← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§74.32-76.12

几何接触与感觉接触的区分及触觉的复合性

忒弥斯提乌斯区分了几何学上的接触与感觉上的接触,以此论证触觉需要媒介,并总结了表明肉是媒介而非第一感官、以及触觉是通过单一器官把握多种对立的复合适感的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#3

πλεοναχῶς γὰρ ἡ ἁφή, καὶ ἄλλον μὲν τρόπον κοινῶς ἐφ’ ἁπάντων τῶν μεγεθῶν ἐάν τε σώματα, ἐάν τε ἀσώματα ᾖ (λέγονται γὰρ καὶ γραμμαὶ ἅπτεσθαι κύκλων, καὶ κύκλοι ἀλλήλων), ἑτέρως δ’ ἐπὶ τῶν αἰσθητῶν καὶ τῶν αἰσθήσεων· ἐπ’ ἐκείνων μὲν γὰρ κατὰ παράθεσιν μόνον λέγομεν τὴν ἁφήν, ὅταν ὁμοῦ τὰ πέρατα ᾖ, ἐπὶ δὲ τῆς ὡς αἰσθήσεως ἁφῆς κατὰ ἀντίληψιν· ὥστε ἐπ’ ἐκείνων μὲν οὐχ οἷόν τε εἶναί 〈τι〉 μεταξύ, τὴν δὲ ὡς αἴσθησιν ἁφὴν1 ἅτε οὐ ψιλὴν παράθεσιν οὖσαν ἀλλ’ ἀντίληψιν τοῦ προκειμένου οὐδὲν κωλύει καὶ διά τινος μέσου ἀντιλαμβάνεσθαι, τὸ δὲ μέσον λανθάνειν ἡμᾶς, ὥσπερ καὶ νῦν, ἡνίκα ἂν ἐν ὕδατι ἁπτώμεθα, λανθάνει ἡμᾶς ἡ ὑγρότης ἡ περικεχυμένη τοῖς ἐσχάτοις τῶν ἁπτομένων σωμάτων, καὶ ἐν ἀέρι παραπλήσιον μὲν τὸ συμβαῖνον, ἡμᾶς δὲ μᾶλλον ἐκφεύγει τὸ μέσον.2 ταὐτὸν δ’ ἂν συνέβαινεν ἡμῖν, καθάπερ καὶ τὸ πρότερον εἶπον, εἰ καὶ δι’ ὑμένος αἰσθανοίμεθα τῶν ἁπτῶν λανθάνοντος ᾗ διείργει. ἀλλ’ ὥσπερ ἐν τῷ ὕδατι θιγγάνειν μὲν δοκοῦμεν τῶν ἁπτῶν, λανθάνει δὲ τὸ μεταξύ, οὕτως ἴσως καὶ ἐπὶ τῆς πρώτης ἁφῆς, λέγω δὲ πρώτην τὸ ἐντὸς αἰσθητήριον. ἅπτεσθαι μὲν γὰρ αὐτῷ δοκοῦμεν ἐκείνων, λανθάνει δὲ τὸ μέσον καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ συμφυέστερον τῷ ὀργάνῳ. Μέσον μὲν οὖν τι εἶναι θετέον καὶ ταύτης τῆς αἰσθήσεως, καὶ μὴ κατὰ τοῦτο εἶναι τὴν διαφορὰν τῆς ἁφῆς καὶ τῆς γεύσεως πρὸς τὰς ἄλλας, ἀλλὰ κατ’ ἐκεῖνο μᾶλλον, ὅτι ἐπ’ ἐκείνων μὲν οὐ τὸ μέσον αὐτὸ ἀλλοιοῦται, ἀλλὰ διὰ τοῦ μέσου τὸ αἰσθητήριον (τὸ δὲ ὅπως ἀκουστέον τοῦ ἀλλοιοῦσθαι, προείρηται)· ἐνταῦθα δὲ ἅμα πάσχει τό τε αἰσθητικὸν καὶ τὸ μέσον· ψύχεται γὰρ αὐτὴ ἡ σὰρξ καὶ θερμαίνεται. ὥσπερ οὖν ὁ τὴν ἀσπίδα πλήξας ἅμα πλήττει καὶ τὸν ὁπλίτην, οὕτω τὸ αὐτὸ ἅμα τὴν σάρκα καὶ τὴν ἁφήν. τὸ διαφανὲς δὲ οὐκ ἠλλοιοῦτο λευκὸν αὐτὸ ἢ μέλαν γιγνόμενον, οὐδὲ ὁ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδομημένος ἀὴρ αὐτὸς ὀξὺς ἢ βαρὺς γινόμενος ἀπὸ τοῦ ψόφου. οὐχ ὅτι οὖν αἱ μὲν χρῶνται μέσῳ, ἡ δὲ οὐ χρῆται, διενηνόχασιν, ἀλλ’ ὅτι τοῖς μὲν ἄλλο ἴσως, τοῖς δὲ ἄλλο ὑπηρετεῖται τὸ μέσον, ἐπεὶ ταὐτόν γε ἡ σὰρξ πρὸς τὴν ἁφήν, ὅπερ ἀὴρ καὶ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοήν. σκόπει δὲ καὶ τοῦτο· τῇ μὲν κόρῃ εἴ τις ἐπιθείη τι λευκὸν ἢ τῷ ἐν τοῖς ὠσὶν ἀέρι τὸν ψόφον ἢ τῷ πόρῳ τῷ διὰ τῶν μυκτήρων τὴν ὀσμήν, οὐ γίνεται ταῖς αἰσθήσεσι ταύταις ἀντίληψις, τῇ σαρκὶ δὲ αὐτῇ ἐπιτιθεμένων τῶν ἁπτῶν αἰσθανόμεθα. δῆλον ἄρα, ὡς οὐδὲ αὕτη τὸ πρῶτον αἰσθητήριον τῶν ἁπτῶν (ταὐτὸν γὰρ ἂν ἔπασχε τοῖς λοιποῖς)· ἀλλ’ ἐκεῖνο μὲν εἴσω, αὕτη δὲ μεταξύ. Οἱ λόγοι δὲ οἱ περὶ τῆς ἁφῆς οἱ σύμπαντες ὧδε ἔχουσιν, ἐπειδὴ καὶ φιλοτιμότερον ἀνέστραπται περὶ τὸν τόπον Ἀριστοτέλης. πᾶσα αἴσθησις διὰ τοῦ μεταξύ, ὥστε καὶ ἡ ἁφή, καὶ οὐδὲν ἄλλο μεταξὺ τῆς ἁφῆς εὑρίσκεται καὶ τῶν ἁπτῶν, ἢ 〈ἡ〉 σάρξ, ὥστε αὕτη μεταξύ. εἰ δι’ ὑμένος ἁπτοίμεθα ἢ δι’ ὕδατος, λανθάνει τὸ μέσον· οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ νῦν λανθάνει τὸ μέσον, ὅσῳ καὶ συμφυέστερον. οὐδενὶ τῶν αἰσθητηρίων προστιθεμένου τοῦ αἰσθητοῦ γίνεται ἀντίληψις, τῇ σαρκὶ δὲ προστιθεμένων τῶν αἰσθητῶν·3 οὐκ ἄρα ἡ σὰρξ αἰσθητήριον. τοῦ κούφου καὶ τοῦ βαρέος οὐ θιγγάνοντες αἰσθανόμεθα, ἀλλὰ τῇ εἴσω δυνάμει· οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἐπὶ τῶν ἄλλων ἐναντιώσεων ταὐτὸ συμβαίνει, εἴσω μέν τισι δυνάμεσιν ἑκάστης αἰσθανόμεθα, δοκοῦμεν δὲ τῇ σαρκί. οὗτος δὲ οὐκ εἴρηται ὑπ’ Ἀριστοτέλους ὁ λόγος. Ὅτι μὲν οὖν διὰ τοῦ μεταξύ, τοσοίδε· ὅτι δὲ πλείους αἰσθήσεις ἡ ἁφή, τοσοίδε. μία αἴσθησις περὶ μίαν ἐστὶν ἐναντίωσιν, ἡ δὲ δοκοῦσα ἁφὴ περὶ πλείους, οὐκ ἄρα μία αἴσθησις ἡ ἁφή. ὥσπερ πλείους αἰσθήσεις ὄψις καὶ ἀκοή, δι’ ἑνὸς δὲ τοῦ μεταξὺ ἐνεργοῦσιν, οὕτως οὐδὲν κωλύει πλείους μὲν εἶναι αἰσθήσεις καθ’ ἑκάστην τῶν λεγομένων ἁπτῶν ἐναντιώσεων, ἑνὶ δὲ χρῆσθαι τῷ μεταξύ, λέγω δὲ τῇ σαρκί. περὶ τὸ αὐτὸ μόριον οἷον τὴν γλῶτταν καὶ γεῦσίς ἐστι καὶ ἁφή, καὶ ὅμως πλείους εἰσὶν αἱ αἰσθήσεις· οὐδὲν οὖν κωλύει καὶ περὶ πᾶσαν τὴν σάρκα ταὐτὸν συμβαίνειν, αἰσθάνεσθαι μὲν διὰ τοῦ αὐτοῦ μορίου τῶν ἁπτῶν ἁπάντων, εἶναι δὲ πλείους τὰς αἰσθήσεις.

