← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§67.26-68.38

人类嗅觉的迟钝与触觉的敏锐及知性

特米斯提乌斯释读亚里士多德《论灵魂》卷二第九章,论述了人类嗅觉的迟钝及其向味觉词汇的借用、触觉的敏锐与肉质柔软度对人类智慧的决定作用,以及嗅觉对其固有对象和缺失(无气味者)的双重判定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9#1

9. Ἡ δὲ ὀσμὴ καὶ τὸ ὀσφραντὸν τί ποτέ ἐστιν, οὐχ οὕτω ῥᾴδιον ἀποδοῦναι, ὥσπερ καὶ τὸ χρῶμα καὶ τὸ διαφανὲς καὶ τὸν ψόφον. διὰ τοῦτο γὰρ οὐδὲ ὀνόματι δηλῶσαι τὸ ὀσφραντόν ἐστι, καθάπερ τὸ ἀκουστὸν ὅτι 〈ψόφος ἢ〉 φωνή, καὶ τὸ ὁρατὸν ὅτι φῶς ἢ χρῶμα. αἴτιον δέ, ὅτι τὴν αἴσθησιν ταύτην ἀσθενεστάτην κεκτήμεθα καὶ πολλὰ τῶν ζώων ἀκριβεστέραν ἡμῶν τὴν ὄσφρησιν ἔχει, ὥσπερ τῶν πεζῶν κύνες καὶ τῶν πτηνῶν γῦπες. οὔκουν οὐδὲ τοσαύτας διαφορὰς καταλαμβάνομεν τῶν ὀσφραντῶν, ὅσας τῶν ψόφων ἢ τῶν χρωμάτων, καὶ οὐδενὸς αἰσθανόμεθα τῶν ὀσφραντῶν ἄνευ τοῦ λυπεῖσθαι ἢ ἥδεσθαι, οὐχ ὡς ἡ ὄψις οὐδ’ ὡς ἡ ἀκοὴ πολλῶν αἰσθάνονται χρωμάτων καὶ ψόφων ἄνευ τῶν τοιούτων παθῶν. τοῦτο δὲ σημεῖον τοῦ πρὸς τὴν χρείαν μόνην ἡμῖν μεμηχανῆσθαί τινές φασι ταύτην,1 τὴν δὲ ἔξω τῆς χρείας ἀκρίβειαν μὴ προσειληφέναι· καὶ διὰ τοῦτο πῶς ἔχει πρὸς ἡμᾶς, οὐ πῶς ἔστι τὰ ὀσφραντὰ διαγινώσκομεν. εὔλογον δὲ οὕτω καὶ τὰ σκληρόφθαλμα τῶν χρωμάτων αἰσθάνεσθαι, καὶ μὴ δήλας αὐτοῖς εἶναι τὰς διαφορὰς τῶν χρωμάτων πλὴν τοῦ φοβεροῦ διὰ τὴν παχύτητα τοῦ ὀργάνου. ὅμως δέ, ἐπειδὴ μήτε τὰ ὀνόματα τῶν διαφορῶν τῆς ὀσμῆς μήτε τὴν φύσιν αὐτῶν καταλαμβάνομεν, ἐκ τῶν γευστῶν μεταφέρομεν τὰς ἐπικλήσεις καὶ ταῖς τῶν χυμῶν προσηγορίαις ἀνάλογον χρώμεθα ἐπὶ τῶν ὀσφραντῶν· οὐδεμία γὰρ λανθάνει χυμοῦ διαφορὰ τὴν γεῦσιν τὴν ἀνθρωπίνην, ἀλλ’ ἀκριβῆ ταύτην ἔχομεν τὴν αἴσθησιν· ἔστι γὰρ οἷον ἁφή τις ἡ γεῦσις, τῇ δὲ τῆς ἁφῆς ἀκριβείᾳ σύμπαντα πλεονεκτοῦμεν τὰ ζῷα. διὸ καὶ φρονιμώτατόν ἐστι τῶν ζώων ὁ ἄνθρωπος· μαλακωτέρα γὰρ ἡμῶν ἡ σὰρξ παρὰ τὰ λοιπὰ ζῷα, αὕτη δὲ ἡ κρᾶσις πρὸς φρόνησιν μᾶλλον ἐπιτηδεία. σημεῖον δέ, ὅτι καὶ ἐν αὐτῷ τῷ γένει τῶν ἀνθρώπων οἱ μαλακόσαρκοι τῶν σκληροσάρκων ὡς ἐπίπαν εὐφυέστεροι, λέγω δὲ τὴν κατὰ φύσιν κρᾶσιν καὶ μή, εἴ τῳ δι’ ἄσκησιν ἢ γυμνασίαν.2 αἴτιον δὲ ἴσως τὸ τὴν μαλακότητα τῆς σαρκὸς εὔλυτον καὶ εὐδίοδον εἶναι τῷ πρώτῳ πνεύματι τῆς ψυχῆς, τὴν σκληρὰν δὲ οἷον δεσμὸν μᾶλλον καὶ ἔμφραξιν. καὶ τὰ μὲν ἄλλα αἰσθητήρια μορίῳ τινὶ τοῦ πνεύματος ὑπηρετεῖται· οὐκ ἔστιν οὖν γνωρίσματα τῆς ὅλης ψυχῆς· ἡ σὰρξ δὲ τῷ δι’ ὅλης διήκοντι. πλὴν ὅπερ εἶπον, οὐκ εὐποροῦντες τῶν οἰκείων ὀνομάτων ἐπὶ τῆς ὀσμῆς ἀπὸ τῆς γεύσεως αὐτὰ μεταφέρομεν, καὶ ὥσπερ τῶν χυμῶν τοὺς μὲν γλυκεῖς, τοὺς δὲ πικροὺς ὀνομάζομεν, οὕτω καὶ τῶν ὀσμῶν τὰς μὲν γλυκείας, τὰς δὲ πικράς. ἐνίοτε μὲν οὖν ἐπὶ τῶν αἰσθήσεων ἀμφοτέρων συντρέχει καὶ τὰ ὀνόματα καὶ τὰ πράγματα, καὶ ὁ γλυκὺς τῇ γεύσει χυμὸς καὶ τῇ ὀσμῇ γλυκύς, ὥσπερ τοῦ μέλιτος· πολλὰ δὲ ἡδέα μὲν τῇ ὀσμῇ, πικρὰ δὲ τῇ γεύσει, ὥσπερ τὰ πολλὰ τῶν μύρων. ὁμοίως δὲ καὶ αὐστηρὰ ὀσμὴ καὶ λιπαρὰ λέγεται καὶ ὀξεῖα καὶ πάντα ταῦτα ἀπὸ τῶν γευστῶν μετελήλυθεν. πῶς δέ ποτε καὶ τοῖς γευστοῖς παρακολουθούσης ἡδονῆς καὶ λύπης ὅμως ἀκριβεστέρα ἡ γεῦσις τῆς ὀσφρήσεως, οὐδὲ ὁ φιλόσοφος αὐτὸς οὐδὲ τῶν ἐξηγουμένων τις ἐπεζήτησεν. Ἔστι δὲ ὥσπερ ἡ ἀκοὴ καὶ ἡ ὄψις ἡ μὲν τοῦ ἀκουστοῦ καὶ ἀνηκούστου, ἡ δὲ τοῦ ὁρατοῦ καὶ ἀοράτου, οὕτω καὶ ἡ ὄσφρησις τοῦ ὀσφραντοῦ καὶ ἀνοσφράντου· τῆς γὰρ αὐτῆς κρῖναι3 καὶ τὴν παρουσίαν τοῦ οἰκείου αἰσθητοῦ καὶ τὴν στέρησιν, ἀλλὰ τὴν μὲν καθ’ αὑτό, τὴν δὲ κατὰ συμβεβηκός. ἀνόσφραντον δὲ ὥσπερ καὶ ἀόρατον πολλαχῶς· καὶ γὰρ τὸ ἀόρατον τὸ μὲν διὰ τὸ μηδ’ ὅλως τῆς φύσεως εἶναι τῶν ὁρατῶν, ὥσπερ ἡ φωνὴ καὶ ὁ ψόφος, τὸ δὲ διὰ τὸ μόλις ὁρᾶσθαι ὥσπερ τὸ σκότος, τὸ δὲ καὶ διὰ τὸ βλάπτειν τὴν ὄψιν ὡς τὰ λίαν στιλπνὰ καὶ ἀνταυγοῦντα τοῖς ὄμμασιν.

