- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:71.14-72.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯论述了不可尝之物的三种方式(匮乏、过度以及自然本性上的不能接纳),阐明了可饮之物与湿润者的关系、味觉器官在潜能上而非现实中湿润的必然性,并概括了滋味的各种类别(甜、苦、咸、酸等)。
οὕτως οὖν διττὸν καὶ τὸ ἄγευστον, τὸ μὲν τῷ λίαν ἐλλείπειν, ὥσπερ οἱ λίθοι, τὸ δὲ τῷ λίαν ὑπερβάλλειν καὶ φθείρειν τὴν γεῦσιν, ὥσπερ καὶ τὰ ἄγαν δριμέα καὶ ὀξέα καὶ αὐστηρά. τρίτος δέ ἐστι τρόπος ἀγεύστου τοῦ παντάπασι χυμὸν δέχεσθαι μὴ πεφυκότος,1 οἷον φωνῆς ἢ ἀέρος. οὕτω δὲ εἶχε καὶ ἐπὶ τοῦ ἀοράτου καὶ ἀνηκούστου· ἦν γὰρ ἐπ’ αὐτῶν καὶ οὗτος ὁ τρόπος τοῦ ἀδυνάτου. Τῶν γευστῶν τοίνυν ἀρχὴ τὸ ὑγρόν· ὕλη γὰρ τοῦτο γίνεται τοῖς χυμοῖς, ἀρχὴ δέ τις ἦν καὶ ἡ ὕλη, τῶν γευστῶν δὲ καὶ τὸ ποτόν·2 ὑγρὸν γὰρ καὶ τοῦτο καθὸ χυμὸν ἔχει ἢ πλείονα ἢ ἐλάττονα, ἀλλ’ ἤδη τὸ μὲν κατὰ φύσιν τοῖς ζώοις, ὅπερ καὶ κυρίως ποτόν, τὸ δὲ λυμαντικὸν μᾶλλον καὶ φθαρτικόν, ὅπερ καὶ ἄποτον μᾶλλον ἂν εἴποις· φθείρει γὰρ τὴν γεῦσιν. καὶ χρὴ πρῶτον αὐτὸ γευστόν, εἶθ’ οὕτω καὶ ποτὸν γενέσθαι. κοινὸν δὲ ἁφῆς καὶ γεύσεως τὸ ποτόν· καὶ γὰρ ὑγρὸν καὶ ἔγχυμον, ὧν τοῦ μὲν ἡ ἁφή, τοῦ δὲ ἡ γεῦσις ἀντιλαμβάνεται. εἰ οὖν ὑπερβάλλοι τὴν συμμετρίαν, ὡς μὲν γευστὸν φθείρει τὴν γεῦσιν, ὡς δὲ ἁπτὸν ὅλον τὸ ζῶον. ἐπεὶ οὖν ἐν ὑγρῷ τὸ γευστόν, ἀνάγκη τὸ αἰσθητήριον αὐτοῦ, λέγω δὲ τὸ ὄργανον ᾧ κέχρηται ἡ ψυχὴ πρὸς τὴν γεῦσιν, μήτε ὑγρὸν εἶναι ἐντελεχείᾳ μήτε ἀδύνατον ὑγραίνεσθαι· πάσχει γὰρ ἡ γεῦσις ὑπὸ τοῦ γευστοῦ ᾗ γευστόν· δεῖ οὖν αὐτὸ δυνάμει μὲν εἶναι ὑγρόν, ὑγραίνεσθαι δὲ ἐνεργείᾳ, ὑγραίνεσθαι δὲ οὕτως, ὥστε σώζεσθαι αὐτοῦ τὴν οἰκείαν κατασκευὴν καὶ ὁπηνίκα ὑγραίνεται. σημεῖον δὲ τὸ μήτε κατάξηρον οὖσαν τὴν γλῶτταν αἰσθάνεσθαι, μήτε λίαν ὑγράν, ὥσπερ ἐπὶ τῶν καμνόντων· τότε γὰρ διὰ τὴν περικεχυμένην ὑγρότητα τῆς πρώτης ἀντιλαμβάνεται,3 τοὺς δὲ ἄλλους χυμοὺς μόλις διακρίνει, καὶ φαίνεται τοῖς κάμνουσι πάντα πικρά, διότι τῇ γλώσσῃ περικέχυται τοιοῦτος χυμός, ὥσπερ καὶ ὅταν προγευσάμενοι χυμοῦ ἰσχυροῦ γευσώμεθα εὐθὺς ἑτέρου, οὐχ ὁμοίως δ’ αἰσθανόμεθα τῆς διαφορᾶς τῷ προκατέχεσθαι τῷ σφοδροτέρῳ. ἔστι δὲ καὶ τὰ εἴδη τῶν χυμῶν ἀνάλογον τοῖς τῶν χρωμάτων, ἁπλᾶ μὲν τὰ ἐναντία, τὸ γλυκὺ καὶ τὸ πικρόν, ἐχόμενα δὲ τοῦ μὲν γλυκέος τὸ λιπαρόν, τοῦ πικροῦ δὲ τὸ ἁλμυρόν, μεταξὺ δὲ τούτων τὸ δριμὺ καὶ αὐστηρὸν καὶ στρυφνὸν καὶ ὀξύ· σχεδὸν γὰρ αὗται δοκοῦσιν εἶναι διαφοραὶ χυμῶν. συγκεφαλαιοῦται δὴ καὶ ἐπὶ ταύτης ὁμοίως ὁ λόγος, καθάπερ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὅτι τὸ μὲν γευστικὸν ὄργανόν ἐστι τὸ δυνάμει τοιοῦτον, γευστὸν δὲ τὸ ποιοῦν ἐντελεχείᾳ τὸ ὄργανον οἷον αὐτό.
