← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§68.38-70.11

嗅觉媒介与昆虫嗅觉器官的构造

特米斯提乌探讨了不可嗅之物的多重含义以及嗅觉的媒介(空气与水),提出了不吸气的昆虫如何闻出气味的疑难,并通过嗅觉孔道覆盖物的有无(类比于眼睑)消解了有血动物与昆虫之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9#2

οὕτω δὴ καὶ τὸ ἀνόσφραντον καὶ τὸ μηδ’ ὅλως πεφυκὸς ἔχειν ὀσμὴν καὶ τὸ μικρὰν ἔχον καὶ τὸ φαύλην λίαν καὶ οὗ ἡ ὄσφρησις οὐκ ἀνέχεται. τὰ αὐτὰ δὲ καὶ ἐπὶ γευστοῦ καὶ ἀγεύστου διαιρετέον. Δεῖται δὲ καὶ ἡ ὄσφρησις ὥσπερ καὶ ἡ γεῦσις καὶ ἡ ἀκοὴ μεταξύ τινος ἑτέρου σώματος τοῦ διαπέμποντος πρὸς αὐτὴν τὰς τῶν ὀσφραντῶν διαφοράς, καὶ ἔοικε καὶ πρὸς ταύτην ὑπηρετεῖσθαι ταὐτὰ στοιχεῖα ἅπερ καὶ πρὸς τὴν ἀκοὴν καὶ πρὸς τὴν ὄψιν, λέγω δὲ ἀέρα καὶ ὕδωρ· καὶ γὰρ τὰ ἔνυδρα τῶν ζῴων ὀσμῆς αἰσθάνεσθαι φαίνεται, καὶ ὥσπερ ἐπὶ τῆς ὄψεως ἦν τὸ διαφανὲς κοινόν τι πάθος ἀέρος καὶ ὕδατος, οὕτως ἐπὶ τῆς ὀσφρήσεως ἄλλο ἄν εἴη τι πάθος κοινόν, ὃ καθάπερ ἔφην δίοσμόν τινες ὀνομάζουσιν. ἀλλὰ τοῦτο μὲν οὐδὲν θαυμαστόν, εἰ ἐοίκασιν ἀλλήλαις αἱ αἰσθήσεις, ἐκεῖνο δὲ ἄξιον ἀπορίας· ἐπειδὴ γὰρ ὁρῶμεν καὶ τὰ ἔντομα τῶν ζῴων αἰσθανόμενα τῆς ὀσμῆς ὥσπερ τὰς μελίσσας (πόρρωθεν γοῦν ἀπαντῶσιν ἐπὶ τὴν τροφὴν καὶ φεύγουσιν αὖθις καπνοῦ θυμιωμένου), ἕπεται ζητεῖν, τί δήποτε ἄνθρωπος μὲν καὶ τὰ ἔναιμα σύμπαντα ὀσφραίνεται ἀναπνέοντα, μὴ ἀναπνέοντα δὲ ἢ κατέχοντα τὸ πνεῦμα οὐδαμῶς οὔτε πόρρωθεν οὔτε ἐγγύθεν, οὐδ’ ἂν ἐπὶ τοῦ μυκτῆρός τις ἐπιθῇ. καὶ τοῦτο μὲν οὐκ ἄτοπον· κοινὸν γὰρ ἦν καὶ πρὸς τὰς εἰρημένας αἰσθήσεις· οὐδὲ γὰρ ἐκεῖναι τοῖς ὀργάνοις αὐτοῖς ἐπιτιθεμένων τῶν αἰσθητῶν ἀντελαμβάνοντο. ἀλλὰ τοῦτο ἄξιον ἀπορίας, πῶς ὀσμᾶται τὰ ἔντομα μὴ ἀναπνέοντα· εἷς γὰρ ὁ τρόπος ἐφ’ ἁπάσης αἰσθήσεως τοῖς ἔχουσιν αὐτήν. ἢ οὖν ἑτέραν τινὰ αἴσθησιν ἂν ἔχοι τὰ τοιαῦτα ζῷα παρὰ τὴν τοιαύτην ὄσφρησιν, ἢ ῥητέον τὴν αἰτίαν τῆς διαφορᾶς. ἀλλ’ ἑτέραν μὲν οὐκ ἂν ἔχοι· τῶν γὰρ ὀσφραντῶν ἡ ἀντίληψις ὄσφρησις ἦν, ὥσπερ τῶν ὁρατῶν ὄψις καὶ τῶν ἀκουστῶν ἀκοή· ἀδύνατον οὖν ἀντιλαμβάνεσθαι μὲν ταῦτα τὰ ζῷα τῶν ὀσφραντῶν καὶ τὸ εὐῶδες ἑαυτοῖς καὶ τὸ δυσῶδες διαγινώσκειν, ἑτέρᾳ δὲ αἰσθήσει χρώμενα καὶ μὴ ὀσφρήσει. ἔτι δὲ φθειρόμενα φαίνεται ὑπὸ τῶν ἰσχυρῶν καὶ ταῦτα τὰ ζῷα, ὑφ’ ὧνπερ καὶ τὰ ἀναπνέοντα, οἷον ἀσφάλτου καὶ θείου καὶ τῶν τοιούτων. ὥστε ὅτι μὲν ὀσφραίνεται δῆλον, πῶς δὲ μὴ ἀναπνέοντα, τοῦτο ῥητέον. ἔοικεν οὖν τοῖς ἐναίμοις διαφέρειν τὸ αἰσθητήριον τοῦτο τῶν ἐντόμων,1 καὶ ὥσπερ ἐπὶ τῆς ὄψεως τὰ μὲν χρῆται βλεφάροις ὥσπερ περιφράγμασι καὶ ἐλύτροις, ἃ μὴ κινήσαντα μηδὲ ἀνασπάσαντα οὐχ ὁρᾷ, τὰ δὲ οὐδὲν ἔχει προκάλυμμα ἐπικείμενον, ὡς τὰ σκληρόφθαλμα, ἀλλ’ εὐθὺς ὁρᾷ ὡς οἷόν τέ ἐστιν ὁρᾶν τὸ γινόμενον ἐν τῷ διαφανεῖ χρῶμα· οὕτω δὲ ἄρα ἔχει καὶ ἐπὶ τῆς ὀσφρήσεως, τοῖς μὲν ἐντόμοις ἀκάλυφες εἶναι τὸ ὀσφραντικὸν ὄργανον, ὥσπερ τὸ ὄμμα τοῖς σκληροφθάλμοις, τοῖς δὲ ἀναπνέουσιν ἔχειν τι ἐπικάλυμμα, ὃ ἀναπνεόντων ἀναπετάννυται διευρυνομένων τῶν φλεβῶν καὶ τῶν πόρων. διὰ τοῦτο οὖν τὰ ἀναπνέοντα οὐκ ὀσμᾶται ἐν τῷ ὕδατι· οὐδὲ γὰρ ἀναπνεῦσαι αὐτοῖς δυνατόν, ὥστε μὴ δυναμένων ἀναπετασθῆναι τῶν πόρων εἰκότως οὐ δύναται τηνικαῦτα χρῆσθαι τῇ ὀσφρήσει. τὸ τοίνυν ἀναπνεῖν οὐ τοῦ ὀσμᾶσθαι αἴτιον θετέον, ὥσπερ οὐδὲ τὰ βλέφαρα τοῦ ὁρᾶν, ἀλλὰ τῆς τοῦ πόρου τοῦ ὀσφραντικοῦ ἀνακαλύψεως.2 ἔστι δὲ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ· δοκεῖ γὰρ τὰ θυμιώμενα καὶ θερμαινόμενα μᾶλλον ὀδωδέναι. δείξει δὲ ταῦτα τὰ ἐν τοῖς Περὶ τῆς αἰσθήσεως ἀκριβῶς, καὶ ἐκεῖνα περιμενετέον. τὸ δὲ αἰσθητήριον τὸ ὀσφραντικὸν τὸ δυνάμει τοιοῦτόν ἐστιν οἷον τὸ ὀσφραντόν, ὅταν δὲ ὀσφραίνηται ἤδη, οὐκέτι ὀσφραντικὸν ἀλλ’ ὀσφραινόμενον γίνεται.

