← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§64.6-65.12

回声的清晰条件与耳内听觉机制

忒弥斯提乌斯论述了使回声能够清晰可闻的条件,随后探讨了空气与听觉的同生关系,并借助与瞳孔的类比,阐明了耳朵的内部构造(内部静止的空气、膜以及螺旋通道)如何在防止外部冲击与异物侵入的同时将声音传递至感觉中枢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8#2

οὕτως οὖν καὶ ἠχὼ πανταχόθεν μὲν γίνεται τοῦ ἀέρος ἀνακλωμένου, οὐ πανταχόθεν δὲ γεγωνεῖ, ἐὰν μὴ ὁ πληγεὶς ἀὴρ λείῳ καὶ κοίλῳ προσπέσῃ καὶ ἓν ἐπίπεδον ἔχοντι· ἓν γὰρ τὸ τοῦ λείου ἐπίπεδον· τότε δὲ καὶ αὐτὸς εἷς γίνεται ἅμα καὶ συνεχὴς καὶ ἀποπάλλεται ὡς εἷς καὶ ἅμα. ἡ δὲ τραχύτης διαιρεῖ καὶ ὥσπερ πλείω ποιεῖ τὰ ἐπίπεδα τοῦ ἀέρος ψαθυροῦ κατὰ φύσιν ὄντος καὶ εὐδιαιρέτου. κύριος μὲν οὖν οὐκ ἔστιν ὁ ἀὴρ τοῦ ψόφου, κυριώτατος δὲ τῶν ἄλλων στοιχείων· διὸ καὶ ὅσοι τὸ κενὸν κύριον ὑπολαμβάνουσι τοῦ ἀκούειν, κενὸν ἡγούμενοι τὸν ἀέρα,1 οὐ πάντη διαμαρτάνουσι. Ψοφητικὸν μὲν οὖν ἐστὶ τὸ κινητικὸν ἑνὸς ἀέρος συνεχοῦς μέχρις ἀκοῆς, ἀκοὴ δὲ συμφυὴς ἀέρι· ἐγκατῳκοδόμηται γὰρ ἐν τοῖς ὠσὶν ἀὴρ ὑπὸ τῆς φύσεως τῇ μήνιγγι συμφυὴς καὶ τῷ ἐν αὐτῇ πνεύματι ἐν ᾧ πρώτῳ ἡ αἴσθησις. κινουμένου τοίνυν τοῦ ἔξω ἀέρος γίνεται διάδοσις εἰς τὸν εἴσω συνεχῆ αὐτῷ γινόμενον· συνεχὴς γὰρ ἀὴρ ἀέρι, καὶ οὐχ ἅπτεται, ὥσπερ οὐδὲ ὕδωρ ὕδατος, ἀλλ’ ἓν γίγνεται. παραπέμπει οὖν ὁ ἔξω διὰ τοῦ εἴσω τὴν φωνήν, διόπερ οὐκ ἐκ παντὸς μορίου τὸ ζῷον ἀκούει, ἀλλ’ ἐν ᾧ μόνῳ ὑπὸ τῆς φύσεως ὁ ἀὴρ ἐγκατῳκοδόμηται. αὐτὸς μὲν δὴ ἄψοφον ὁ ἀήρ· οἰκείαν γὰρ ἀρχὴν ψόφου οὐκ ἔχει, ἀλλ’ εὔθρυπτος καὶ εὐδιαίρετος καὶ εὔεικτος ἅπαντι σώματι. ὅταν δὲ κωλυθῇ θρύπτεσθαι καὶ διαχεῖσθαι, ἡ τούτου κίνησις ψόφος. ὁ δὲ ἐν τοῖς ὠσὶν ἀὴρ γίνεται μὲν συνεχὴς καθάπερ ἔφην τῷ ἔξω, ἄψοφος δὲ μᾶλλον αὐτὸς τῇ οἰκείᾳ φύσει· ὥστε ἀκριβῶς