦσαν ἂν δύο τῇ διαφορᾷ τῶν κρινομένων· καὶ νῦν τοίνυν, ἐπειδὴ σάρκινόν ἐστι τὸ ζῷον καὶ δι’ ὅλης αἰσθάνεται τῆς σαρκὸς ἁπάντων τῶν ἁπτῶν, δοκεῖ μὲν εἶναι μία αἴσθησις ἡ ἁφή, οὐκ ἔστι δὲ ἀλλ’ ὅσαι ἐναντιώσεις. ὃ δὲ ἐπιζητεῖ πρὸς τὸν περὶ τῆς σαρκὸς λόγον Ἀλέξανδρος, οὐχ ἱκανόν· εἰ γὰρ μὴ ἡ σὰρξ αἰσθητήριον τῶν ἁπτῶν, τί, φησιν, ἕτερον; δεῖ γὰρ εἶναί τι ἀφωρισμένον, ὡς ὀφθαλμοὶ ὄψεως καὶ ὦτα ἀκοῆς καὶ τῶν ὀσφραντῶν οἱ μυκτῆρες καὶ τῶν ὑπὸ τὴν γεῦσιν ἡ γλῶττα. ἀκουέτω γὰρ Ἀριστοτέλους τῶν ἁπτῶν εἶναι τὸ αἰσθητήριον πρὸς τῇ καρδίᾳ.1 πάλιν εἰ δεῖ τὸ ἀνάλογον ἐπὶ τῶν αἰσθήσεων ζητεῖν, ἔδει, φησίν, ὥσπερ τῶν ἄλλων αἰσθήσεων τὰ μεταξὺ οὐκ αἰσθάνεται, οὕτω μηδὲ τὴν σάρκα αἰσθάνεσθαι, εἴπερ δι’ αὐτῆς μέσης ἡ ἁφή. ἀκουέτω δὲ πρὸς τοῦτο Ἀριστοτέλους, ὅτι οὐκ αἰσθάνεται τῇ σαρκὶ τὸ ζῷον, ἀλλ’ ἅμα τῇ σαρκί.2 καὶ τὸ ἀνάλογον οὖν οὐ πάντη ληπτέον, ἐπεὶ καὶ συμφυὲς τὸ μεταξὺ τῆς ἁφῆς καὶ τῆς γεύσεως, τῶν λοιπῶν δὲ οὔ· καὶ οὐχ οἷόν τε τοῦ αὐτοῦ σώματος τῷ ἀριθμῷ κατὰ ταὐτὸ μέρος πλείονας ἅψασθαι ἅμα, ὥσπερ οὐδὲ γεύσασθαι τοῦ αὐτοῦ χυμοῦ πλείονας ἅμα, ἰδεῖν μέντοι τὸ αὐτὸ χρῶμα πλείονας ἅμα καὶ ἀκοῦσαι τοῦ αὐτοῦ ψόφου μυρίους δυνατόν, καθάπερ ἐν τοῖς θεάτροις. ταῦτα μὲν οὖν τοῦτον τὸν τρόπον καὶ ἠπορήσθω καὶ διακεκρίσθω. Σωματικωτάτη μέντοι τῶν αἰσθήσεών ἐστιν ἡ ἁφή· καὶ γὰρ τὰ ὑποκείμενα ταύτῃ σωματικώτατα καὶ σώματος καθὸ σῶμα διαφοραί, οὐ καθὸ ἔμψυχον σῶμα. εἰδοποιοὶ γὰρ τῶν πρώτων στοιχείων θερμότης ψυχρότης, ὑγρότης ξηρότης, περὶ ὧν εἴρηται ἐπ’ ἀκριβὲς ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς. τὸ δὲ αἰσθητήριον τῶν ἁπτῶν καὶ ἐν ᾧ ἡ καλουμένη ἁφὴ πρώτῳ ὑπάρχει, καλεῖν μὲν ἁπτικὸν προσήκει, ὥσπερ ἀκουστικὸν καὶ ὁρατικὸν καὶ ὀσφραντικόν, εἰδέναι δέ, ὅτι τὸ μόριον ἐν ᾧ πρώτῳ ἡ δύναμις αὕτη τῆς ψυχῆς, δυνάμει τοιοῦτόν ἐστιν οἷα τὰ ἁπτὰ ἐνεργείᾳ. δυνάμει οὖν θερμὸν καὶ δυνάμει ψυχρὸν καὶ τὰ λοιπά· διόπερ εἶπον αὐτὸ καὶ σωματικώτατον εἶναι· τὸ γὰρ αἰσθάνεσθαι καθόλου εἴρηται, ὅτι πάσχειν πως ἦν, εἴρηται δ’ ὅτι καὶ τὸ πάσχον πῇ μὲν ταὐτόν ἐστι τῷ ποιοῦντι, πῇ δὲ οὐ ταὐτόν· πάσχον μὲν γὰρ οὐ ταὐτόν, πεπονθὸς δὲ ταὐτόν. διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ ἢ σκληροῦ ἢ μαλακοῦ τὸ αἰσθητήριον τῆς ἁφῆς οὐκ αἰσθάνεται (καὶ οὐ μόνον γε τὸ εἴσω, ἀλλ’ οὐδὲ τὸ μεταξύ, οἷον ἡ σάρξ), ἀλλὰ τῶν ὑπερβολῶν καὶ τῶν ἐλλείψεων, ὡς τῆς αἰσθήσεως οἷον μεσότητός τινος οὔσης τῶν ἐν τοῖς αἰσθητοῖς ἄκρων, μεσότητος δὲ οὐχ ὡς τὰς ἀρετὰς λέγομεν τῶν κακιῶν εἶναι μεσότητας· αὗται γὰρ τῷ ἴσον αὐτῶν ἀφεστάναι μεσότητες καὶ εἰσὶ καὶ λέγονται· ἐνταῦθα δὲ ὅτι δυνάμει τὸ μέσον ἄμφω τὰ ἄκρα. καὶ ταύτῃ δὲ οὐχ ὁμοία ταῖς ἄλλαις αἰσθήσεσιν ἡ ἁφή, ὅτι μηδὲ ὁμοίως μεσότης. ἐκεῖ μὲν γὰρ ἄχρουν παντάπασιν ἦν, ἐν ᾧ πρώτῳ ἡ δύναμις ἡ ὁρατική, καὶ ἄψοφον παντελῶς, ἐν ᾧ πρώτῳ ἡ δύναμις ἡ ἀκουστική· ἐνταῦθα δὲ οὐχ οἷόν τε ἁπάσης αὐτὸ ἁπτῆς ποιότητος ἀμοιρεῖν· σῶμα γάρ ἐστι τὸ ἁπτικόν, εἴρηται δέ, ὅτι σώματος ᾗ σῶμα ποιότητές εἰσιν αἱ ἁπταί. ἄλλως οὖν μεσότης ἡ ἁφὴ καὶ ἄλλως αἱ ἄλλαι, ἐκεῖναι μὲν τῷ μηδὲν ἔχειν ὧν δέχονται, αὕτη δὲ τῷ ἔχειν ἤδη τὸ μεταξὺ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τοῦ σκληροῦ καὶ τοῦ μαλακοῦ· τὸ γὰρ μέσον κριτικὸν τῶν ἄκρων· γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων ἤδη3 καὶ πάσχει ὑφ’ ἑκατέρου τῶν ἄκρων, οὐχ ᾗ ὅμοιον, ἀλλ’ ᾗ ἀνόμοιον. ἔτι δὲ ὥσπερ τοῦ ὁρατοῦ καὶ τοῦ ἀοράτου ἦν πως ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ λοιπαὶ τῶν οἰκείων στερήσεων, οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ τοῦ ἀνάπτου, ἄναπτον δὲ τό τε μικρὰν παντάπασιν ἔχον καὶ ἀμυδρὰν τῶν ἁπτῶν διαφορὰν, καὶ τὸ ὑπερβάλλον αὖθις καὶ φθαρτικόν, ὡς τὸ λίαν θερμὸν καὶ ψυχρόν. καθ’ ἑκάστην μὲν οὖν περὶ τῶν αἰσθήσεων εἴρηται τύπῳ· τεύξονται γὰρ ἰδίου λόγου.

