← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§73.23-74.32

作为触觉媒介的肉与接触疑难

德米斯蒂乌考察了肉并非触觉感官本身而是其天生共生的坚固媒介这一论证,通过舌头兼能感知触知物与滋味的事实证明肉的单一性并不证明感觉的单一性,并驳斥了关于在水与空气中接触的疑难,从而论证触觉是通过媒介而运作的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#2

λείπεται δὴ μικτὸν εἶναι ἐκ γῆς καὶ τῶν ἄλλων στοιχείων, οἷον βούλεται εἶναι ἡ σὰρξ καὶ τὸ ἀνάλογον. εἰ δέ τις ὑπόθοιτο ζῷα εἶναι πύρινα ἢ ἀέρινα, ἐπὶ τούτων χαλεπὸν διακρῖναι ὥσπερ ἔφην τὰς πέντε αἰσθήσεις καὶ τὰ ὄργανα, οἷς χρῆται ἑκάστη. θέα δὲ καὶ τὸν λόγον, εἰ μὴ προσάγεται.1 εἰ γὰρ πᾶσα αἴσθησις διὰ τοῦ μεταξύ, καὶ ἡ ἁφή· τοῦ δὲ ἁπτοῦ καὶ τοῦ ἁπτικοῦ οὐδέν ἐστιν ἕτερον μεταξὺ ἢ τὸ σῶμα, τὸ σῶμα ἄρα τὸ μεταξύ, δι’ οὗ γίνεται ἡ ἀντίληψις. διοίσει δὲ τοῦ ἀέρος τε καὶ τοῦ ὕδατος, ἅπερ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἦν μεταξύ, ὅτι μὴ κεχώρισται ὥσπερ ἐκεῖνα, ἀλλ’ ἔστι συμφυὲς τῷ ζῴῳ. ὅτι δ’ οὐχ ἱκανὸν τεκμήριον τοῦ μίαν εἶναι αἴσθησιν τὴν ἁφὴν τὸ τὴν σάρκα εἶναι μίαν, δι’ ἧς τῶν ἁπτῶν λεγομένων ποιούμεθα τὰς ἀντιλήψεις, δηλοῖ ἡ ἐπὶ τῆς γλώττης ἁφή· ἁπάντων γὰρ τῶν ἁπτῶν αἰσθάνεται κατὰ τὸ αὐτὸ μόριον καὶ χυμοῦ. εἰ μὲν οὖν καὶ ἡ ἄλλη σὰρξ ᾐσθάνετο τῶν τε ἄλλων ἐναντιώσεων καὶ τοῦ χυμοῦ, ἐδόκει ἂν ἡ αὐτὴ καὶ μία αἴσθησις γεῦσις καὶ ἁφή· νῦν δὲ δύο φαίνονται διὰ τὸ μὴ ἀντιστρέφειν τὰ ὄργανα,2 ἀλλὰ δι’ οὗ μὲν μορίου τῶν χυμῶν αἰσθανόμεθα, διὰ τοῦ αὐτοῦ καὶ τῶν ἁπτῶν· δι’ οὗ δὲ τῶν ἁπτῶν, οὐ διὰ παντὸς καὶ τῶν χυμῶν. ἔτι καὶ τοῦτο ἄν τις περὶ τῆς ἁφῆς ἀπορήσειεν· εἰ γὰρ πᾶν σῶμα βάθος ἔχει, τοῦτο δέ ἐστι τὸ τρίτον μέγεθος, ὧν δέ ἐστι σωμάτων μεταξὺ ἕτερον σῶμα,3 οὐκ ἐνδέχεται ταῦτα ἀλλήλων ἅπτεσθαι, εἴπερ ἅπτεται ἀλλήλων, ὧν τὰ πέρατά ἐστιν ἅμα, τοῖς δὲ ὑγροῖς περίκειται πάντως ὑγρότης καὶ τοῖς διεροῖς, πῶς ἂν ἅπτοιτο ἐν τῷ ὕδατι στερεὰ σώματα ἀλλήλων; ἢ γὰρ ἀνάγκη ξηρὰ εἶναι τὰ ἄκρα καὶ ταῦτα ἐν ὕδατι ὄντα, ἢ ὕδωρ γίγνεσθαι αὐτῶν μεταξύ, οὗ ἀνάπλεα τὰ ἔσχατα. εἰ δὲ τοῦτο ἀληθές, ἀδύνατον ἅψασθαι ἄλλο ἄλλου ἐν ὕδατι, ὥστε οὐδὲ τὰ ἄγκιστρα ἅπτεται τῶν ἰχθύων, οὐδὲ οἱ ἰχθύες ἀλλήλων. εἰ δὲ ὅτι ὀλίγον τὸ μεταξύ, οὐδὲν πρὸς τὸν λόγον. εἴποι δ’ ἄν τις ταὐτὸν καὶ ἐπὶ τῶν ἐν τῷ ἀέρι δοκούντων ἅπτεσθαι, ὅτι πάντως μὲν ὁ ἀὴρ μεταξὺ παρεμπίπτει τῶν τε ἁπτικῶν καὶ τῶν ἁπτῶν, λανθάνει δὲ μᾶλλον ἡμᾶς· ἧττον γὰρ αἰσθητὸς ὁ ἀὴρ πρὸς τὴν ἁφήν, ἢ τὸ ὕδωρ. αὕτη δὲ ἡ ἀπορία τὸ μέν τι πιθανῶς ἂν λέγοι, τὸ δέ τι καὶ σφόδρα ἂν παρορῴη. αὐτοῦ γὰρ τοῦ ὕδατος πῶς ἅπτεται τὰ ἐν ὕδατι, καὶ αὐτοῦ τοῦ ἀέρος πῶς ἅπτεται τὰ ἐν ἀέρι; οὐ γὰρ δήπου δι’ ἑτέρου καὶ τούτων εἴτε πλείονος εἴτε ἐλάττονος, ἀλλ’ εὐθὺς ἡ σὰρξ τοῖς στοιχείοις τούτοις προσπίπτει. ἀλλ’ ὅ γε ἐξ ἀρχῆς προὐθέμεθα ζητεῖν, οὐ τοῦτο ἦν, ἀλλ’ εἰ ἡ σὰρξ αὐτὴ αἰσθητήριον τῶν ἁπτῶν, ὥσπερ ἡ κόρη τῶν ὁρατῶν, ἢ τὸ μὲν αἰσθητήριον εἴσω, ἡ σὰρξ δὲ μεταξὺ τοῦ τε ὀργάνου τοῦ πρώτου καὶ τῶν ἁπτῶν. δοκεῖ γὰρ δυσωπεῖν ἡμᾶς ὁ λόγος4 τὸ ὅμοιον ἀπαιτῶν ἐπὶ τῆς ἁφῆς, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, καὶ ἀξιῶν καὶ τὴν γεῦσιν καὶ τὴν ἁφὴν μὴ τῷ ἅπτεσθαι καὶ θιγγάνειν αὐτὰς τῶν αἰσθητῶν, ἀλλὰ διά τινος μέσου τὰς ἀντιλήψεις ποιεῖσθαι, τὴν διαφορὰν δὲ εἴπερ ἄρα ὑπάρχειν ἐν μόνῳ τῷ πόρρωθεν καὶ ἐγγύθεν· ἐκείνας μὲν γὰρ διὰ πλείονος τοῦ μεταξύ, ταύτας δὲ δι’ ἐλάττονος ἐνεργεῖν· διὸ καὶ λανθάνειν τὸ μέσον οὐ μόνον, ὅτι ὀλίγον, ἀλλ’ ὅτι καὶ συμφυὲς ταῖς αἰσθήσεσι. πῶς δὲ ἅμα ἁφήν τε ῥητέον τὴν αἴσθησιν ταύτην καὶ διὰ μέσου τινός, οὐ χρὴ θαυμάζειν.