αἰσθάνεται πάσας τὰς διαφορὰς τῶν ἔξωθεν ψόφων μὴ ταραττόμενος ὑπὸ οἰκείου σάλου· γίνεται γὰρ ὥσπερ μεθόριον ὁ τῇ μήνιγγι συμφυὴς ἀὴρ τοῦ τε εἴσω πνεύματος τοῦ αἰσθητικοῦ καὶ τοῦ ἔξωθεν ἀέρος, καὶ οὐκ ἐᾷ τὸν ἀέρα τὸν ἔξωθεν πλήττειν τὴν μήνιγγα, ἀλλὰ αὐτὸς ὑποδεχόμενος τὰ εἴδη τῶν ψόφων διὰ τὸ εἷς καὶ ἤρεμος καὶ ἄθρυπτος εἶναι τῇ αἰσθητικῇ ἀρχῇ διαπέμπει. ὅτι δὲ οὐκ εἰσιόντος τοῦ ἔξωθεν ἀέρος οὐδὲ τὴν μήνιγγα αὐτοῦ πλήττοντος, ἀλλὰ τὸν ἐν τοῖς ὠσὶν ἀέρα2 τὸ ἀκούειν συμβαίνει, δῆλον μάλιστα, ὅταν ἀκούωμεν καὶ ἐν ὕδατι. οὐ γὰρ εἴσεισι τὸ ὕδωρ ἄχρι τῆς μήνιγγος, ἀλλ’ ἅπτεται τοῦ ἐν τοῖς ὠσὶν ἀέρος. ἀλλὰ ἐνταῦθα μὲν ἡ διαφορὰ τῶν στοιχείων τὴν ἁφὴν ἔνδηλον ποιεῖ· ἀέρος δὲ πρὸς ἀέρα ἁφὴ οὐκ ἔστιν, ἀλλ’ εὐθὺς συνεχὴς γίνεται ὁ ἁπτόμενος. ἀλλ’ ὥσπερ τὸ ὕδωρ εἴπερ εἰς τὸ οὖς παραρρυείη, κωλυόμεθα ἀκούειν, οὕτω καὶ ὁ ἔξωθεν ἀὴρ ὅταν διὰ σφοδρότητα πληγεὶς αὐτῆς ἅψηται τῆς μήνιγγος. καὶ τοῦτο ἡ φύσις εὐλαβουμένη ἐν τῷ διὰ τῶν ὤτων πόρῳ τὰς ἕλικας ἐμηχανήσατο, ὥστε μὴ ῥᾳδίαν εἶναι τὴν εἴσδυσιν μήτε τοῦ ὕδατος μήτε τοῦ ἔξωθεν ἀέρος εἰς τὴν ἀκοήν. ὥσπερ οὖν τὸ ὕδωρ τὸ ἐπὶ τῆς κόρης καὶ αὐτὸ διαφανὲς ὑπάρχον δέχεται παρὰ τοῦ ἔξω διαφανοῦς τοὺς τύπους τῶν χρωμάτων καὶ παραπέμπει τῇ ὄψει, οὕτως ὁ ἐν τοῖς ὠσὶν ἀὴρ δέχεται παρὰ τοῦ ἔξωθεν τοὺς ψόφους καὶ τῇ ἀκοῇ παραπέμπει. ἀλλὰ τοῦ μὲν ὑγροῦ τοῦ ἐπὶ τῆς κόρης προεβάλλετο ὑμένας ἡ φύσις τὴν σκέδασιν αὐτοῦ φυλαττομένη (οὐ γὰρ οἷόν τε ἦν τὸ ὑγρὸν συμμένειν μὴ ὥσπερ ἀγγείῳ τινὶ συνειλημμένον)· ἡ μῆνιγξ δὲ αὐτὴν περιέχει μᾶλλον 〈τὴν ἀκοὴν ἢ〉 τὸν ἐν τοῖς ὠσὶν ἀέρα (ἔδει γὰρ αὐτὸν συνεχῆ εἶναι τῷ ἔξω), ἀντὶ σκεπάσματος δὲ αἱ ἕλικες οὐκ ἐῶσαι θρύπτεσθαι αὐτὸν καὶ διαχεῖσθαι.