照此,不可嗅之物也是指本性上全然不具有气味之物、具有微弱气味之物、具有极其恶劣的气味之物,以及嗅觉所无法忍受之物。对于可尝之物与不可尝之物也应当作同样的区分。嗅觉正如味觉与听觉一样,也需要某种作为媒介的另外物体,以将可嗅之物的差异传递给它;而且似乎服务于嗅觉的也是服务于听觉与视觉的那些相同元素,即空气与水;因为水生动物显然也感知气味,并且正如就视觉而言,透明者是空气与水所共有的某种性质一样,就嗅觉而言也会有另一种共有的性质,正如我说过的,有人将其称作“通臭者”。然而,如果诸感觉彼此相似,这一点并无足怪;而另一点才值得怀疑:因为我们看到作为昆虫的动物也像蜜蜂那样感知气味(至少它们从远处迎着食物飞来,而在烟熏时又再次逃离),由此应当探讨的是,究竟为何人类以及一切有血动物在吸气时感知气味,而在不吸气或屏住呼吸时则无论从远或从近、哪怕有人将其放在鼻孔之上也全然不闻。而这一点并非不可思议;因为这对于上述诸感觉而言也是共同的:因为当感知对象放置在器官本身之上时,它们也并不感知。然而值得怀疑的是这一点,即昆虫在不吸气的情况下是如何闻出气味的;因为对于具有某种感觉者而言,在一切感觉中的方式都是唯一的。因此,此类动物要么在这样一种嗅觉之外另有某种感觉,要么必须说明这一差异的原因。但它们不可能有另一种感觉;因为对可嗅之物的把握本就是嗅觉,正如对可观之物的是视觉,对可听之物的是听觉一样。因此,这些动物一方面把握可嗅之物,辨别对其自身而言芬芳者与恶臭者,另一方面使用的却是另一种感觉而非嗅觉,这是不可能的。再者,这些动物显然也会被强烈的气味所摧毁,恰恰是被那些摧毁吸气动物的气味所摧毁,例如沥青、硫磺及诸如此类的东西。因此,它们闻得气味是显而易见的,但它们在不吸气的情况下是如何做到的,这一点必须加以说明。看来,在有血动物中,这一感觉器官与昆虫的不同;并且正如在视觉上,有些动物使用眼睑宛如栅栏与外鞘,若不予以活动和揭开便看不见,而另一些动物则没有任何外罩覆盖其上,如同硬眼动物,而是直接看见在透明者中所产生的颜色,正如所能看见的那样;在嗅觉上情况显然也是如此:对于昆虫而言,嗅觉器官是无盖的,如同硬眼动物的眼睛;而对于吸气动物而言,则具有某种覆盖物,当它们吸气、血管与孔道扩张时,该覆盖物便被敞开。正因如此,吸气动物在水中并不闻味;因为它们不可能吸气,从而孔道无法敞开,自然在那时无法使用嗅觉。因此,吸气不应被设定为闻出气味的原因,正如眼睑并非看见的原因一样,而应被设定为敞开嗅觉孔道的原因。气味属于干燥者,正如滋味属于湿润者;因为被熏燃和加热之物似乎散发出更多的气味。而《论感觉》中的论述将精确地展示这些,应当等待那些讨论。嗅觉器官在潜能上乃是可嗅之物所是的那样,而当它已经处于感知气味时,它就不再仅仅是具嗅觉能力的,而是成为了正在闻气的。

