← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§65.12-66.17

耳内空气的运动与声音的高低及声的定义

德米斯提乌阐明耳内空气并非完全静止而是具有固有运动,声音是撞击与被击双方所引发的空气的双重受动,尖音与沉音源自触觉的隐喻,并给出了声音(voice)的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8#3

κάματος δὲ μήνιγγος βλάβη τῆς ἀκοῆς, ὥσπερ καὶ κάματος τοῦ ἐπὶ τῇ κόρῃ ὑμένος βλάβη τῆς ὄψεως. οὐ μήν, ἐπεί γε ἀκίνητον ἔφην τὸν ἐν τοῖς ὠσὶν ἀέρα, παντελῶς αὐτὸν ὑποληπτέον ἀκίνητον εἶναι, ἀλλὰ ἀκίνητος οὕτως, ὅτι οὐ μεθίσταται ὅλος οὐδὲ ἄλλος καὶ ἄλλος ὑπάρχει, ἀλλ’ ὁ αὐτὸς ἀεὶ διαμένει συμφυὴς ὢν τῇ μήνιγγι καὶ τῇ ἀκοῇ, ἐπεὶ τοῖς γε μορίοις οἰκείαν τινὰ κίνησιν ἀεὶ κινεῖται1 ἤρεμον καὶ ἀτάραχον· διὸ καὶ ἠχεῖ τὸ οὖς ἀεὶ ὑπὸ τῆς τοιαύτης κινήσεως. ὁ δὲ ψόφος οὐχ ἡ τοιαύτη κίνησις ἦν, ἀλλ’ [ὁ] ἀλλότριος καὶ μὴ ἴδιος. κατὰ φύσιν δὲ ἀέρι παντὶ τὸ κινεῖσθαι, διὸ καὶ ἐν ταῖς μάλιστα νηνεμίαις κινεῖται ὁ ἀήρ· καὶ τοῦτο γίνεται ἔκδηλον διὰ τῶν ξυσμάτων, οὐδεπώποτε γὰρ ἠρεμεῖ. διὰ τοῦτο δὲ κἂν προσθῶμεν κέρας τοῖς ὠσίν, ἀκούομεν ψόφου, κινεῖται γὰρ ὁ ἐν τῷ κέρατι τὴν οἰκείαν κίνησιν. σημεῖον δὲ τοῦ ὑγιαίνειν τὴν ἀκοὴν τὸ ἠχεῖν τὸ οὖς· δῆλος γὰρ ὁ ἀὴρ ὁ συμφυὴς τῇ μήνιγγι κατὰ φύσιν ἔχων καὶ οἷον ζῶν. πότερον δὲ ψοφεῖ τὸ τυπτόμενον ἢ τὸ τύπτον; ἢ δῆλον ὡς ἄμφω· ἀλλὰ τὸ μὲν ὡς πάσχον, τὸ δὲ ὡς ποιοῦν, πεῖσις δὲ ποιήσει τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ λόγῳ δὲ διενήνοχεν.2 ἔστι δὲ ὁ ψόφος ὡς ἁπλῶς εἰπεῖν πάθος ἀέρος, διττὸς δὲ οὗτος· ὁ μὲν γὰρ τοῦ μεταξὺ τῶν συναραττόντων σωμάτων, ὁ δὲ κατὰ τὴν ἐκείνου κίνησιν ἐκ διαδοχῆς ἀποπαλλόμενος· ὅπερ ἐστὶ τὸ ἀκουόμενον, ὅταν ἀκοῆς ἐπιλάβηται. οὐδὲ τὸ παράδειγμα ᾧ κέχρηται Ἀριστοτέλης πάντη ἔοικε· φησὶ γὰρ τὸν ψόφον εἶναι κίνησιν τοῦ δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον, ὃν τὰ ἀφαλλόμενα ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ. τὰ μὲν γὰρ ἀφαλλόμενα χωρίζεται ὧν ἀφάλλεται, ὁ δὲ πρώτως ψοφήσας ἀὴρ οὐκ αὐτὸς ἀφάλλεται ἐπὶ τὴν ἀκοήν, ἀλλὰ τὸν συνεχῆ ἀέρα κινεῖ, καὶ ἔοικε μᾶλλον τοῖς κύμασιν, ὧν ἄλλο ὑπ’ ἄλλου προωθεῖται. Αἱ δὲ διαφοραὶ τῶν ψόφων ἐν τοῖς κατ’ ἐνέργειαν ψόφοις δηλοῦνται, ἐπεὶ μέχρις ἂν ᾖ ψοφητικὰ τῇ δυνάμει, ἄδηλος ἡ τῶν ψόφων τῶν παρ’ αὐτῶν γινομένων διαφορά. ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὅταν αἰσθητὰ γένηται ἐνεργείᾳ, τότε καὶ τὰς διαφορὰς παραδείκνυσιν, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ψόφου. ψόφου δὲ πρῶται διαφοραὶ τὸ ὀξὺ καὶ τὸ βαρύ, ταῦτα δὲ λέγεται κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν· τὸ μὲν γὰρ ὀξὺ τῷ σχήματι κινεῖ τὴν σάρκα ἢ τὸ σῶμα ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ, τὸ δὲ ἀμβλὺ ἐπ’ ὀλίγον ἐν πολλῷ χρόνῳ. οὕτω δὲ ἔχει καὶ ἐπὶ τῆς ἀκοῆς τὸ ὀξὺ καὶ τὸ βαρύ· τὸ μὲν γὰρ ὀξὺ οἷον κεντεῖ, τὸ δὲ βαρὺ οἷον ὠθεῖ, ὥσπερ καὶ τὸ ἀμβλύ, διὰ τὸ κινεῖν τὸ μὲν ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολύ, τὸ δὲ ἐν πολλῷ χρόνῳ ἐπ’ ὀλίγον. οὐ ταὐτὸν οὖν τὸ ὀξὺ τῷ ταχεῖ, οὐδὲ τὸ βραδὺ τῷ βαρεῖ ὡς οἴονταί τινες, ἀλλ’ ὅτι συμβαίνει τοῦ μὲν ὀξέος ταχεῖαν εἶναι τὴν κίνησιν, τοῦ δὲ ἀμβλέος ἢ τοῦ βαρέος βραδεῖαν, διὰ τοῦτο ἀπὸ τῶν λειοτέρων καὶ λεπτοτέρων καὶ μᾶλλον τεταμένων ὀξύτερος ἦχος ἀποτελεῖται, ὅτι θᾶττον τὴν κίνησιν ἐνδίδωσι τῷ ἀέρι καὶ διὰ τοῦ ἀέρος τῇ ἀκοῇ. Φωνὴ δέ ἐστι ψόφος ἐμψύχου· τῶν γὰρ ἀψύχων οὐδὲν φωνεῖ, ἀλλ’ ὅταν λέγηται εὔφωνος ὁ αὐλὸς καὶ ἡ λύρα, καθ’ ὁμοιότητα λέγεται τῷ ὑπὸ τοιούτων ὀργάνων ἐνίοτε καὶ τὰς λέξεις ἀποσαφεῖσθαι.3

