← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§58.22-60.6

作为可见之物的颜色、光与透明体

德米斯提厄斯阐明了视觉固有对象颜色与“可见之物”的关系,论证了物体表面为何是自身可见的。接着他将颜色定义为现实态透明之物的运动,解释了光与黑暗的本性,以及神圣天体、空气和水等透明体如何通过光的现前从潜在转化为现实态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#1

7. Τῆς ὄψεως ἴδιον αἰσθητὸν τὸ ὁρατόν· ἡ γὰρ ὄψις ὅρασις, ἡ δὲ ὅρασις πρὸς τὸ ὁρατόν. ὁρατὸν δὲ λέγω πρώτως τὸ χρῶμα· εἰ δέ τι καὶ ἄλλο ἐστὶν ὁρατόν, προϊὼν ὁ λόγος μηνύσει· δοκεῖ γάρ τινα ἐν φωτὶ μὲν οὐχ ὁρᾶσθαι, ὅπερ ἴδιον τῶν χρωμάτων, ἐν σκότει δὲ λάμπειν, ἀνώνυμα δὲ ἑνὶ ὀνόματι. ἀλλὰ ταῦτα μὲν ὥσπερ ἔφην προϊὼν ὁ λόγος διακρινεῖ, νῦν δὲ τοσοῦτον κείσθω τὴν πρώτην, ὅτι τὸ ὁρατόν ἐστι χρῶμα. τοῦτο δὲ εἶναι πέφυκεν αἰεὶ ἐπὶ τῆς τῶν σωμάτων ἐπιφανείας, ἣ καθ’ αὑτὴν ὁρατή,1 καθ’ αὑτὴν δ’ οὐχ ὅτι ἐνυπάρχει αὐτῆς ἐν τῷ λόγῳ τὸ ὁρατόν, οὐδὲ ὅτι αὐτὴ ἐν τῷ λόγῳ τοῦ ὁρατοῦ περιέχεται, οἵπερ ἦσαν δύο τρόποι τῶν καθ’ αὑτὰ ὑπαρχόντων, ἀλλ’ ὅτι πάντως ἐν ἑαυτῇ ἔχει τὸ χρῶμα, καὶ οὐχ οἷόν τε ἄνευ χρώματος ἐπιφάνειαν σώματος οὔτε εὑρεῖν οὔτε νοῆσαι. ἐπεὶ τοίνυν τὸ αἴτιον τοῦ ὁρατὴν εἶναι τὴν ἐπιφάνειαν ἐν αὐτῇ ἐστὶ τῇ ἐπιφανείᾳ, διὰ τοῦτο λέγοιτ’ ἂν ἡ ἐπιφάνεια καθ’ αὑτὴν ὁρατή. τῷ μὲν οὖν ὑποκειμένῳ ταὐτὸν τό τε ὁρατὸν καὶ τὸ χρῶμα, τῷ λόγῳ δὲ ἕτερον· τὸ μὲν γὰρ ὁρατὸν πρὸς τὴν ὅρασιν λέγεται, τὸ χρῶμα δὲ καθ’ αὑτό, καὶ ὁρατὸν μὲν οὐκ ἔστιν ἀπελθούσης τῆς ὁράσεως, εἰ μὴ δυνάμει, χρῶμα δὲ οὐ κωλύεται εἶναι, κἂν μὴ ὁρᾶται. πᾶν δὲ χρῶμα κίνησίς ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, καὶ τοῦτό ἐστιν αὐτοῦ ἡ φύσις, καὶ οὐκ ἔστιν ὁρατὸν ἄνευ φωτός, ἀλλὰ πάντως ἕκαστον χρῶμα ἐν φωτὶ ὁρατόν. διὸ περὶ φωτὸς πρῶτον λεκτέον, τί ἐστιν, εἴπερ διὰ τοῦτο γίνεται ὁρατὸν τὸ χρῶμα. πρῶτον δὲ τί τὸ διαφανές· τούτου γὰρ τὸ φῶς οἷον ἐνέργειά τις καὶ τελειότης. Λέγω τοίνυν εἶναι διαφανὲς ὃ ἔστι μὲν ὁρατόν, οὐ καθ’ αὑτὸ δὲ ὁρατὸν ὡς ἁπλῶς εἰπεῖν, ἀλλὰ δι’ ἀλλότριον χρῶμα. τοιοῦτον δέ ἐστιν ἀὴρ καὶ ὕδωρ, εἴποις δ’ ἂν καὶ λίθους τινάς, οἳ καὶ αὐτῷ τούτῳ τῷ ὀνόματι προσαγορεύονται, καὶ τὴν ὕελον καὶ τὰ κέρατα καὶ ἄλλας φύσεις σωμάτων, μάλιστα δὲ τὸ ἀίδιον καὶ θεῖον σῶμα. καὶ τοῦτο μὲν πρώτως διαφανές, δευτέρως δὲ ὁ ἀήρ, τρίτον δὲ τὸ ὕδωρ, ἔπειτα ὅσα ἐφεξῆς ἠριθμήσαμεν, καὶ τούτων ἕκαστον διαφανὲς οὐχ ᾗ ὕδωρ οὐδ’ ᾗ ἀήρ, ἀλλ’ ᾗ κοινῆς τινὸς φύσεως ἅπαντα κεκοινώνηκεν, δι’ ἣν ἐνυπάρχουσαν αὐτοῖς καὶ ἔστι διαφανῆ καὶ ὀνομάζεται. γίνεται οὖν ἅπαντα ταῦτα ὁρατὰ οὐ δι’ οἰκεῖον χρῶμα· οὐ γὰρ ἂν εἴη τι διαφανὲς κεχρωματισμένον, ἀλλ’ ὅσα μάλιστα ἀχρωμάτιστα, ταῦτα μάλιστα διαφανῆ. ὁρᾶται οὖν, εἴπερ ὁρᾶται, δι’ ἀλλότριον ὡς ἔφην χρῶμα· κινεῖται γὰρ ὑπὸ τῶν ἀλλοτρίων χρωμάτων, κινεῖται δὲ οὐχ ὡς ἀλλοιοῦσθαι, οὐδ’ ὡς μεταβάλλειν εἰς αὐτά,2 οὐδ’ ὥσπερ ὁ κηρὸς τῶν σφραγίδων δέχεται τὰ γλύμματα. οὗτος μὲν γὰρ ἐπιπολῆς, ὁ δὲ ἀὴρ ὅλος δι’ ὅλου παραπέμπει τῇ ὄψει τὰ χρώματα, καὶ ὁ αὐτὸς ἐνίοτε ἅμα τὰ ἐναντία πλείοσιν ὄψεσιν, ὅπερ οὐχ οἷός τ’ ἂν ἦν, εἰ συνετρέπετο τοῖς χρώμασι καὶ συνηλλοιοῦτο. παραπέμπει δὲ οὐκ αἰεὶ τὰ χρώματα πρὸς τὴν ὄψιν οὔτε ὁ ἀὴρ οὔτε τὰ ἄλλα τὰ προειρημένα διαφανῆ, ἀλλ’ ἡνίκα ἂν γένηται ἐνεργείᾳ διαφανῆ· γίνεται δὲ ἐνεργείᾳ διαφανῆ φωτὸς παρουσίᾳ. τὸ μὲν οὖν θεῖον σῶμα ἀεὶ διαφανὲς ἐνεργείᾳ· ἀεὶ γὰρ αὐτῷ πάρεστι καὶ τὸ φῶς, ὁ δὲ ἀὴρ καὶ τὰ λοιπὰ ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐνεργείᾳ διαφανῆ. ἐν οἷς οὖν δυνάμει τὸ φῶς, ἐν τούτοις ἐστὶ καὶ τὸ σκότος· οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ σκότος ἢ τὸ δυνάμει διαφανές, τὸ δὲ φῶς ἐντελέχειά τις καὶ τελειότης τοῦ διαφανοῦς ᾗ διαφανές. οὐ γὰρ ᾗ ἀήρ, οὐδὲ ᾗ ὕδωρ· ἑτέρα γὰρ ἑκάστου καθ’ ὃ ἔστιν ἕκαστον τελειότης, ᾗ δὲ διαφανῆ πάντων τελειότης τὸ φῶς· οἷον γὰρ χρῶμά ἐστι τοῦ διαφανοῦς, τὸ δὲ οἷον εἶπον, ὅτι οὐ χρωματίζει τὸν ἀέρα τὸ φῶς, ὥσπερ ἡ λευκότης τὴν χιόνα, ἀλλ’ αἴτιόν ἐστι τῷ ἀέρι τοῦ γενέσθαι αὐτὸν ὁρατόν, ὥσπερ τὰ χρώματα τοῖς σώμασι τοῦ ὁρᾶσθαι αἴτια γίνεται, καὶ προάγει τὸ δυνάμει διαφανὲς εἰς τὸ γίγνεσθαι ἐντελεχείᾳ. ἔστι δὲ οὔτε τὸ πῦρ αὐτὸ φῶς οὔτε ὁ ἥλιος οὐδὲ τὰ λοιπὰ ἄστρα, ἀλλ’ ἡ ἐν τῷ διαφανεῖ αὐτῶν παρουσία, καὶ τοῦτο κοινὸν ὑπάρχει τοῖς τοιούτοις ἅπασι σώμασι τὸ δύνασθαι τὰ δυνάμει διαφανῆ ἐνεργείᾳ ποιεῖν,3 καὶ μάλιστα τῷ ἡλίῳ καὶ τοῖς λοιποῖς θείοις σώμασι, δεύτερον δὲ τῷ πυρὶ καὶ εἴ τι ἄλλο πυρῶδες.