如果有某种由空气构成的动物,视觉似乎就不会有别于听觉;因为它本会通过自身的整个全体既听且看;然而,由于被评判之物的差异,它们本来仍将是两门感觉。因此在如今,既然动物是由肉构成的,并且通过整个肉感知所有可触之物,触觉看似是单一的感觉,但它其实不是,而是有与[相互对立的]诸对立同样多的感觉。然而亚历山大针对关于肉的论证所提出的疑问是不充分的。他说,因为如果肉不是可触之物的感官,那么还有什么是感官呢?因为必须有某种被限定的部分,正如眼睛属于视觉,耳朵属于听觉,鼻孔属于可嗅之物,舌头属于味觉之下的事物一样。那么,就让他从亚里士多德那里得知,可触之物的感官位于心脏附近。他又说,如果在各感觉上必须寻求类比,那么正如其余感觉的媒介不进行感知一样,如果触觉确实是通过作为媒介的肉而发生,肉也同样不应当感知。但对此也让他从亚里士多德那里得知,动物并非用肉感知,而是与肉一同感知。因此,类比不应当在一切方面都被采纳,因为触觉和味觉的媒介也是天生共生的,而其余感觉的媒介则不然;而且几个人在同一时刻接触数目上同一个物体的同一个部位是不可能的,正如几个人在同一时刻品尝同一种滋味也是不可能的一样;然而,几个人在同一时刻看到同一种颜色,以及无数人在同一时刻听到同一种声音(正如在剧场中那样),却是可能的。那么,关于这些事情就以这种方式既提出了疑难,又作出了澄清。 然而,触觉是诸感觉中最具肉体性的;因为作为其基础的对象也是最具肉体性的,并且是物体作为物体的差异,而非作为有灵魂的物体的差异。因为热与冷、湿与干是最初元素的形式构成性差异,关于它们已在《论生成与消灭》中作了精确的论述。至于可触之物的感官,即所谓的触觉最原初地存在于其中的感官,称其为“触觉感官”是恰当的,正如称听觉感官、视觉感官和嗅觉感官一样;但必须知晓,灵魂的这一能力最原初地存在于其中的部位,在潜能上乃是可触之物在现实中所是的样子。因此它在潜能上是热的,在潜能上是冷的,其余亦然;这也正是我为何说它也是最具肉体性的。因为一般而言感知曾被说成是在某种方式下遭受影响,而且也曾被说成承受者在某一意义上与施动者相同,在另一意义上不同;因为在承受期间它并不同,但承受之后它就相同了。所以对于同样热或冷、同样硬或软的事物,触觉的感官并不感知(而且不仅内部感官如此,媒介如肉也是如此),而是感知过度和不及,因为感觉仿佛是可感物中诸极端之间的某种“中庸(居间)”。但这种中庸并不像我们说德性是恶德的中庸那样;因为德性是通过与恶德同等远离而在实际上是且被称为中庸;而在此处,则是因为居间者在潜能上兼具两个极端。并且在这一点上触觉也与其他感觉不同,在于它并不是以类似的方式成为中庸。因为在那些感觉中,视觉能力最原初地存在于其中的东西是完全无色的,听觉能力最原初地存在于其中的东西是完全无声的;但在这里,它不可能缺少一切可触的性质;因为触觉器官是物体,并且已经说过,可触性质是物体作为物体的性质。因此,触觉是以一种方式成为中庸,而其他感觉则以另一种方式:后者是通过丝毫不具有它们所接受的东西,而前者是通过已经拥有热与冷、硬与软之间的中间者;因为居间者能评判两极端。因为它相对于它们中的每一个而言,就已经是另一极端,并且承受每个极端的作用,不是就其相似而言,而是就其不相似而言。再者,正如视觉在某种意义上属于可见物与不可见物,其余感觉同样也属于各自的匮乏态一样,触觉也属于可触之物与不可触之物。而不可触之物,既指完全微小而隐微地具有可触差异之物,又指反过来过度且具毁灭性之物,如极度炎热和寒冷之物。关于各感觉,便在概略上论述到此;因为它们将获得各自专门的论述。