因为“接触(触觉)”是在多种意义上被述说的:一方面就所有量度而言共同地在一种方式下被述说,无论它们是物体还是非物体(因为线也被说成触及圆,圆与圆也彼此相触);另一方面在可感物和各感觉上则以另一种方式被述说。因为在前一种情况下,我们仅仅根据并置在界限合在一处时谈论接触,但在作为感觉的触觉上则是根据把握。因此,在前一种情况下,其间不可能有[任何东西],但对于作为感觉的触觉而言,由于它并非纯粹的并置而是对眼前之物的把握,因而没有任何东西阻止它也通过某种媒介来进行把握,并且媒介避开我们的注意;正如即使在如今,每当我们在水中接触时,倾注在相触物体末端周围的湿气都避开了我们,而在空气中发生的情况也是类似的,但媒介更避开我们的注意。而且正如我此前所说,即便我们通过一层其隔开的方式避开我们注意的薄膜来感知可触之物,同样的事情也会发生在我们身上。但是,正如在水中我们看似接触到可触之物而媒介却避开注意一样,在第一触觉上——我所说的第一是指内部的感官——大概也是如此。因为我们看似用它触及那些事物,而媒介却避开注意,并且正因为它与器官更加天生共生,避开的程度也就越大。 因此,必须假定这种感觉也有某种媒介,而触觉与味觉相对于其他感觉的区别并不在于这一点,而毋宁在于那一点:即在其他感觉中,媒介本身并不发生质变,而是感官通过媒介发生质变(至于“发生质变”应当如何理解,前面已经述及);但在这里,感觉能力和媒介同时遭受影响,因为肉本身变冷变热。因此,正如击中盾牌的人同时也击中了重装步兵一样,同一个事物也同时击中了肉和触觉。但透明物并没有因自身变白或变黑而发生质变,筑于耳内的空气也没有因声音而自身变高或变低。因此,它们之所以有所不同,并不是因为一些感觉使用媒介而另一种不使用,而是因为媒介大概为一些感觉效劳于一种用途,而为另一些感觉效劳于另一种用途;因为肉相对于触觉的关系,正如空气和水相对于视觉和听觉的关系一样。 且再考察这一点:如果有人将白色的东西放在瞳孔上,或将声音放在耳内的空气上,或将气味放在通过鼻孔的通道上,在这些感觉中不会产生把握;但当可触之物放置在肉本身上时,我们便感知到了。由此显然,肉也不是可触之物的第一感官(因为否则它就会遭受与其余器官相同的事情);相反,那个感官在内部,而肉处于其间。 关于触觉的全部论证如下,因为亚里士多德对此题目也探讨得相当热心。 一切感觉都通过媒介发生,因此触觉也是如此;而在触觉与可触之物之间未发现除肉之外的任何其他东西,因此肉就是媒介。 如果我们通过薄膜或水来接触,媒介避开注意;因此,即使现在媒介避开注意也丝毫不值得惊异,正因为它更加天生共生。 在任何感官上直接放置可感物时都不会产生把握,但将可感物放置在肉上时却会产生把握;因此肉并不是感官。 我们感知轻与重并不是通过接触,而是通过内部的能力;因此,在其他对立上也发生同样的事情丝毫不值得惊异,即我们通过内部的某些能力感知每一种对立,却看似是通过肉来感知。(但这个论证并未被亚里士多德道出。) 关于它是通过媒介发生的,论证即有这么多;关于触觉是多种感觉,论证则有如下这些。 单一的感觉涉及单一的对立,而看似是触觉的感觉涉及多种对立;因此触觉并非单一的感觉。 正如视觉和听觉是多种感觉,却通过单一的媒介发生作用一样,针对每一种所谓可触的对立存在着多种感觉,却使用单一的媒介(即我所说的肉),这也是没有任何妨碍的。 关于同一个部位(例如舌头),味觉和触觉同时存在,然而感觉却是多种;因此没有任何东西阻止关于整个肉也发生同样的事情,即通过同一个部位感知所有的可触之物,而感觉却是多种。