7. 视觉固有的可感觉对象是可见之物;因为视觉即视知觉,而视知觉是朝向可见之物的。我说,可见之物首先是颜色;如果还有某种其他事物也是可见的,接下来的论述将予以阐明;因为某些事物似乎不在光中被看见(而〔在光中被看见〕这正是各种颜色的固有特性),却在黑暗中发光,但它们并没有统一的单一名词。不过正如我说过的,接下来的论述将区分这些,现在首先只须确立这一点:可见之物即颜色。颜色本性上总是在物体的表面上,而表面是自身可见的;但所谓自身[可见],既不是因为可见之物内在于表面的定义之中,也不是因为表面本身包含在可见之物的定义之中(这两者曾是自身属性的两种方式),而是因为表面全然在自身内具有颜色,并且没有颜色就既无法发现也无法设想物体的表面。因此,既然表面成为可见之物的原因就在表面自身之中,由于这个缘故,表面可以被称为自身可见的。所以,按其基底而言,可见之物与颜色是同一的,但按其定义而言则是相异的;因为可见之物是相对于视知觉而言的,而颜色则是按其自身而言的,且当视知觉离去时,可见之物除了潜在地存在之外便不存在,但即使没有被看见,它也并不妨碍是颜色。一切颜色都是现实态的透明之物的运动,这也就是颜色的本性;并且没有光它就不是可见的,反之一切颜色在光中必定都是可见的。因此,既然颜色是由于光而成为可见的,就必须首先论述光是什么。而在论述光之前,必须先谈什么是透明之物;因为光可以说是透明之物的某种现实活动与完成态。 因此我说,透明之物是这样一种存在:它是可见的,但简而言之并非自身可见,而是通过外来的颜色而成为可见的。空气和水就是此类事物,人们还可以举出某些以此名称称呼的石头、玻璃、角以及其他物体的本性,尤其是那永恒而神圣的物体。这一神圣物体首要地是透明的,其次是空气,第三是水,随后是我们依次列举的那些;并且它们中的每一个都不是就其是水而言、也不是就其是空气而言成为透明的,而是就它们全部共同分有某种共通的本性而言[成为透明的],由于这本性内在于它们之中,它们才是透明的并被如此称呼。因此,所有这些事物都不是由于自身的颜色而成为可见的;因为任何透明之物都不可能具有着色,相反,越是没有着色的事物就越是透明。所以,如果它被看见,正如我所说,也是通过外来的颜色而被看见的;因为它是被外来的颜色所运动的,然而这种被运动既不是受变质,也不是转变为那些颜色,也不像蜡接受印章的雕纹那样。因为蜡只是在表层接受,而空气则是作为一个整体彻底地将颜色传递给视觉,并且同一空气有时甚至能同时将相反的颜色传递给多个视力;如果空气伴随着颜色而一同转变、一同受变质,它原本是无法做到这一点的。但是,无论是空气还是上述其他透明之物,并不是始终向视觉传递颜色,而是在它们成为现实态的透明之物时才传递;它们是通过光的现前而成为现实态的透明之物的。 因此,神圣物体始终在现实态中是透明的;因为光始终现前于它;然而空气和其余事物有时潜在地是透明的,有时现实态地是透明的。因此,凡是光潜在地存在于其中的地方,黑暗也在那里存在;因为黑暗不是别的,就是潜在的透明之物,而光则是透明之物就其是透明的而言的某种完全现实态与完成态。因为并不是就其是空气而言,也不是就其是水而言;各事物按照其自身是什么而拥有的完成态各自不同,但就其是透明的而言,所有这些事物的完成态都是光。因为光可以说是透明之物的颜色;我之所以说“可以说”,是因为光并不像白色使雪着色那样使空气着色,而是作为空气自身成为可见的原因,正如各种颜色成为物体被看见的原因一样,并将潜在的透明之物引向成为完全现实态。火自身不是光,太阳和其余星体也不是光,而是它们在透明之物中的现前才是光;使潜在的透明之物成为现实态的能力,共通地属于所有此类物体,最显著地属于太阳和其他神圣物体,其次属于火以及其他任何火性的事物。