语法注3 条
  1. 2.11ἀκουέτω γὰρ Ἀριστοτέλους τῶν ἁπτῶν εἶναι τὸ αἰσθητήριον πρὸς τῇ καρδίᾳ

    动词 ἀκουέτω(现在时第三人称单数祈使语气)取表示消息来源的人称属格 Ἀριστοτέλους(意为“让他从亚里士多德处得知/听闻”),其后支配带宾格的不定式句 τῶν ἁπτῶν εἶναι τὸ αἰσθητήριον πρὸς τῇ καρδίᾳ(主语宾格为 τὸ αἰσθητήριον,介词短语 πρὸς τῇ καρδίᾳ 作谓语)。

  2. 2.11οὐκ αἰσθάνεται τῇ σαρκὶ τὸ ζῷον, ἀλλ’ ἅμα τῇ σαρκί

    手段/工具与格 τῇ σαρκί(“用肉 / 凭借肉”)与表示伴随的介词短语 ἅμα τῇ σαρκί(“与肉一同”)之间的对比。亚里士多德和特米斯提乌斯指出,肉并非感知的执行工具或感官主体,而是作为媒介与内部主感官同时遭受变化。

  3. 2.11γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων ἤδη

    省略的主语是前句的 τὸ μέσον(居间者)。θάτερον τῶν ἄκρων(“两极中的另一方”)作谓语主格,与 πρὸς ἑκάτερον αὐτῶν(“相对于它们各自”)相呼应,表明居间者在面对某一极端(如热)时作为另一极端(冷)发生作用,反之亦然。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:76.12-77.27