- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:72.11-73.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯依据亚里士多德《论灵魂》第二卷第11章,探讨了触觉究竟是单一种类的感觉还是多种感觉,以及其感觉器官是肉身还是居于内部这两个疑难,并指出肉身可能并非感官本身而是外部共同的护鞘(媒介)。
11. Περὶ δὲ ἁφῆς δύο ταῦτα ἄν τις ἀπορήσειεν· ἓν μὲν πότερον μία αἴσθησίς ἐστιν ἢ πλείους, ἕτερον δὲ τί ταύτης τὸ ὄργανον τῆς αἰσθήσεως, ἆρα ἡ σὰρξ καὶ τὸ ἀνάλογον ἐπὶ τῶν μὴ σάρκας ἐχόντων, ἢ οὔ, ἀλλὰ τοῦτο μέν ἐστι μεταξύ, τὸ δὲ ὄργανον ἄλλο τι καὶ εἴσω; ὅτι μὲν οὖν οὐκ ἔστι μία αἴσθησις ἡ ἁφή, σημεῖον ἄν τις νομίζοι τὸ μὴ μιᾶς ἐναντιώσεως εἶναι κριτικὴν ταύτην τὴν αἴσθησιν, ὥσπερ τὴν ὄψιν λευκοῦ καὶ μέλανος μόνον καὶ τῶν μεταξύ, καὶ τὴν ἀκοὴν ὀξέος καὶ βαρέος καὶ τῶν μεταξύ, καὶ τὴν γεῦσιν πικροῦ καὶ γλυκέος· ἐν δὲ τοῖς ἁπτοῖς πολλαί εἰσιν ἐναντιώσεις καὶ πᾶσαι ἔμμεσοι μεσότητος καθ’ ἑκάστην οἰκείας θεωρουμένης, οἷον θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, σκληρὸν μαλακόν, βαρὺ κοῦφον, λεῖον τραχύ. τοῦτο μὲν οὖν ἴσως ἄν τις οὐκ ἀποχρώντως μὲν ἀλλὰ πιθανῶς διαλύσει, ὅτι καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων πλείους μιᾶς φαίνονται ἐναντιώσεις, οἷον ἐν φωνῇ οὐ μόνον ὀξύτης καὶ βαρύτης, ἀλλὰ καὶ μέγεθος καὶ σμικρότης καὶ λειότης καὶ τραχύτης φωνῆς, εὕροι δ’ ἄν τις καὶ περὶ τὸ χρῶμα διαφορὰς ἴσως τοιαύτας. ἀλλ’ οὐχ ἱκανὴ καθάπερ εἶπον ἡ παραμυθία· μέγεθος μὲν γὰρ καὶ σμικρότης κοινὰ πασῶν ἐστὶ τῶν αἰσθήσεων καὶ τοῦ καθ’ ἑαυτὴν ἑκάστη μεγάλου καὶ μικροῦ αἰσθάνεται, λειότης δὲ καὶ τραχύτης ἤτοι λέγονται ἐκ μεταφορᾶς τῶν ἁπτῶν, ἢ τοῦ σχήματος καὶ αὗται ἂν εἶεν, εἴπερ καὶ φωνῆς σχῆμα θετέον διὰ τὸν πληττόμενον ὑπ’ αὐτῆς ἀέρα· τὸ δὲ σχῆμα κοινὸν ἦν καὶ αὐτὸ αἰσθητόν. οὐχ οὕτω δὲ ἔχει τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ τὸ σκληρὸν καὶ τὸ μαλακόν, καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον, ἀλλὰ καὶ πάντα ταῦτα ἴδια τῆς ἁφῆς αἰσθητὰ καὶ οὐδὲν αὐτῶν ἑτέρᾳ αἰσθήσει προσήκει. τί οὖν τὸ γένος ἢ τίς ἡ φύσις ἡ ὑποκειμένη ταύτῃ τῇ αἰσθήσει; καὶ πότερον μία ἢ πλείους; οὐδὲ γὰρ τοὔνομα αὐτῆς πρόχειρον ὥσπερ ἐπὶ τῆς ἀκοῆς ὁ ψόφος, καὶ ἐπὶ τῆς ὄψεως τὸ χρῶμα, καὶ ἐπὶ τῆς γεύσεως ὁ χυμός. αὕτη μὲν οὖν τοιαύτη τίς ἐστιν ἀπορία. Πότερον δέ ἐστι τὸ αἰσθητήριον τῆς ἁφῆς εἴσω τῆς σαρκός, ἢ οὐδαμῶς, ἀλλ’ εὐθὺς ἡ σάρξ, οὐκ ἀκριβεῖ ἄν τις χρῷτο σημείῳ ἐκ τοῦ γίνεσθαι τὴν αἴσθησιν ἅμα θιγγάνοντι·1 καὶ γὰρ νῦν εἴ τις περὶ τὴν σάρκα περιτείνειεν οἷον ὑμένα ποιήσας ἢ λεπτὴν ὀθόνην, ὅμως εὐθὺς ἁψαμένοις γίνεται ἔνδηλος ἡ θερμότης ἢ ἡ ψυχρότης ἢ ἡ σκληρότης ἢ ἡ μαλακότης ἢ ἑκάστη τῶν λοιπῶν ἐναντιώσεων· καίτοι δῆλον ὡς οὐκ ἔστιν ὁ ὑμὴν αἰσθητήριον· οὐδὲ γὰρ εἰ συμφυὲς γένοιτο, ὥσπερ οἱ μῦθοί φασι τὸν χιτῶνα τῷ Ἡρακλεῖ, οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον ἡ αἴσθησις ἂν διικνοῖτο. τάχα οὖν καὶ νῦν τὸ τοιοῦτο μόριον τοῦ σώματος, οἷόν ἐστιν ἡ σάρξ, ἔνδον οὖσι τοῖς ὀργάνοις τοῖς πρὸς ἑκάστην τῶν ἐναντιώσεων πεφυκόσι καὶ τοσούτοις γε, ὅσαιπερ καὶ αἱ ἐναντιώσεις εἰσί, περιπέπλασται ἓν καὶ ὅμοιον ἅπασιν ὥσπερ ἔλυτρον,2 καθάπερ εἰ καὶ ἀὴρ ἐν κύκλῳ ἡμῖν περιεπεφύκει καὶ συμφυὴς ἦν καὶ ἀχώριστος ἄχρι τινὸς ἐν τῷ σχήματι τοῦ στερεοῦ τούτου σώματος περικεχυμένος, ἐν ᾧ τὸ ζῶον· ἐδοκοῦμεν γὰρ ἂν τηνικαῦτα δι’ ἑνὸς ἀντιλαμβάνεσθαι αἰσθητηρίου καὶ ψόφων καὶ χρωμάτων καὶ ὀσμῶν, καὶ μίαν τινὰ αἴσθησιν εἶναι ὄψιν ἀκοὴν ὄσφρησιν μὴ διακρινομένων τῶν ὀργάνων ἐν τῷ περικεχυμένῳ ἀέρι, ἀλλὰ διὰ παντὸς ὁμοίως καὶ τὰ χρώματα ὁρώντων ἡμῶν, καὶ τοὺς ψόφους ἀκουόντων, καὶ τὰς ὀσμὰς ὀσμωμένων. νῦν δὲ ὅτι διώρισται τὰ ὄργανα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ σώματος, δι’ ὧν γίνονται αἱ αἰσθήσεις, φανερὰ τὰ εἰρημένα αἰσθητήρια ἕτερα ὄντα· ἐπὶ δὲ τῆς ἁφῆς ἄδηλον εἰ πλείω ἢ ἕν. τί γὰρ κωλύει πλείω μὲν εἶναι, τὴν σάρκα δὲ ἅπασιν ἔξωθεν ὁμοίαν οὖσαν ὥσπερ ἔλυτρον περιπεπλάσθαι; τὸ δὲ ὥσπερ ἔλυτρον εἶπον, ὅτι ἐξ ἀέρος ἢ ὕδατος ἀδύνατον ἦν συστῆναι τὸ ἔμψυχον σῶμα·3 δεῖ γὰρ στερεὸν εἶναι ᾧ χρῆται τὸ γενητὸν καὶ φθαρτὸν ζῶον.
