← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§66.17-67.25

动物发声能力的有无与呼吸发声的界定

特米斯提乌斯基于亚里士多德《论灵魂》第2卷第8章,阐明无血动物与鱼类为何没有发声能力,论述自然如何将呼吸双重地运用于必要的冷却与发声,并通过呼吸空气对喉管的撞击、灵魂的冲动以及意指表象等要素,将发声与咳嗽及咂舌区别开来并予以界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8#4

πολλὰ δὲ τῶν ζῴων οὐκ ἔχει φωνήν, οἷον τά τε ἄναιμα πάντα, ταῦτα δέ ἐστι τὰ ἔντομα καὶ τὰ ὀστρακόδερμα καὶ τὰ μαλακόστρακα· ὁ γὰρ ἀπὸ τῶν τεττίγων ἀποτελούμενος ἦχος ὑμένος τινός ἐστι ψόφος. ἀλλ’ οὐδὲ οἱ ἰχθύες φωνοῦσι, καὶ τοῦτο εὐλόγως· ἀέρος γὰρ κίνησίς ἐστιν ἡ φωνή, οἱ δὲ οὐ δέχονται τὸν ἀέρα ἅτε ἐν ὕδατι διαιτώμενοι. τοὺς δὲ ἐν τῷ Ἀχελώῳ1 ψοφεῖν τοῖς βραγχίοις μᾶλλον ἢ φωνεῖν ἄν τις νομίσειεν. ζῴου μὲν οὖν ψόφος ἡ φωνή, οὐ παντὸς δὲ ὥσπερ ἔφην, ἀλλ’ οὐδὲ παντὶ μορίῳ· οὐ γὰρ τῷ τυχόντι· ψοφοῦμεν γὰρ καὶ τὰς χεῖρας συμπαταγοῦντες· τινὶ οὖν καὶ πώς. ἐπειδὴ οὖν τρία ταῦτά ἐστι, δι’ ὧν ἅπας ψόφος, τὸ τύπτον τὸ τυπτόμενον ἐν ᾧ τύπτεται, τὸ μὲν ἐν ᾧ τύπτεται οὐκ ἐπὶ τῆς φωνῆς μόνον ἀλλὰ καὶ ἐφ’ ἅπαντος ψόφου ἐστὶν ὁ ἀήρ, οὐχ ἁπλῶς δὲ ἐπὶ τῆς φωνῆς ὁ ἀήρ, ἀλλ’ ὃν ἐκπνέομεν καὶ ὃν εἰσπνέομεν. τούτῳ γὰρ χρῆται ἐπὶ δύο ἔργα, καθάπερ τῇ γλώττῃ ἐπί τε τὴν γεῦσιν καὶ τὴν διάλεκτον· ὧν ἡ μὲν γεῦσις ἀναγκαία· πρὸς γὰρ τὸ εἶναι συμβάλλεται, διὸ καὶ πλείοσιν ὑπάρχει· ἡ δὲ ἑρμηνεία χάριν τοῦ εὖ· διὸ καὶ τοῖς τελειοτέροις ὑπάρχει τῶν ζῴων. οὕτω δὴ καὶ τῷ ἀναπνεῖν χρῆται ἡ φύσις πρός τε τὴν θερμότητα τὴν ἐντὸς ὡς ἀναγκαίῳ καὶ πρὸς τὴν φωνήν, τοῦτο δὲ τοῦ βελτίονος ἕνεκεν. ὄργανον δὲ τῆς ἀναπνοῆς ὁ φάρυγξ. ἀναπνέομεν δὲ εἰσπνέοντες καὶ ἐκπνέοντες. φάρυγξ δὲ ἕνεκεν πνεύμονος, τούτῳ δὲ τῷ μορίῳ, φημὶ δὲ τῷ πνεύμονι, πλεῖον ἔχει τὸ θερμὸν τὰ πεζὰ καὶ τὰ ἔναιμα ζῷα· παράκειται γὰρ τῇ καρδίᾳ πηγῇ οὔσῃ τῆς θερμότητος. αὐτός τε οὖν δεῖται τῆς καταψύξεως καὶ πολλῷ μᾶλλον ἡ καρδία· διόπερ ἀναγκαία ἡ ἀναπνοή· εἴσεισι γὰρ διὰ τοῦ φάρυγγος ἑλκόμενος ὁ ἔξωθεν ἀὴρ καταψύχων τὴν θερμότητα. τούτου δὲ τοῦ ἀέρος ὃν ἀναπνέομεν ἡ κατὰ τὴν ὁρμὴν τῆς ψυχῆς ὑπὸ τῶν ἀναπνευστικῶν ὀργάνων γινομένη πληγὴ πρὸς τὴν καλουμένην ἀρτηρίαν φωνή ἐστιν· ἀναπνευστικὰ δὲ ὄργανα γλῶττα καὶ ὑπερῴα καὶ φάρυγξ. ἡ βῆξις δὲ οὐκ ἔστι φωνή, εἰ καὶ διὰ τούτων γίνεται τῶν ὀργάνων· οὐ γὰρ καθ’ ὁρμήν· ἀλλ’ οὐδὲ τὸ χρέμπτεσθαι οὐδὲ τὸ ποππύζειν φωνεῖν ἐστίν· οὐ γὰρ γίνεται μετὰ φαντασίας τινός· δεῖ γὰρ καὶ τοῦτο προσεῖναι τῷ ὅρῳ τῆς φωνῆς· σημαντικὸς γάρ τις ψόφος ἐστὶν ἡ φωνή, ἀλλὰ τῶν μὲν φύσει, οἷον ὁ τῶν ἀλόγων ζώων (σημαίνει γὰρ καὶ τὰ ἄλογα τὰ πρῶτα πάθη, τὸ ἥδεσθαι ἢ τὸ λυπεῖσθαι), τῶν δὲ καὶ συνθήκῃ οἷον ἡ τῶν ἀνθρώπων. καὶ ἄλλως δὲ ἡ βῆξις οὐκ ἔστι φωνή· τοῦ γὰρ ἀναπνεομένου ἀέρος ἐστὶ πληγή, ἡ φωνὴ δὲ οὐχὶ τούτου πληγή, ἀλλὰ τούτῳ·2 τούτῳ γὰρ τύπτει τὸν ἀπειλημμένον τῇ ἀρτηρίᾳ. ὧδε γὰρ χρὴ νοῆσαι τὸ συμβαῖνον· ὁ μὲν ἀναπνεόμενος ἀὴρ τὸν ἐν τῇ ἀρτηρίᾳ πλήττει, οὗτος δὲ αὐτὴν τὴν ἀρτηρίαν, ὥσπερ ἐν ταῖς ἀκοαῖς ὁ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδομημένος ἀὴρ ὑπὸ τοῦ ἔξωθεν πληττόμενος αὐτὸς ἔπληττε τὴν μήνιγγα. σημεῖον δὲ τοῦ τὸν ἀναπνεόμενον ἀέρα χρησιμώτατον εἶναι τῇ φωνῇ τὸ μήτε εἰσπνέοντα μήτε ἐκπνέοντα δύνασθαι φωνεῖν· δεῖ γὰρ κατασχεῖν τὸν εἰσπνεύσαντα ἀέρα καὶ οὕτω πλῆξαι τὸν εἴσω· ὁ γὰρ ἐπὶ πολὺ τοῦτο δυνάμενος μακροφωνότατος. οὐ γὰρ συγχωρεῖ ἡ ἔνδον θερμότης δεομένη συνεχοῦς καταψύξεως. συνελόντι δ’ οὖν εἰπεῖν ἡ φωνή ἐστι ψόφος ὑπ’ ἐμψύχου γινόμενος διὰ τῶν ἀναπνευστικῶν μορίων τοῦ ἀναπνεομένου ἀέρος πρὸς τὸν ἐν τῇ ἀρτηρίᾳ περιειλημμένον ἢ πρὸς αὐτὴν τὴν ἀρτηρίαν κατά τινα ὁρμὴν τῆς ψυχῆς μετὰ φαντασίας σημαντικῆς.