语法注2 条
  1. 2.9ἔοικεν οὖν τοῖς ἐναίμοις διαφέρειν τὸ αἰσθητήριον τοῦτο τῶν ἐντόμων

    动词 διαφέρειν(不同、有别)支配关系与基准与格 τοῖς ἐναίμοις(在有血动物中),并支配比较/分离属格 τῶν ἐντόμων(与昆虫的相比),主语为 τὸ αἰσθητήριον τοῦτο(这一感觉器官)。

  2. 2.9τὸ τοίνυν ἀναπνεῖν οὐ τοῦ ὀσμᾶσθαι αἴτιον θετέον, ὥσπερ οὐδὲ τὰ βλέφαρα τοῦ ὁρᾶν, ἀλλὰ τῆς τοῦ πόρου τοῦ ὀσφραντικοῦ ἀνακαλύψεως

    冠词后接不定词 τὸ ἀναπνεῖν(吸气)作主语,动形容词 θετέον(应当设定)作非人称谓语。表语名词 αἴτιον(原因)支配目的/对象属格 τοῦ ὀσμᾶσθαι(闻味)与 ἀνακαλύψεως(敞开/显露)。句中 ὥσπερ οὐδὲ τὰ βλέφαρα τοῦ ὁρᾶν 承前省略了谓语,构成平行的对比从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:68.38-70.11