11. 关于触觉,人们可以提出这样两个疑难:其一,它是一种感觉还是多种感觉;其二,这种感觉的器官是什么,究竟是肉以及在无肉之物身上与之类似者,抑或不是,而是这作为媒介,而器官则是某种别的居于内部之物?关于触觉不是一种单一的感觉,人们可能会将此作为一个迹象:即这种感觉并非辨别单一的对立,如同视觉仅[辨别]白与黑以及其中间物,听觉[辨别]高音与低音以及其中间物,味觉[辨别]苦与甜;但在可触之物中存在着许多对立,且所有对立都是具有中间状态的,在每一个对立中都能观察到各自固有的居间状态,例如热与冷、干与湿、硬与软、重与轻、滑与糙。对于这一点,或许有人能够予以消解,虽不充分但也颇有说服力,即认为在其他感觉中也表现出不止一种对立,例如在声音中不仅有高锐与低沉,而且还有声音的大小以及滑与糙,或许在颜色方面人们也能发现此类的差异。但是,正如我所说,这种宽解并不充分;因为大小对于所有感觉而言都是共通的,每种感觉都感知其各自相应的大与小,而滑与糙要么是从可触之物借喻而说的,要么它们也属于形状,如果说由于空气被声音所撞击也确实必须给声音设定某种形状的话;而形状本身就是共通可感物。但热与冷、硬与软、重与轻却并非如此;相反,所有这些都是触觉特有的固有可感物,其中没有一个属于另一种感觉。那么,作为这种感觉基础的属是什么,或者其本性是什么呢?它究竟是一还是多?因为就连它的名称也不像听觉中的声音、视觉中的颜色以及味觉中的滋味那样随手可得。这便是这样一个疑难。 另一方面,关于触觉的感官究竟是在肉的内部,还是绝非如此而直接就是肉本身,如果从一接触便产生感觉这一事实出发,人们并不会得到一个精确的证据;因为纵使在如今,如果有人在肉的周围覆盖诸如薄膜或薄亚麻布之类的东西,对于接触者而言,热或冷、硬或软、或其余各对立依然会立即变得显明;然而显然薄膜并不是感官。因为即便它如神话中赫拉克勒斯的外衣那样生长在一起,感觉也绝不会更弱地、反而会更强地传达过去。因此,也许在如今,身体中如肉这样的部位,也是作为单一且对所有器官都相同的护鞘那样,被塑模在处于内部的各个器官之上,这些器官生来适应于各对立且其数量恰与对立一样多;正如空气若曾环绕着我们自然共生,成为一体且不可分离地在动物所在的这个坚实肉身的形态中弥漫包裹至某种程度一样。因为在那时,我们本会认为自己是通过单一的感官把握声音、颜色和气味的,并且由于各个器官在周围弥漫的空气中并未被区分开来,而是我们同样通过整体看着颜色、听着声音并闻着气味,视觉、听觉与嗅觉本会被视为某种单一的感觉。但如今,由于产生感觉的各个器官在朝向身体外部表面上是被划分开的,上述感官显然是各不相同的;但在触觉的情形中,究竟是多个还是一个却尚不清楚。因为究竟有什么能妨碍器官是多个,而从外部对所有器官而言都是相同齐一的肉,像护鞘一样被塑模在它们周围呢?我之所以说“像护鞘一样”,乃是因为有灵魂的身体不可能由空气或水构成;因为被生成且可毁灭的动物所使用的东西,必须是坚固的。
- 2.11ἐκ τοῦ γίνεσθαι τὴν αἴσθησιν ἅμα θιγγάνοντι
在介词短语 ἐκ τοῦ γίνεσθαι(冠词化不定式)内部,副词 ἅμα 与现在分词与格单数阳性 θιγγάνοντι 连用。此处省略了泛指的与格主体,意为“对于触碰者而言,在触碰的同时”。
- 2.11ἔνδον οὖσι τοῖς ὀργάνοις τοῖς πρὸς ἑκάστην τῶν ἐναντιώσεων πεφυκόσι καὶ τοσούτοις γε, ὅσαιπερ καὶ αἱ ἐναντιώσεις εἰσί, περιπέπλασται ἓν καὶ ὅμοιον ἅπασιν ὥσπερ ἔλυτρον
该句的句法骨架为 τὸ τοιοῦτο μόριον τοῦ σώματος ... περιπέπλασται ἓν καὶ ὅμοιον ἅπασιν ὥσπερ ἔλυτρον(身体的这样一部分……作为对所有器官单一且相同的护鞘而被塑模)。动词 περιπέπλασται 支配长与格短语 ἔνδον οὖσι τοῖς ὀργάνοις...(在居于内部的各器官之上),在主语与动词谓语之间构成了大幅度的插置间隔(hyperbaton)。
- 2.11τὸ δὲ ὥσπερ ἔλυτρον εἶπον, ὅτι ἐξ ἀέρος ἢ ὕδατος ἀδύνατον ἦν συστῆναι τὸ ἔμψυχον σῶμα
句首的 τὸ δὲ ὥσπερ ἔλυτρον 是用定冠词 τό 标示出的、作为 εἶπον 宾语的标题性前置成分(“至于我说‘像护鞘一样’”),其后由 ὅτι 引导原因从句(“是因为有灵魂的身体不可能……”),用以解释作者使用该比喻的理由。