膜的受损乃是听觉的损伤,正如瞳孔上薄膜的受损是视觉的损伤一样。然而,我虽然说过耳朵里的空气是不动的,却绝不可认为它是完全不动的,而是在这种意义上不动:它不作为整体而迁移,也不发生新旧更替,而是始终作为与膜及听觉同生的东西保持同一;因为至少在各个部分上,它始终在做着某种固有、平静且不受扰乱的运动。所以耳朵也因这种运动而始终鸣响。然而声音却不是这样的运动,而是外来的而非固有的运动。对于一切空气而言,运动乃是合乎本性的,所以即使在最为平静无风之时,空气也在运动;这通过尘埃微粒显现出来,因为空气从未止息。正因如此,即使我们将号角置于耳边,我们也能听到声音,因为号角中的[空气]正做着其固有的运动。而耳朵鸣响则是听觉健全的标志;因为显而易见,与膜同生的空气正处于自然状态并且犹如活着一般。 究竟是被击者发声,还是撞击者发声呢?难道不显然是两者都发声吗?只是其一作为受动者,另一作为施动者;受动与施动在基底上是同一的,在定义上却有差异。简而言之,声音乃是空气的一种受动,但这种〔声音〕是双重的:其一是属于处于相互撞击的物体之间的[空气]的,其二则是依照前者的运动而相继弹回的;这后者正是当它触及听觉时被听到的东西。亚里士多德所使用的例子也并非完全贴切;因为他说,声音乃是当有人击打时,能够以从光滑物体上弹开之物相同的方式运动者的运动。因为弹开之物固然与它们从中弹开之物分离,然而最先发声的空气自身并不弹向听觉,而是运动连续的空气,这毋宁更类似于波浪,波浪由彼此相继向前推涌。 声音的差异在现实的声音中被显明,因为只要它们在潜能上是能发声的,由它们产生的声音之间的差异便是不显明的。因为正如在其他感觉中,当它们在现实中成为可感对象时便同时展示出诸种差异一样,在声音上也是如此。声音的最主要差异是尖音与沉音,这些乃是通过从触觉对象的隐喻而被述说的;因为在形状上尖锐之物在短时间内对肉体或身体产生很大运动,而迟钝之物在长时间内产生很小运动。听觉上的尖音与沉音也是如此:尖音仿佛在刺,沉音仿佛在推,犹如迟钝之物一样,这是由于前者在短时间内产生很大运动,而后者在长时间内产生很小运动。因此,尖音并不等同于迅捷,迟缓也不等同于沉重,正如某些人所认为的那样;而是因为尖音的运动恰好是迅捷的,迟钝之物或沉音的运动恰好是迟缓的,正因如此,更平滑、更细小以及绷得更紧的物体会产生更尖锐的响声,因为它们更快地将运动赋予空气,并通过空气赋予听觉。 嗓音乃是有生命者的声音;因为无生命之物没有一个是能发出嗓音的,但当长笛与里拉琴被称为“嗓音动听”时,这是依循类似性而说的,因为有时通过这类乐器甚至连词句也能被清晰地表达出来。

