← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§6.12-7.23

灵魂可分离性的推论与受动的身体性

特米斯蒂乌斯反驳了针对亚里士多德关于灵魂可分离性推论的逻辑指责,证明在可能性后承关系中否定前件即否定后件。随后,他借助几何对象与质料实体的类比,并结合生理现象与体质,阐明灵魂的各种受动皆与身体的调和状态不可分割,且深植于身体之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#5

δέον γάρ φησι τὸ τοῦ λήγοντος ἀντικείμενον προσλαβόντα ἀνελεῖν τὸ ἡγούμενον,1 ὁ δὲ προσλαβὼν τὸ ἀντικείμενον τοῦ ἡγουμένου πειρᾶται ἀναιρεῖν τὸ ἑπόμενον. ὁ δὲ τῶν οὕτω προχείρων ἐν διαλεκτικῇ ἄγνοιαν ἐγκαλῶν Ἀριστοτέλει αὐτὸς ἔοικεν ἀγνοεῖν, ὅτι τὸ ‘ἐνδέχοιτ’ ἂν αὐτὴν καὶ χωρίζεσθαι’ οὐκ ἦν ἀναγκαίας ἀκολουθίας, ἐφ’ οἵας ἡ ἀναίρεσις τοῦ ἑπομένου συναναιρεῖ τὸ ἡγούμενον, ἀλλ’ ἐνδεχομένης, ἐφ’ ἧς ἔμπαλίν ἐστι τὸ συμβαῖνον· ἡ γὰρ ἀναίρεσις τοῦ ἡγουμένου συναναιρεῖ τὸ ἑπόμενον· εἰ μὲν γὰρ πλευσεῖται Δίων, ἐνδέχεται αὐτὸν καὶ εὐπλοῆσαι, εἰ δ’ οὐ πλευσεῖται Δίων, οὐδ’ εὐπλοῆσαι αὐτὸν ἐνδέχεται· ἀλλ’ οὐχί, εἰ μὴ εὐπλοῆσαι αὐτὸν ἐνδέχεται, οὐκ ἐνδέχεται αὐτὸν οὐδὲ πλεῦσαι. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ βαδίσαι καὶ ἐπὶ τοῦ πρᾶξαι καὶ ἐφ’ ἁπάντων, ἐφ’ ὧν ἡ ἀκολούθησις ἐνδεχομένη ἦν, οὐκ ἀναγκαία. οὕτως δὲ καί, εἰ μὲν ζῷόν ἐστι τὸ πόρρωθεν προσιόν, ἐνδέχεται αὐτὸ ἵππον εἶναι, εἰ δὲ μὴ ζῷον, οὐδ’ ἵππον· ἀλλ’ οὐχὶ εἰ μὴ ἵππον, οὐδὲ ζῷον. ἁπλῶς γὰρ τὸ ἐνδεχομένως ἀκολουθοῦν ὡς μέρος γίνεται τοῦ ἡγουμένου, εἴ γε ποτὲ μὲν αὐτῷ ὑπάρχει, ποτὲ δὲ οὔ, ἐπὶ τούτων δὲ ἡ τοῦ ὅλου ἀναίρεσις συναναιρεῖ καὶ τὸ μέρος. Οὐκ ἀδιάβλητον οὖν καὶ τοῦτο τὸ συνημμένον ‘εἰ μὲν ἔστι τι ἴδιον ἔργον τῆς ψυχῆς, ἐνδέχοιτο ἂν αὐτὴν χωρίζεσθαι’· οὐ γὰρ ἐξ ἀνάγκης. τί γὰρ εἰ καὶ ἴδιον μὲν ἔργον ἔχει, μὴ χωρίζεται δέ, ὥσπερ ὀφθαλμὸς καὶ χείρ; ἀναγκαία δὲ καὶ ἡ τοῦ ἡγουμένου ἀναίρεσις συναναιροῦσα τὸ ἑπόμενον· ‘εἰ δὲ μηδέν, οὐκ ἂν εἴη χωριστή’· ταύτην γὰρ τὴν ἀκολουθίαν ἐναργὲς ἀξίωμα βεβαιοῖ, τὸ μηδὲν ὑπὸ τῆς φύσεως ἀργὸν γεγενῆσθαι. Πῶς οὖν λέγομεν τὴν ψυχὴν φιλεῖν καὶ μισεῖν καὶ ὀργίζεσθαι; πῶς δὲ λέγομεν τὴν εὐθεῖαν ἅπτεσθαι τῆς σφαίρας κατὰ στιγμήν; οὐ γὰρ ὅτι ἡ εὐθεῖα καθ’ ἑαυτήν (οὐδὲν γάρ ἐστιν), ἀλλ’ ὅτι ὁ κανὼν ὁ εὐθύς, οὐδὲ ὅτι τῆς σφαίρας καθ’ ἑαυτήν, ἀλλ’ ὅτι τῆς χαλκῆς· ἀχώριστον γὰρ καὶ τὸ εὐθὺ καὶ τὸ σχῆμα τοῦ ξυλίνου κανόνος καὶ τῆς χαλκῆς σφαίρας, καὶ ἡ κατὰ στιγμὴν ἁφή, μᾶλλον δὲ ὅλως ἁφὴ τοῦ συνόλου πρὸς τὸ σύνολον. οὕτω δὲ καὶ τὰ τῆς ψυχῆς πάθη πάντα ἔοικεν εἶναι κοινὰ μετὰ τοῦ σώματος, τὸ θυμοῦσθαι καὶ τὸ πραΰνεσθαι καὶ τὸ φοβεῖσθαι καὶ τὸ θαρρεῖν καὶ τὸ χαίρειν, ὁμοίως δὲ καὶ τὸ φιλεῖν καὶ μισεῖν· οὐδὲν γὰρ τούτων οἷά τε ποιεῖν ἡ ψυχὴ μὴ τὸ σῶμα ἐφελκομένη, εἰς ὃ καὶ τὰς ἐνεργείας ἑαυτῆς ἐμφανῶς ἀποστηρίζεται· ἐρυθραίνονται γὰρ καὶ ὠχριῶσι καὶ τρέμουσι, καὶ οὐδὲ τοῖς ποιηταῖς ταῦτα ἄδηλα· ‘ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην’, καὶ ‘ὦχρος τέ μιν εἷλε παρειάς’, καὶ ‘ἄραβος δὲ διὰ στόμα γένετ’ ὀδόντων’. / μηνύει δὲ μάλιστα ἐναργῶς τὸ ταῦτα εἶναι τὰ πάθη κοινὰ τῆς ψυχῆς καὶ τοῦ σώματος τὸ ποτὲ μὲν ἰσχυρᾶς προσπεσούσης τοῖς ζώοις αἰτίας καὶ ἱκανῆς εἰς ὀργὴν ἐκκαλέσασθαι ἢ φόβον ἐμποιῆσαι, μηδὲν παροξύνεσθαι2 ἢ φοβεῖσθαι, ἐνίοτε δὲ σμικρῶν γινομένων καὶ ἀμυδρῶν τῶν αἰτιῶν κινεῖσθαι λίαν, ὅταν ἐνδεὲς ᾖ τροφῆς τὸ ζῶον ἢ ὑπὸ χυμῶν τινῶν ἐνοχλῆται· ὃ μάλιστα ἐπὶ τῶν μελαγχολικῶν ἔκδηλον γίγνεται, οἳ μηδενὸς πολλάκις φοβεροῦ συμπίπτοντος ἐν τοῖς πάθεσι γίγνονται τῶν φοβουμένων διὰ τὴν κρᾶσιν τοῦ σώματος καὶ δεδίασι τὰ ἀδεῆ. καὶ ἔοικεν ἅπαντα τὰ τοιαῦτα πάθη ταῖς κράσεσιν ἕπεσθαι τοῦ σώματος καὶ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι τοίας ἢ τοίας αὐτῆς ὑπαρχούσης· καὶ οὐχ ὡς ὄργανον τούτοις τοῖς πάθεσιν ὑπηρετεῖται τὸ σῶμα, ὥσπερ τῇ αἰσθητικῇ δυνάμει τὰ αἰσθητήρια, ἀλλὰ πλείων ἡ συγγένεια τῷ σώματι πρὸς τὰ πάθη ἢ τοῖς ὀργάνοις τῆς αἰσθήσεως πρὸς τὴν αἴσθησιν. / ταῦτα μὲν γὰρ παρὰ φύσιν διατεθέντα ἐμποδὼν γίνεται μόνον ταῖς τῆς αἰσθήσεως ἐνεργείαις· τοῦ σώματος δὲ ἡ φαύλη κρᾶσις οὐκ ἐμποδίζει τοῖς πάθεσιν, ἀλλ’ ἐγείρει μᾶλλον αὐτὰ καὶ ἐπιτείνει, ἅτε τῆς τούτου φύσεως προσεχέστερον ἐξημμένα.