9. 气味与可嗅之物究竟为何,并不像颜色、透明者以及声音那样容易予以说明。正因如此,人们甚至无法用名称来明确标示可嗅之物,正如[标示]可听之物为〈声音或〉发声,可观之物为光或颜色一样。其原因在于,我们所拥有的这一感觉最为微弱,而许多动物拥有比我们更为精确的嗅觉,正如陆生动物中的犬类与禽鸟中的兀鹰。因此,我们所把握的可嗅之物的差异,并不如声音或颜色的差异那么多,而且我们在感知任何可嗅之物时无不伴随痛苦或快乐,并不像视觉与听觉那样可以在没有此类情状的情况下感知许多颜色与声音。有人说,这是此种[感觉]纯粹为了实用而为我们构造出来的表征,并未获得超出实用之外的精确性;正因如此,我们所辨别的乃是可嗅之物对我们处于何种关系,而非它们自身如何。硬眼动物以这种方式感知颜色,并且由于器官的粗糙,除可怖者之外颜色的各种差异对它们并不分明,这也是合乎情理的。然而,既然我们既不能把握气味差异的名称,也不能把握它们的本性,我们便从可尝之物借取称呼,按比例将滋味的称名用于可嗅之物;因为没有任何滋味的差异能逃脱人类的味觉,我们在这一感觉上是敏锐的;因为味觉宛如某种触觉,而在触觉的敏锐性上我们胜过一切动物。由此,人是动物中最具知性的;因为与其余动物相比,我们的肉质更为柔软,而这种调和状态对知性更为适宜。其表征在于,即便在人类这一族类本身中,肉质柔软者大体上也比肉质坚硬者更具天赋——我指的是出于本性的调和,而非因训练或锻炼而归属于某人者。原因或许在于,肉质的柔软对于灵魂的最初精气而言容易消解且便于通行,而坚硬的肉质则更像一种羁绊和堵塞。其他感觉器官仅为精气的某一部分服务,因此不能作为整个灵魂的标志;而肉体则为通达整体的[精气]服务。不过正如我所说,由于缺乏气味方面的特有名称,我们便从味觉中借用它们,正如我们把滋味有的称为甜、有的称为苦一样,我们也把气味有的称为甜、有的称为苦。有时在两种感觉中名称与实在的事物相吻合,对味觉而言甜的滋味在气味上也甜,例如蜂蜜;但许多东西在气味上令人愉悦,在味觉上却发苦,例如多数香膏。同样,也有所谓干涩的气味、油腻的气味和刺鼻的气味,这一切都是从可尝之物转用而来的。然而,尽管快乐与痛苦同样伴随着可尝之物,味觉究竟为何仍比嗅觉更为精确,无论是哲学家[亚里士多德]本人还是任何解释者都未曾加以探讨。 正如听觉关涉可听之物与不可听之物,视觉关涉可观之物与不可观之物一样,嗅觉也关涉可嗅之物与不可嗅之物;因为判定自身固有感知对象的存在与缺失乃属于同一[感觉],不过前者是就其自身而言,后者则是出于偶性。不可嗅之物如同不可观之物一样具有多重含义;因为不可观之物,一方面是由于根本不属于可观之物的本性,如发声与声响;另一方面是由于难以被看见,如黑暗;再一方面则由于损害视觉,如极度耀眼并在双眼中映出强光之物。

语法注3 条
  1. 2.9τοῦ πρὸς τὴν χρείαν μόνην ἡμῖν μεμηχανῆσθαί τινές φασι ταύτην

    在依附于名词 σημεῖον 的冠词属格不定式结构 τοῦ ... μεμηχανῆσθαι 内部,插入了引述动词句 τινές φασι。语法上,τοῦ 引导不定式 μεμηχανῆσθαι,其宾格主语为 ταύτην(指 αἴσθησιν),作为 σημεῖον 的说明性属格。

  2. 2.9λέγω δὲ τὴν κατὰ φύσιν κρᾶσιν καὶ μή, εἴ τῳ δι’ ἄσκησιν ἢ γυμνασίαν

    这是一个紧凑的省略结构,在 καὶ μή 之后省略了主导动词 λέγω 及其宾语 κρᾶσιν,而在条件从句 εἴ τῳ ... 中也省略了谓语动词(如 ἐστί 或 συμβέβηκεν)。它鲜明对比了天生的体质与后天习得的体质。

  3. 2.9τῆς γὰρ αὐτῆς κρῖναι

    属格 τῆς αὐτῆς 为表属性或所属的述语性属格,省略了系动词 ἐστί(意为“判定……属于同一[感觉]”),不定式 κρῖναι 在句中充当语法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:67.26-68.38