因此,回声同样也是随着空气被反射而从各处产生,但并不在各处都能清晰可闻,除非被撞击的空气冲击在平滑、中空且具有单一平面的物体上;因为平滑之物的平面是单一的。那时,空气自身也同时成为单一且连续的,并作为一个整体同时弹回。然而粗糙性会分割它,仿佛造成了多个平面,因为空气在本性上是易碎且易于被分割的。因此,空气固然不是声音的主导者,但在其他元素中是最具主导性的;所以那些认为虚空是听觉的主导者、把空气视作虚空的人,也没有完全搞错。 因此,能发声之物乃是能够运动直达听觉的单一连续空气者,而听觉与空气是同生的;因为在耳朵中,空气被自然构建在其中,与膜以及在膜内部最先具有感觉的气息同生。因此,当外部的空气被运动时,便传递到与之成为连续的内部空气中;因为空气与空气是连续的,并不发生触碰,正如水与水也不触碰,而是成为一体。于是外部[空气]通过内部[空气]传导声音,正因如此,动物并非通过任何部位来听,而仅仅在由自然构建了空气的那个部位听。空气自身固然是无声的;因为并不具有声音的固有本原,而是易碎、易分且对一切物体都顺从退让的。但是,当它被阻止破碎和散开时,它的这种运动就是声音。 正如我所说,耳朵里的空气固然与外部空气相连续,但由于其固有的本性自身更是无声的;因此它不被自身的动荡所扰乱,能够精确地感知到外部声音的所有差异。因为与膜同生的空气在内部的感觉气息与外部空气之间仿佛成了一个界标,它不允许外部空气撞击膜,而是自身由于单一、平静且不破碎而承受声音的形式,并传递给感觉本原。而听觉的发生并非通过外部空气的进入,也非通过它撞击膜,而是[通过撞击]耳朵里的空气,这一点在我们即使在水中也能听见时最为明显。因为水并没有进入直达膜,而是触碰到了耳朵里的空气。但在那里,元素的差异使得触碰变得显明;而空气对空气则没有触碰,触碰者立即变成连续的。然而,正如如果水流入耳朵我们就会被妨碍听觉一样,外部空气若因剧烈被撞击而触碰到膜本身时也是如此。自然防备着这一点,在通过耳朵的通道中设计了螺旋结构,从而使得水或外部空气都不易侵入听觉。因此,正如瞳孔上的水自身存在为透明的,从外部透明之物接受色彩的印记并传递给视觉一样,耳朵里的空气也从外部接受声音并传递给听觉。但是对于瞳孔上的液体,自然防备着它的散失而在前方设置了薄膜(因为如果液体不像被某种器皿包含那样被维系在一起,它就不可能保持存续);而耳朵的膜所包纳的毋宁是[听觉]本身,而不是耳朵里的空气(因为空气必须与外部保持连续),并且代替覆盖物的是螺旋结构,阻止其破碎和散失。

语法注2 条
  1. 2.8ἡ μῆνιγξ δὲ αὐτὴν περιέχει μᾶλλον 〈τὴν ἀκοὴν ἢ〉 τὸν ἐν τοῖς ὠσὶν ἀέρα

    该句遵循底本对文本的补订 〈τὴν ἀκοὴν ἢ〉,构成 μᾶλλον... ἤ(与其……不如……)的比较句式。περιέχει 的直接宾语是代词 αὐτήν 及其同位补订语 〈τὴν ἀκοὴν〉,而与后面的 τὸν ἐν τοῖς ὠσὶν ἀέρα 形成对比。

  2. 2.8ἀλλὰ τὸν ἐν τοῖς ὠσὶν ἀέρα

    紧接着否定性属格独立结构 οὐκ εἰσιόντος τοῦ ἔξωθεν ἀέρος οὐδὲ τὴν μήνιγγα αὐτοῦ πλήττοντος(并非由于外部空气进入或其撞击膜)的宾格短语。它承接上文的分词 πλήττοντος,将其宾语从 τὴν μήνιγγα 替换为 τὸν ἐν τοῖς ὠσὶν ἀέρα(耳朵里的空气)。主句为 τὸ ἀκούειν συμβαίνει。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:64.6-65.12