语法注3 条
  1. 2.8ἐπεὶ τοῖς γε μορίοις οἰκείαν τινὰ κίνησιν ἀεὶ κινεῖται

    τοῖς μορίοις 是表示方面或限制的与格(“在各个部分上”),οἰκείαν τινὰ κίνησιν 则是与动词 κινεῖται 搭配的同族宾格(内含宾格)。此结构紧承前文否定其整体位置位移(μεθίσταται ὅλος),转而说明其局部的微观固有运动。

  2. 2.8πεῖσις δὲ ποιήσει τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ λόγῳ δὲ διενήνοχεν

    主语为阴性名词 πεῖσις,配合与格 ποιήσει,表语为中性单数 ταὐτόν(“同一事物”)。τῷ ὑποκειμένῳ 与 τῷ λόγῳ 均为表示方面的与格,表达了典型的亚里士多德式命题:“在基底上是同一的,在定义(logos)上却有区别”。

  3. 2.8τῷ ὑπὸ τοιούτων ὀργάνων ἐνίοτε καὶ τὰς λέξεις ἀποσαφεῖσθαι

    带冠词不定式 τῷ ... ἀποσαφεῖσθαι 构成表示原因的与格短语,具体说明前文 καθʼ ὁμοιότητα(“依循类似性”)的依据。τὰς λέξεις 是被动不定式 ἀποσαφεῖσθαι 的对格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:65.12-66.17