因此,不可尝之物也是双重的:一者是由于极其匮乏,例如石头;另一者是由于极其过度并破坏味觉,例如过分辛、酸和涩之物。而不可尝之物还有第三种方式,即全然不具有接纳滋味的自然本性者,例如声音或空气。在不可观与不可听之物的情形中也是如此;因为在它们那里也存在这种不可能的方式。 因此,可尝之物的本原乃是湿润者;因为湿润者成为了滋味的质料,而质料也是某种本原;并且可饮之物也属于可尝之物;因为可饮之物就其或多或少具有滋味而言也是湿润的,但一种对于动物而言已是合乎本性的,这也就是严格意义上的可饮之物,而另一种则更具损害性和毁灭性,人们更应称之为不可饮之物;因为它会破坏味觉。并且它必须先成为可尝之物,然后才以此方式成为可饮之物。可饮之物为触觉与味觉所共有;因为它是既湿润又带有滋味的,触觉把握其中的前者,味觉把握其中的后者。因此,如果它超出了适度,作为可尝之物它会破坏味觉,作为可触之物则会破坏整个动物。 因此,既然可尝之物存在于湿润者中,它的感觉器官——我指的是灵魂用于味觉的器官——就必然既不是现实中湿润的,也不是不可能被湿润的;因为味觉就其作为可尝之物而言遭受可尝之物的作用;所以它自身必须在潜能上是湿润的,而在现实中被湿润,并且是在即使被湿润时也能保持其固有的组织构造那样被湿润。其证据在于,舌头既在极度干燥时无法感知,也在过分湿润时无法感知,正如在患病者身上那样;因为那时由于周围流溢的湿润,它感知的是最初的[湿润],而勉强才能辨别其他滋味,在病者看来一切皆苦,乃是因为舌头上流溢着这样的滋味,正如当我们先尝了浓烈的滋味之后立即品尝另一种滋味时,由于被较强烈者预先占据,我们便无法同样感知其差异一样。 滋味的种类也与颜色的种类相类比:作为对立面的甜与苦是单纯的,依附于甜的是油滑之味,依附于苦的是咸味,介于它们之间的则是辛、涩、苦涩和酸;因为滋味的差异似乎差不多就是这些。因此,关于这门感觉的论述也同样如其他感觉那样被概括为:味觉器官乃是在潜能上如此之物,而可尝之物乃是使器官在现实中成为像它自身一样之物。
- 2.10τρίτος δέ ἐστι τρόπος ἀγεύστου τοῦ παντάπασι χυμὸν δέχεσθαι μὴ πεφυκότος
属格分词短语 τοῦ ... μὴ πεφυκότος 作为同位语修饰前面的属格 ἀγεύστου,指明其实质内容即“不可尝之物,即完全不具有接纳滋味的自然本性者”。或者亦可理解为直接依存于名词 τρόπος 的限制性属格,但无论如何皆指对象本身固有的不可能(如声音或空气)。
- 2.10τῶν γευστῶν δὲ καὶ τὸ ποτόν
属格 τῶν γευστῶν 为部分属格(partitive genitive),主语 τὸ ποτόν 省略了系动词 ἐστί。紧接前文“可尝之物的本原乃是湿润者”,表意为“可饮之物也属于可尝之物[的一类]”。
- 2.10τῆς πρώτης ἀντιλαμβάνεται
阴性单数属格形容词 τῆς πρώτης 省略了名词 ὑγρότητος(湿润),承接紧接在前的 περικεχυμένην ὑγρότητα,意为“感知到最初的[湿润]”。这描述了舌头首先感知到了包裹其上的病理体液本身,从而无法辨别外来的其他滋味的情形。