然而多数动物并没有声音,例如所有的无血动物,这些是昆虫类、介壳类和软甲类;因为蝉所发出的响声乃是某种薄膜的音响。鱼类也不发声,这是理所当然的;因为声音是空气的运动,而它们并不吸纳空气,因为它们生活在水中。至于阿刻罗俄斯河中的鱼,人们宁可认为它们是用鳃作响,而不是发声。由此可见,声音固然是动物的发响,但正如我所说,并非所有动物都如此,也不是通过任何部位;因为并非通过任意的部位,毕竟我们拍手也能作响;因此声音乃是通过特定部位并以特定方式[产生的]。 既然使一切声响得以产生者有此三物:撞击者、被击者以及在其中被击者,那么在其中被击者不仅在发声中而且在一切声响中都是空气,但在发声中并非单纯是空气,而是我们所呼出和吸入的[空气]。因为[自然]将这用于两项功用,犹如将舌用于味觉和言语一样;其中味觉是不可或缺的,因为它有助于生存,所以属于更多的动物;而表达则是为了完满,所以属于动物中较完备者。同样,自然使用呼吸,既针对体内的热量作为不可或缺之需,又用于发声,而后者则是为了更优的目的。 呼吸的器官是咽喉。我们通过吸气和呼气来进行呼吸。咽喉是为了肺而存在的,而陆生和有血动物在这一部位,我指肺,拥有更多的热量;因为它紧邻作为热之源泉的心脏。因此肺自身需要冷却,而心脏更甚;所以呼吸是不可或缺的;因为外在的空气被吸入,穿过咽喉而入,冷却热量。而我们所呼吸的这一空气,依随灵魂的冲动由呼吸器官对所谓的喉管施加的撞击,便是发声;而呼吸器官乃是舌、上腭和咽喉。 咳嗽并非发声,即便它是通过这些器官产生的;因为它并非依循冲动;咳痰或咂舌也不是发声;因为它们不是伴随着某种表象而产生的;因为这也必须附加在发声的定义中;因为发声乃是某种具有意指作用的声响,但在某些动物中是出于自然,例如无理性动物的声音(因为无理性动物也表达最初的情状,即感到快乐或痛苦),在另一些动物中则也依随约定,例如人类的声音。从另一角度看,咳嗽也不是发声;因为咳嗽是被呼吸空气所受的撞击,而发声并非这一[空气]受撞击,而是用这一[空气]撞击;因为是用这一[空气]撞击被拦截在喉管中的[空气]。必须这样理解发生的事情:被呼吸的空气撞击喉管中的[空气],而后者撞击喉管本身,正如在听觉中,构筑于耳朵内的空气被外在[空气]撞击,自身再撞击鼓膜一样。而被呼吸的空气对发声最为有用,其表征乃是无论在吸气还是在呼气时都无法发声;因为人必须憋住吸入的空气,由此撞击内部的[空气];能够长时间做到这一点的人发声最持久。因为体内的热量需要持续的冷却,不允许[长时间憋气]。总而言之,发声乃是由有生命者通过呼吸部位产生的声响,它依循灵魂的某种冲动,伴随着有意指作用的表象,是被呼吸的空气对喉管内所包含的[空气]或对喉管本身的撞击。

语法注2 条
  1. 2.8τοὺς δὲ ἐν τῷ Ἀχελώῳ

    阳性宾格复数冠词 τούς 省略了前句中的 ἰχθύας,在主动词 ἄν τις νομίσειεν 所支配的宾格不定式结构(ψοφεῖν... μᾶλλον ἢ φωνεῖν)中作意义上的主语。

  2. 2.8οὐχὶ τούτου πληγή, ἀλλὰ τούτῳ

    此处于名词 πληγή 下作宾格性属格的 τούτου(“对此[被呼吸空气]施加的撞击”)与表示手段或工具的与格 τούτῳ(“用此[空气]施加撞击”)形成对比。格的转换阐明了在咳嗽中被呼吸的空气是被击者(受动对象),而在发声中它则是用来撞击喉管内空气的工具(施动者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:66.17-67.25