← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§63.1-64.6

声音的产生条件与回声的成因

根据亚里士多德《论灵魂》卷二第八章,特米斯蒂乌斯阐明了潜能态与现实态声音的区分、发声物体(平滑、坚硬、中空、宽阔)与撞击所需的条件,并通过与光之反射的类比论述了回声的产生机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8#1

8. Μετὰ δὲ τὴν ὄψιν περὶ ἀκοῆς ῥητέον καὶ πρό γε τῆς ἀκοῆς περὶ ψόφου. ἔστι δὲ διττὸς ὁ ψόφος ὁ μὲν ἐνεργείᾳ τις, ὁ δὲ δυνάμει· τὰ μὲν γὰρ οὐδ’ ὅλως φαμὲν ἔχειν ψόφον οὔτε δυνάμει οὔτε ἐνεργείᾳ, οἷον σπόγγους καὶ ἔρια, τὰ δὲ ἔχειν, ἀλλὰ ποτὲ μὲν δυνάμει ποτὲ δὲ καὶ ἐνεργείᾳ, οἷον χαλκὸν καὶ λίθους καὶ ὅσα στερεά τε καὶ λεῖα, ἅπερ ὅταν μὲν ἠρεμῇ, δυνάμει τὸν ψόφον ἔχει, ὅταν δὲ πλήττηται ὑπ’ ἀλλήλων, τότε δὴ καὶ ἐνεργείᾳ ψοφεῖ. ψοφεῖ δέ, ὅταν δύνηται ἑαυτοῦ μεταξὺ καὶ τῆς ἀκοῆς ἐμποιῆσαι τὸν κατ’ ἐνέργειαν ψόφον. γίνεται δὲ ὁ κατ’ ἐνέργειαν ψόφος αἰεί τινος πρός τι καὶ ἔν τινι· σώματος γὰρ στερεοῦ πρὸς σῶμα στερεὸν καὶ ἐν ἀέρι· οὐ γὰρ οἷόν τε ἄνευ φορᾶς πληγὴν γενέσθαι, αὕτη δὲ πάντως ἐν ἀέρι, πληγὴ δὲ οὐχ ἡ τυχοῦσα ποιεῖ τὸν ψόφον οὐδὲ τῶν τυχόντων σωμάτων, οἷον καὶ ἐρίου καὶ σπόγγου, ἀλλὰ δεῖ εἶναι στερεὰ καὶ λεῖα ἢ κοῖλα ἢ πλατέα τὰ μέλλοντα ποιήσειν τὸν ψόφον. ἡ μὲν γὰρ λειότης αἰτία τοῦ μὴ θρύπτεσθαι τὸν ἀέρα· δεῖ γὰρ ἀθρόον καὶ μὴ διῃρημένον προσπεσεῖν, ὥστε κινῆσαι τὴν ἀκοήν· ἡ πλατύτης δὲ τοῦ πλείω τὸν ἀέρα καταλαμβάνεσθαι ὑπὸ τῶν ψοφούντων· τὰ κοῖλα δὲ ὅτι πολλὰς ἤδη πληγὰς ποιεῖ1 μετὰ τὴν πρώτην ἀδυνατοῦντος ἐξελθεῖν τοῦ κινηθέντος ἀέρος, ἀλλ’ ἐνειλουμένου καὶ ἐπὶ πολὺ σειομένου, ὃ μάλιστα ἐπὶ τῶν χαλκῶν ἀγγείων συμβαίνει καὶ τῶν ὁμοίων, ἐφ’ ὧν καὶ ἡ λειότης συντρέχει. ψόφος δὲ καὶ ἐν ἀέρι καὶ ἐν ὕδατι, ἀλλ’ ἧσσον ἐν ὕδατι. ὅμως δὲ εἰ καὶ μᾶλλον τοῦ ὕδατος ὁ ἀὴρ συντελεῖ πρὸς ψόφον, ἀλλὰ οὐκ αὐτάρκης ὁ ἀήρ, οὐδὲ κύριος τοῦ ψόφου, ἀλλὰ δεῖ καὶ ποιῶν σωμάτων καὶ ποιᾶς πληγῆς, ποιῶν μὲν στερεῶν τε καὶ λείων καὶ πλατέων καὶ κοίλων, ὡς προειρήκαμεν, ποιὰν δὲ τὴν πληγὴν ὅτι σφοδρὰν καὶ ταχεῖαν, ἵνα μὴ φθάσῃ διαιρεθεὶς ὁ ἀὴρ καὶ διαφύγῃ τὴν κίνησιν τοῦ ῥαπίζοντος· εὔθρυπτος γὰρ καὶ εὐόλισθος, διὸ καὶ ταχείας δεῖ τῆς πληγῆς, ἐπεὶ εἰ καὶ τύμπανον τυμπάνῳ ἠρέμα προσάγοις, οὐ ποιήσεις ψόφον, αἱ δὲ μάστιγες ποιοῦσι τὸν ψόφον καὶ αἱ ῥάβδοι παραπλησίως αὐτὸν τύπτουσαι τὸν ἀέρα, κἂν τῇ ταχυτῆτι προλαμβάνουσαι αὐτοῦ τὴν θρύψιν, ὥσπερ καὶ εἰ ἄμμου σωρὸν φερόμενον παίσοι τις προλαμβάνων τῇ πληγῇ τὴν φοράν· τηνικαῦτα δὲ τοὺς δύο ἀναδέχεται λόγους ὁ ἀὴρ τόν τε τοῦ τυπτομένου σώματος καὶ τὸν τοῦ ἐν ᾧ τύπτεται. Ἠχὼ δὲ γίνεται, ὅταν ὁ πληγεὶς ἀὴρ ὑπὸ τοῦ ψοφήσαντος ἢ φωνήσαντος προσπεσὼν στερεῷ τε καὶ λείῳ καὶ ἑνὶ ὄντι διὰ τὸν τόπον τὸν ὁρίζοντα αὐτὸν καὶ κωλύοντα θρύπτεσθαι εἰς τοὐπίσω πάλιν ἀποπάλληται, ὥσπερ σφαῖρα. ἔοικε δὲ ἀεὶ μὲν γίγνεσθαι ἠχώ, ἀλλ’ οὐκ ἀεὶ σαφής. ἀνακλᾶται μὲν γὰρ ἀεὶ ὁ πληγεὶς εἷς ἀήρ· οὐδὲ γὰρ οἷόν τε ἄν ἦν αὐτόν τινα ἀκούειν ἑαυτοῦ φωνοῦντος·2 ἀλλὰ τὰ πολλὰ συμβαίνει τὴν ἀνάκλασιν διαλανθάνειν, καθάπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ φῶς ἀεὶ μὲν ἀνακλᾶται· οὐ γὰρ ἂν ἐγένετο φῶς καὶ ἐν ταῖς σκιαῖς, ἀλλὰ σκότος παντελὲς ἔξω τοῦ ἡλιουμένου ἀέρος. ἀλλ’ οὐχ οὕτως ἀνακλᾶται ἁπανταχόθεν, ὥσπερ ἀπὸ τῶν λείων οἷον ὕδατος ἢ ἀργύρου· διὰ τοῦτο δὲ οὐδὲ ἀνακλᾶσθαι δοκεῖ· ἐκ γὰρ τῶν λείων καὶ στιλπνῶν ἡ ἀνάκλασις ἐκδηλοτέρα διὰ τὸ καὶ σκιὰν δύνασθαι ποιεῖν τὸ ἀποπαλλόμενον φῶς, ὅπερ ἐπὶ τῶν ἄλλων ἀνακλάσεων οὐ συμβαίνει.