因此,剩下的结论就是,它必须是由土和其他元素混合而成的,正如肉及其类似物所意图的那样。但若有人假定动物是由火或空气构成的,在它们身上正如我所说,便很难区分五种感觉以及每种感觉所使用的器官。且请看这一论证是否令人信服。因为如果一切感觉都通过媒介发生,触觉也是如此;而在可触之物与具有触觉能力之物之间,除了身体之外没有任何别的东西,因此通过它产生把握的身体本身就是媒介。而它与作为其他感觉之媒介的空气和水的不同之处在于,它并不像它们那样是分离的,而是与动物天生共生的。 我们借以把握所谓可触之物的肉是单一的,并不能充分证明触觉是一种单一的感觉,这一点由舌头上的触觉表明;因为舌头在同一部位既感知所有可触之物,又感知滋味。因此,如果身体的其他肉也感知其他对立以及滋味,味觉与触觉本会被视为同一种单一的感觉;但如今,由于器官并不互相换位,它们表现为两种感觉:即我们借以感知滋味的部位,通过这同一部位我们也感知可触之物;但我们借以感知可触之物的部位,并非在全部范围内也感知滋味。 此外,关于触觉人们还可以提出这样的疑难:如果每个物体都有深度,而这就是第三种量度,且在有另一物体处于其间的物体之间,它们是不可能彼此相触的(如果彼此相触确实是指界限在一起,而潮湿之物和浸润之物周围必定裹着湿气),那么坚固的物体在水中如何能彼此相触呢?因为两端要么在处于水中时必须是干燥的,要么水必定产生于它们之间,它们的末端皆充满着水。如果这是真的,那么在水中一物触及另一物就是不可能的,以至于鱼钩触不到鱼,鱼与鱼之间也无法彼此相触。如果有人说媒介是微小的,这对论证毫无影响。人们对于在空气中看似相触之物也可以说同样的话,即空气总会插在触觉主体与可触之物之间,只是更容易避开我们的注意;因为对触觉而言,空气比水更不易被感知。然而,这个疑难在某个方面或许讲得合乎情理,在另一个方面却极大地有所忽视。因为在水中的物体究竟如何触及水本身,而在空气中的物体又如何触及空气本身呢?它们绝非通过无论是多是少的另一媒介触及这些元素,而是肉直接碰触到这些元素。 然而,我们最初着手探究的并不是这一点,而是肉本身究竟是可触之物的感官(如同瞳孔是可见之物的感官),抑或感官在内部,而肉只是第一器官与可触之物之间的媒介。因为论证似乎在迫使我们赞同,它要求在触觉上也如同在其他感觉上一样,主张味觉和触觉产生把握并不是通过它们自身触及和接触可感物,而是通过某种媒介,而差异即便确实存在,也仅仅在于“从远处”和“从近处”:即那些感觉是通过较多的媒介起作用,而这些感觉是通过较少的媒介起作用;因此媒介之所以避开我们的注意,不仅因为它微少,而且因为它与感觉天生共生。至于这种感觉如何同时既应被称为“触觉”又是通过某种媒介发生,则不必感到惊异。