语法注3 条
  1. 2.7ἣ καθ’ αὑτὴν ὁρατή

    由关系代词 ἥ(先行词为 ἐπιφανείας)引导的从句中省略了系动词 ἐστί。随后的 οὐχ ὅτι... οὐδὲ ὅτι... ἀλλ' ὅτι 对照结构详细解释了“自身(καθ’ αὑτήν)”的具体含义:此处既不属于《后分析篇》中自身属性的前两种模式(内在于主词定义,或主词包含于宾词定义),而是指表面自身包含着成为可见之物的原因。

  2. 2.7κινεῖται δὲ οὐχ ὡς ἀλλοιοῦσθαι, οὐδ’ ὡς μεταβάλλειν εἰς αὐτά

    连词 ὡς 后接不定式(ἀλλοιοῦσθαι, μεταβάλλειν),与动词 κινεῖται 连用表示方式或结果(“被运动并不是以受变质的方式,也不是以转变为它们的方式”)。否定词 οὐχ/οὐδέ 强调透明体对颜色的接受并非实体的变质或质变过程。

  3. 2.7τὸ δύνασθαι τὰ δυνάμει διαφανῆ ἐνεργείᾳ ποιεῖν

    带定冠词的不定式短语(τὸ δύνασθαι...)与前方的指示代词 τοῦτο(“这一点”)构成同位语关系,充实了主谓语 ὑπάρχει(“属于”)的实际主语内容,意为“使潜在的透明之物成为现实态的能力”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:58.22-60.6