8. 讨论过视觉之后,必须讨论听觉,而在听觉之前,首先必须讨论声音。声音是双重的:一种以某种方式处于现实态,另一种则处于潜能态。因为我们说有些事物无论在潜能态还是在现实态都完全没有声音,例如海绵和羊毛;而另一些事物则具有声音,但有时处于潜能态,有时也处于现实态,例如青铜、石块以及凡是坚硬和平滑之物,它们在静止时潜能地具有声音,但在彼此撞击时,就在那时现实地发出声响。当它能够在自身与听觉之间产生现实态的声音时,它就发出声响。现实态的声音总是某物对某物且在某物之中产生的:即坚硬物体撞击坚硬物体且在空气之中。因为没有位移运动就不可能发生撞击,而这种运动完全是在空气之中的;但并非任何随意的撞击都能产生声音,也不是任何随意的物体,例如羊毛和海绵,相反,将要产生声音的物体必须是坚硬而平滑的,或者是中空的,或者是宽阔的。因为平滑性是空气不破碎的原因(因为必须整体且未被分割地冲击,以便运动听觉);宽阔性则是更多的空气被发声之物所包围[的原因];而中空之物[产生声音],是因为受动的空气无法逸出,而是在内部盘旋并长久震荡,从而在第一次撞击之后已经产生了多次撞击,这在青铜器皿和类似事物中最常发生,在它们之中平滑性也同时并存。声音在空气中和在水中都能产生,但在水中较弱。然而,即使空气比水更有助于声音,空气本身也是不充分的,也不是声音的决定者,相反,还需要具有某种特性的物体和某种特性的撞击:所谓某种特性的物体,正如我们前面所说,是坚硬、平滑、宽阔且中空的;而某种特性的撞击,则要求是剧烈且迅速的,以免空气预先被分割而逃脱打击者的运动。因为空气易碎且易滑移,所以需要迅速的撞击;因为即使你把鼓轻轻地贴向鼓,你也不会产生声音,但皮鞭和棍棒通过类似地击打空气本身而产生声音,以其迅速先于空气破碎,正如有人击打堆起而飞扬的沙堆,以撞击先于其运动一样。在那时,空气承担了双重角色:既是被击打物体的角色,又是〔它〕在其中被击打者的角色。 回声产生于:当被发声者或发音者所撞击的空气冲击在坚硬、平滑且单一的事物上时,由于限制它并阻止其破碎的场所,像球一样再次向后弹回。回声似乎总是产生,但并不总是清晰的。因为被撞击的单一空气总是被反射的(否则一个人甚至不可能听见自己发出的声音);但多半情况下反射不为人察觉,正如在光的情况中一样。因为光也总是被反射的(否则在阴影中也不会产生光,而在受日光照射的空气之外将是一片漆黑);但它从各处并不像从平滑之物(例如水或银)那样被反射。正因为如此,它甚至看起来不像是被反射的;因为从平滑而有光泽之物产生的反射更为显著,这是由于弹回的光甚至能够投下阴影,而这在其他反射中是不会发生的。

语法注2 条
  1. 2.8τὰ κοῖλα δὲ ὅτι πολλὰς ἤδη πληγὰς ποιεῖ

    前文采用了“名词 + αἰτία τοῦ + 不定式”的句式(ἡ μὲν γὰρ λειότης αἰτία τοῦ... ἡ πλατύτης δὲ τοῦ...),但在此处转变为由主格名词 τὰ κοῖλα 直接接 ὅτι 从句的破格句(anacoluthon)。需补足谓语理解为“中空之物[产生声音]是因为……”。

  2. 2.8οὐδὲ γὰρ οἷόν τε ἂν ἦν αὐτόν τινα ἀκούειν ἑαυτοῦ φωνοῦντος

    由未完成过去时 ἦν 搭配 ἄν 构成的与过去/现在事实相反的假想构式,表达反事实推论:“[若被撞击的空气不发生反射,]人甚至不可能听见自己发出的声音”。这预设了古代声学中声音必须经过反射才能传入自身听觉器官的理论假设。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:63.1-64.6