语法注4 条
  1. 2.11εἰ μὴ προσάγεται

    动词 προσάγω 的中动态 προσάγεται 在此处意为“吸引、说服、令人信服”,连词 εἰ 引导间接疑问从句,依附于动词 θέα(“看看它是否令人信服”)。

  2. 2.11διὰ τὸ μὴ ἀντιστρέφειν τὰ ὄργανα

    带冠词不定式短语 διὰ τὸ μὴ ἀντιστρέφειν 表示原因。动词 ἀντιστρέφειν 用于逻辑学意义上的“换位、互换”,用以说明紧随其后的外延不对称(即能够感知滋味的部位同样感知可触物,但感知可触物的部位并非都能感知滋味)。

  3. 2.11ὧν δέ ἐστι σωμάτων μεταξὺ ἕτερον σῶμα

    关系从句置于主句 οὐκ ἐνδέχεται ταῦτα ἀλλήλων ἅπτεσθαι 之先的倒装结构。关系代词 ὧν 连同先行词 σωμάτων 作为介词 μεταξὺ 所支配的属格补足语,主句中的指示代词 ταῦτα 则指代这一从句中的物体并作主语。

  4. 2.11δοκεῖ γὰρ δυσωπεῖν ἡμᾶς ὁ λόγος

    动词 δυσωπεῖν 在亚里士多德注疏中意为“(以无可辩驳的逻辑)迫使认同、使降服”。分词 ἀπαιτῶν 和 ἀξιῶν 为与主语 ὁ λόγος 一致的主格阳性单数分词,具体展开了该论证迫使我们接受的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:73.23-74.32