- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:5.1-6.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌阐明了认识本质与固有偶性之间的相互依赖关系(某种循环)以及数学与自然学在认知进路上的差异,并指出灵魂是否具有特有的功能与受动,是判定其能否脱离身体而分离的决定性条件。
Τὰ μὲν οὖν κεφάλαια ταῦτα καὶ τοσαῦτά ἐστι τῶν περὶ ψυχῆς ζητουμένων, καὶ πάντα γε προὔργου καὶ ἀναγκαῖα πρὸς τὴν εὕρεσιν τοῦ τί ἦν εἶναι. ἔοικε δὲ οὐ μόνον τὸ τί ἐστιν ἐφ’ ἑκάστου προληφθὲν καλῶς χρήσιμον εἶναι πρὸς τὸ θεωρῆσαι τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ πράγματι, ὅπερ μάλιστά ἐστιν ἐν τοῖς μαθήμασι· προλαβόντες γὰρ τὸ τί ἦν εἶναι τῆς εὐθείας καὶ τῆς καμπύλης καὶ τριγώνου καὶ ἐπιπέδου ῥᾷον μανθάνομεν τὰ καθ’ αὑτὰ συμβεβηκότα τοῖς σχήμασιν· ἀλλὰ καὶ ἀνάπαλιν τὸ προλαβεῖν τὰ συμβεβηκότα καλῶς συμβάλλεται μέγα μέρος πρὸς τὴν ἐπιστήμην τοῦ τί ἦν εἶναι. τὸ δὲ καλῶς εἶπον οὐχ ὅτι μετὰ ἀποδείξεως·1 ἀδύνατον γὰρ ἄνευ τοῦ γνώριμον γενέσθαι τὸν ὁρισμὸν θηρεῦσαί τι τῶν ὑπαρχόντων δι’ ἀποδείξεως· ἀλλ’ ἱκανὸν καὶ τὸ φαινόμενον καὶ ἡ φαντασία. τὰ μὲν γὰρ ἀπηρτημένα τῶν συμβεβηκότων καὶ λίαν ἔξω τῆς φύσεως οὐδὲν ἡμᾶς ὀνήσει πρὸς τὴν εὕρεσιν τῶν ὁρισμῶν, ὥσπερ εἴ τις θεὸν ὁρίσασθαι προελόμενος τὸ βωμοὺς εἶναι θεῶν καὶ θυσίας καὶ νεὼς καὶ ἀγάλματα οἴοιτο αὑτῷ συμβαλεῖσθαι πρὸς τὴν ἀπόδειξιν τοῦ τί ἦν εἶναι, καθάπερ ὑπελάμβανε Χρύσιππος· λίαν γὰρ ἀπηρτημένα ταῦτα τῆς οὐσίας ἐστὶ τῶν θεῶν· τὸ μέντοι γε κινεῖσθαι ἀεί, καὶ τὸ προλέγειν μὲν τὸν Ἀπόλλω, θεραπεύειν δὲ τὸν Ἀσκληπιόν, ἱκανὸν ἤδη προοίμιον τοῦ τί ἦν εἶναι, οἷον ὅτι θεός ἐστι ζῶον ἀΐδιον εὐποιητικὸν ἀνθρώπων. ἀρχὴ μὲν οὖν πάσης ἀποδείξεως ὁ ὁρισμός. ἔστι μέντοι γε ὥσπερ κύκλος τις· καθάπερ γὰρ ἐν τοῖς καθ’ αὑτὰ ὑπάρχουσιν ἐμφαίνεται τὸ τί ἦν εἶναι, εἰ κατὰ τὸ φαινόμενον ὀρθῶς προληφθείη, οὕτω κἂν τῷ τί ἦν εἶναι τὰ καθ’ αὑτὰ ὑπάρχοντα προδηλοῦται, καὶ ἐφ’ ὧν μὲν ῥᾴων ἡ πρόοδος ἐκ τῶν ὁρισμῶν ἀρχομένοις ἐπὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, ὅπερ ἐπὶ τῶν μαθημάτων μάλιστα συμβαίνει, ἐφ’ ὧν δὲ ἀνάπαλιν ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων, ὡς σχεδὸν ἐπὶ πάντων τῶν φυσικῶν. κακία δὲ καὶ τῆς τῶν συμβεβηκότων ἐκλογῆς,2 ὅταν μηδὲν πρὸς τὸν ὁρισμὸν ὠφελώμεθα, καὶ τῆς τῶν ὁρισμῶν κατασκευῆς, ἐξ ὧν οὐδέν ἐστι παραδηλῶσαι τῶν ὑπαρχόντων τῷ πράγματι· ὥστε ὁπόσοι τοῦτον τὸν τρόπον εἰσὶν ἀποδεδομένοι, ὡς μηδὲ εἰκάσαι τι περὶ τῶν συμβεβηκότων ὑπάρχειν εὐμαρῶς, δηλονότι λογικῶς εἴρηνται καὶ κενῶς ἅπαντες. Οὐδενὸς οὖν ἧττον τῶν εἰρημένων ἀναγκαῖόν ἐστι πρὸς τὴν εὕρεσιν τῆς οὐσίας αὐτῆς τὸ διελέσθαι καὶ τὰ ἔργα καὶ τὰ πάθη σύμπαντα τῆς ψυχῆς, ὅπως ἂν γνοίημεν, πότερον ἅπαντα κοινά ἐστιν αὐτῇ πρὸς τὸ σῶμα, καὶ τοῦ ζῴου σύμπαντά ἐστι τοῦ συγκειμένου ἔκ τε ψυχῆς καὶ τοῦ σώματος, ἢ τινὰ μὲν κοινὰ τινὰ δὲ αὐτῆς μόνης τῆς ψυχῆς. τοῦτο γὰρ προλαβεῖν μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ· λέγεται μὲν γὰρ ὑπὸ πολλῶν τῆς ψυχῆς εἶναι τὸ ὀργίζεσθαι καὶ τὸ θαρρεῖν καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ αἰσθάνεσθαι ὅλως, φαίνεται δὲ τὰ πλεῖστα πάθη τοῦ ζῴου κοινὰ τῆς ψυχῆς καὶ τοῦ σώματος, μάλιστα δ’ ἔοικεν ἴδιον τῆς ψυχῆς τὸ νοεῖν. εἰ δ’ ἔστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἂν οὐδὲ τοῦτο ἄνευ σώματος εἶναι· ἐξ αἰσθήσεως γὰρ καὶ δι’ αἰσθήσεως ἡ φαντασία. ὅθεν εὐθὺς ἐν ἀρχῇ διοριστέον, ὡς εἰ μὲν ἔστι τι τῶν τῆς ψυχῆς ἔργων καὶ παθημάτων ἴδιον τῆς ψυχῆς, ἐνδέχοιτ’ ἂν αὐτὴν καὶ χωρίζεσθαι τοῦ σώματος· εἰ μέντοι γε μηδέν ἐστιν ἴδιον αὐτῆς, μηδὲ μόνης τῆς ψυχῆς, ἀλλὰ πάσας τὰς ἐνεργείας μετὰ σώματος ἀποδίδωσιν, ἢ τούτου γε τοῦ ὁρωμένου, ἢ ἑτέρου τινὸς ἀφανεστέρου, πάντως δὲ σώματος, οὐκ ἂν οἵα τε εἴη σῴζεσθαι καὶ χωρὶς σώματος, εἴπερ μηδὲν ἡ φύσις παρήγαγεν ἀργὸν παντελῶς, ἀλλὰ παντὶ τῷ ὄντι καὶ ἔργον τι προσνενέμηται. Ὁ δὲ ἐνιστάμενος πρὸς τοῦτον τὸν λόγον, ὡς μὴ τὴν ἀγωγὴν ἔχοντα ὑγιῆ,3 λίαν τῆς δυνάμεως αὐτοῦ παρακήκοε.