因为他宣称,本应当取后件的矛盾面来否定前件,他却反而取前件的矛盾面企图去否定后件。然而,指责亚里士多德在辩证术如此初级的事情上无知的人,自己似乎却不明白:“它也有可能分离”并非属于必然的后承关系——在这种后承中否定后件便一同否定前件——而是属于可能性的后承关系,在此种情况下发生的事情恰好相反:否定前件便一同否定后件。因为如果狄翁将要航海,他有可能航行顺利,但如果狄翁不航海,他甚至不可能航行顺利;然而,并不是说如果他不可能航行顺利,他便甚至不可能航海。同样地,在步行上、在行动上,以及在后承关系是可能性而非必然性的一切事情上皆是如此。再者:如果从远处走来的是动物,它有可能是马,但如果不是动物,它甚至不可能是马;然而,并不是说如果不是马,它便也不是动物。因为简言之,可能地相随的事物,若有时属于前件而有时不属于,它便如同成为前件的一个部分,而在这些情况下,对整体的否定便一同否定了部分。 因此,这个条件命题亦非无可挑剔:“如果灵魂有某种特有的功能,它便有可能分离”;因为这并非出于必然。因为如果它虽有特有的功能却并不分离,正如眼睛和手那样,又当如何?然而,否定前件而一同否定后件则是必然的:“若无[特有功能],它便不可分离”;因为一条显然的公理确证了这一后承关系,即自然绝没有白白产生任何事物。 那么,我们怎么能说灵魂在爱、在恨、在发怒呢?又怎么能说直线在一点上接触球面呢?因为并不是说直线自身在接触(因为它什么也不是),而是直尺在接触;也不是说它接触球面自身,而是接触青铜的球;因为笔直与形状对于木尺和青铜球而言皆不可分离,在一点处的接触、或者说整体对整体的接触全都是如此。同样地,灵魂的一切受动似乎都与身体共有:暴怒、温和、恐惧、自信、喜悦,同样还有爱与恨;因为灵魂若不带上身体,便无法施行这些受动中的任何一种,它显然将自身的活动立足于身体之上;因为人们会脸红、发白和发抖,这些在诗人们眼中亦非不明显:“他的双眼宛如闪耀的烈火”,“苍白攫住了他的面颊”,“牙齿的打颤声从口中发出”。 / 而极其显著地表明这些受动为灵魂与身体所共有的,是这样一个事实:有时当强烈的起因临到动物身上、足以激起愤怒或引起恐惧时,它们却毫无恼怒或惧怕;而有时起因微小且微弱,它们却被剧烈触动,这发生在动物缺乏营养或受某些体液困扰之时;这在忧郁质者身上尤为显明,他们往往在没有任何可怕事情发生时,仅凭身体的调和状态便陷入惧怕者的受动之中,畏惧那不足为惧之物。而且,所有此类受动似乎都随顺身体的调和状态,并在调和状态呈现此种或彼种样态时被加强和弛缓;身体在此类受动中并不是作为工具而效劳的,正如感觉器官效劳于感觉能力那样,相反,身体与受动之间的亲缘性,远大于感觉器官与感觉之间的亲缘性。 / 因为感觉器官若处于反常状态,仅仅成为感觉活动的阻碍;而身体不良的调和状态却不仅不阻碍受动,反而唤起并加强受动,因为受动更为直接地系属于身体的自然本性。

语法注2 条
  1. 1.1δέον γάρ φησι τὸ τοῦ λήγοντος ἀντικείμενον προσλαβόντα ἀνελεῖν τὸ ἡγούμενον

    δέον 是源于无人称动词 δεῖ 的宾格绝对分词,带有“本应当……”的让步转折含义。无主语的 φησι 指代上一语段末尾提到的提出异议者(ὁ ἐνιστάμενος)。τὸ τοῦ λήγοντος ἀντικείμενον 指后件(λήγον / ἑπόμενον)的矛盾对立命题,描述的是形式逻辑中否定后件律(modus tollens)的标准推论规则。

  2. 1.1μηνύει δὲ μάλιστα ἐναργῶς τὸ ταῦτα εἶναι τὰ πάθη κοινὰ τῆς ψυχῆς καὶ τοῦ σώματος τὸ ποτὲ μὲν ... μηδὲν παροξύνεσθαι

    整个主句的主语是由后文的中性定冠词 τὸ 连同不定式 μηδὲν παροξύνεσθαι ... κινεῖσθαι λίαν 所引导的名词性短语(即“有时……这一事实”)。而前置的 τὸ ταῦτα εἶναι τὰ πάθη κοινὰ 则作为及物动词 μηνύει(表明)的直接宾语(宾格不定式结构)。由于语序倒置,宾语被置于句首,而冗长的主语从句则置于其后。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:6.12-7.23