语法注3 条
  1. 2.11τὴν δὲ ὡς αἴσθησιν ἁφὴν

    宾格短语 τὴν δὲ ὡς αἴσθησιν ἁφὴν 作非人称动词 οὐδὲν κωλύει 所支配的不定式 ἀντιλαμβάνεσθαι 的逻辑主语(宾格主语)。它通过倒装(hyperbaton)被置于句首,与前一分句 ἐπ’ ἐκείνων μὲν οὐχ οἷόν τε εἶναί 〈τι〉 μεταξύ 构成清晰的对照。

  2. 2.11τοῖς μὲν ἄλλο ἴσως, τοῖς δὲ ἄλλο ὑπηρετεῖται τὸ μέσον

    动词 ὑπηρετεῖται 作中间/被动态使用,语法主语为 τὸ μέσον,与格 τοῖς μὲν ... τοῖς δὲ 为指涉或关涉与格(指代各类感觉)。中性代词 ἄλλο ... ἄλλο 作为同族宾语/内部宾语,意为“为某些感觉效劳于一种职能,为另一些效劳于另一种职能”。

  3. 2.11τῇ σαρκὶ δὲ προστιθεμένων τῶν αἰσθητῶν

    此为独立属格结构,与前句 οὐδενὶ τῶν αἰσθητηρίων προστιθεμένου τοῦ αἰσθητοῦ γίνεται ἀντίληψις 形成鲜明对照。其主节谓语 γίνεται ἀντίληψις 在后一分句中被承前省略,理解时需加以补足。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:74.32-76.12