因此,在关于灵魂所探究的事项中,要点正是这些,且数目如此之多,它们全都有益于且必然地有助于发现本质。然而,不仅事先恰当地把握每一事物的本质,对于考察该事物自身的偶性是有用的——这在数学中最为显著;因为事先把握了直线、曲线、三角形和平面的本质,我们便更容易了解自身属于这些图形的偶性——而且反过来,事先恰当地把握偶性,对本质的认识亦大有助益。我所说的“恰当地”,并不是指伴随着论证;因为在定义未被认知之前,不可能通过论证去捕获任何固有的属性;相反,显现的事象和表象便已足够。因为那些脱节且过于处于自然本性之外的偶性,对我们发现定义毫无益处,正如有人若立意要给神下定义,却以为诸神的祭坛、牺牲、神庙和塑像的存在有助于自己论证本质一样,正如克律西波斯所设想的那样;因为这些事物与诸神的实体脱节过甚;然而,恒常运动,以及阿波罗预言、阿斯克勒庇俄斯医治,这对于本质已然是充分的开端,例如神是善待人类的永恒活物。因此,定义是一切论证的本原。然而,这恰如某种循环;因为正如若〔这些属性〕根据现象被正确地预先把握,本质便会在自身固有的属性中显现出来一样,在本质中自身固有的属性亦被预先昭示;有时从定义出发迈向自身偶性的进展更为容易(这在数学中最为常见),有时则反过来从自身固有的属性出发(正如在几乎所有的自然事物中那样)。而在偶性的选取上若对定义毫无助益,或者在定义的构建中若无法指明属于事物的任何属性,这两者皆属于缺陷;因此,凡是以这种方式给出的、以至于人们甚至无法轻易对偶性做出任何推测的定义,显然全都是辨证且空洞地陈述出来的。因此,为了发现实体本身,区分灵魂的所有功能和所有受动,并不亚于上述任何事项之必然,以便我们能够知晓,它们是否全都为灵魂与身体所共有,且全部属于由灵魂与身体复合而成的动物,抑或某些是共有的,而另一些则仅属于灵魂自身。预先把握这一点诚然必要,却非易事;因为发怒、勇敢、欲望以及总体的感觉,被许多人说成是属于灵魂的,但动物的大多数受动似乎为灵魂与身体所共有,而思维则最似乎是灵魂所特有的。但如果思维亦是某种表象,或者离不开表象,那么甚至这也不能离开身体而存在;因为表象源于感觉,并通过感觉而产生。因此,在开端处便应立即界定:如果在灵魂的功能和受动中有某种属于灵魂所特有,灵魂便有可能与身体分离;然而,若没有任何东西是它所特有的,亦不单独属于灵魂,而是与身体一同(无论与这肉眼可见的身体,还是与某种更隐微的身体,但无论如何都是与身体)完成所有的活动,那么若自然绝非完全徒劳地产生任何事物,且分配给每个存在者以某种功能,它便无法离开身体而存续。至于对这个论证提出异议、认为其推论过程不健全的人,则是极大误解了该论证的力量。
- 1.1τὸ δὲ καλῶς εἶπον οὐχ ὅτι μετὰ ἀποδείξεως
短语 οὐχ ὅτι 为习用表达,意为“并非指/并不是说”,对主句动词 εἶπον 作出否定性限定。紧随其后由 ἀλλʼ ἱκανὸν καὶ τὸ φαινόμενον 构成转折对比。
- 1.1κακία δὲ καὶ τῆς τῶν συμβεβηκότων ἐκλογῆς
κακία 为谓语名词,省略了系动词 ἐστί。随后的属格 τῆς ἐκλογῆς 与 τῆς κατασκευῆς 起到所属或关涉属格的作用(“……的缺陷”),构成了“在偶性的选取中……以及在定义的构建中,皆有缺陷”这一结构。
- 1.1ὡς μὴ τὴν ἀγωγὴν ἔχοντα ὑγιῆ
此处 ὡς 连同宾格分词(ἔχοντα 修饰 τὸν λόγον)构成结构,表达提出异议者(ὁ ἐνιστάμενος)的主观主张或理由(“认为该论证不具有健全的推演过程”)。ἀγωγή 在此指论证的推进或推论过程。
