- 底本
- Themistius, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca V.3, ed. R. Heinze, Berlin: Reimer 1899, pp. 1-126. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:57.29-58.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在确认包括触觉在内的各感觉关于其固有对象均不易受欺骗之后,德米斯提厄斯论述了共同可感觉对象(运动、静止、数目、形状、大小)在各感觉中的分配,界定了偶适可感觉对象(兼及亚里士多德将“偶适”用于基底主项的用例),并过渡至第4篇关于视觉的专论。
οὐ μήν, εἰ καὶ πλείω ταύτῃ τὰ ὑποκείμενα, ἕτερον τρόπον ἐνεργεῖ περὶ αὐτὰ ἢ ὅνπερ ἑκάστη τῶν λοιπῶν περὶ τὰ ἴδια, ἀλλὰ καὶ αὐτὴ περὶ τὰ αὑτῆς ἥκιστα εὐεξαπάτητος· καὶ ὥσπερ ἡ ὄψις οὐκ ἐξαπατᾶται τί τὸ χρῶμα, ἀλλὰ τί τὸ κεχρωσμένον,1 οὐδὲ ἡ ἀκοὴ τίς ὁ ψόφος, ἀλλὰ τί τὸ ψοφοῦν ἢ ἐν ποίῳ τόπῳ, πότερον ἐν δεξιᾷ ἢ ἐν ἀριστερᾷ, ἢ ὄπισθεν ἢ ἔμπροσθεν· οὕτως καὶ ἡ ἁφὴ τοῦ σκληροῦ μὲν ἀντιλαμβάνεται καθ’ αὑτήν, τί δὲ τὸ σκληρόν, οὐχ οἵα τε εἰπεῖν καθ’ αὑτήν. τὰ μὲν οὖν τοιαῦτα λέγεται ἴδια ἑκάστης εἶναι αἰσθήσεως, κοινὰ δὲ πλειόνων κίνησις ἠρεμία ἀριθμὸς σχῆμα μέγεθος. ἀλλὰ κίνησις μὲν ἁπασῶν κοινόν τι τῶν αἰσθήσεων· ἀντιλαμβάνεται γὰρ αὐτῆς καὶ ὄψις καὶ ἀκοή· ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.’ ἀλλὰ καὶ ὄσφρησις προσιόντος καὶ ἀπιόντος τοῦ ὀσφρητοῦ, καὶ γεῦσις ὁμοίως, ἡ δὲ ἁφὴ καὶ σαφέστερον. τάχα δὲ οὐ μόνον κίνησις, ἀλλὰ καὶ ἠρεμία καὶ ἀριθμὸς κοινὰ πασῶν αἰσθητὰ τῶν αἰσθήσεων· ἑκάστη γὰρ οἵα τέ ἐστι τῶν ἰδίων αἰσθητῶν συμπαρατηρεῖν τὸν ἀριθμόν. μέγεθος δὲ καὶ σχῆμα κοινὰ μάλιστα τῇ τε ὁράσει καὶ τῇ ἁφῇ. κατὰ συμβεβηκὸς δὲ λέγεται αἰσθητὰ ἃ καθ’ αὑτὰ μὲν οὐκ ἔστιν αἰσθητά, τῷ δὲ συμβεβηκέναι τοῖς ἁπλῶς αἰσθητοῖς· αἰσθητὸς γὰρ ὁ Διάρους υἱὸς ἢ ὁ Διάρης οὐχ ᾗ Διάρης, ἀλλ’ ὅτι συμβέβηκε τῷ Διάρει καὶ λευκῷ εἶναι. Ἀριστοτέλης δὲ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ οὕτως ἑρμηνεύει· κατὰ συμβεβηκὸς γὰρ τούτου αἰσθάνεται, διότι τῷ λευκῷ τοῦτο συμβέβηκεν οὗ αἰσθάνεται, ὥσπερ ἂν εἰ λέγοι ὅτι κατὰ συμβεβηκὸς τοῦ Διάρους αἰσθάνεται, ὅτι τῷ λευκῷ συμβέβηκε Διάρει εἶναι. ἔθος δὲ αὐτῷ πολλάκις καὶ ἐπὶ τῶν ὑποκειμένων τῷ τοῦ συμβεβηκότος ὀνόματι κεχρῆσθαι, ὥσπερ καὶ ἐν Κατηγορίαις· περιαιρουμένων γάρ φησι τῶν ἄλλων, ὅσα συμβεβηκότα ἐστὶ τῷ δεσπότῃ, οἷον τοῦ ἄνθρωπον εἶναι2 καὶ τὰ ἑξῆς. διὸ καὶ οὐδὲν πάσχει φησὶν ὑπὸ τῶν τοιούτων ἡ αἴσθησις ᾗ τοιαῦτά ἐστιν, οἷον ἡ ὄψις ὑπὸ τοῦ Διάρους ᾗ Διάρης ἐστίν· οὐ γὰρ ὁρατὸν ὁ Διάρης ἐστίν, ἀλλὰ τὸ χρῶμα Διάρους. τῶν δὲ καθ’ αὑτὰ αἰσθητῶν τὰ ἴδια κυρίως αἰσθητά, καὶ πρὸς ἃ ἡ ἑκάστης πέφυκεν οὐσία τε καὶ ἐνέργεια. περὶ ὧν καὶ δὴ λέγομεν τὴν ἀρχὴν ἀπὸ τῆς ὄψεως ποιησάμενοι. ΘΕΜΙΣΤΙΟΥ ΠΕΡΙ ΨΥΧΗΣ. ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ.
然而,即使属于触觉的基底更多,它关乎这些基底的现实活动方式也并非不同于其余每种感觉关乎其固有对象的方式,而是它自身关乎自身的对象也是极不易受欺骗的。正如视觉并不在颜色是什么上受欺骗,而是在着色之物是什么上受欺骗;听觉亦不在声音是什么上受欺骗,而是在发声之物是什么或在何处(是在右边还是在左边,是在后方还是在前方)上受欺骗;触觉同样自身把握坚硬,但坚硬之物是什么,它自身却无法说出。因此,这类对象被称为是每种感觉固有的,而运动、静止、数目、形状、大小则是为多种感觉所共有的。然而运动是对所有感觉共通的某种东西;因为视觉和听觉都能把握它:“捷足骏马的喧嚣回荡于我耳畔。”嗅觉也在可闻气味之物接近和离去时[把握运动],味觉亦然,而触觉甚至更加清晰。或许不仅运动,静止和数目也是对所有感觉共通的可感觉对象;因为每种感觉都能顺带观察其固有可感觉对象的数目。而大小和形状则主要为视觉和触觉所共有。那些自身并非可感觉的、但因附随于无条件可感觉者而成为可感觉的对象,被称为偶适的可感觉对象;因为戴阿瑞斯之子或戴阿瑞斯并非就其是戴阿瑞斯而言是可感觉的,而是因为对戴阿瑞斯而言附随了是白物。亚里士多德这样解释偶适的可感觉对象:“因为是偶适地感知此物,乃因对被感知的那白物而言附随了此物”,这就好比是说,偶适地感知戴阿瑞斯,是因为对那白物而言附随了是戴阿瑞斯。然而他往往习惯于对基底也使用“偶适属性”这个名称,正如在《范畴篇》中也是如此;因为他说“当剥除对主人而言是偶适属性的其余那些事物时,例如是人等等”。因此他说,感觉就这类对象是此类事物而言完全不承受其作用,例如视觉完全不承受作为戴阿瑞斯的戴阿瑞斯的作用;因为可见的不是戴阿瑞斯,而是戴阿瑞斯的颜色。而在自身可感觉的对象中,固有的对象才是严格意义上的可感觉对象,每种感觉的本性实质与现实活动正是朝向它们而生的。我们就以视觉为开端来论述它们。 德米斯提厄斯《论灵魂》第四篇。
- 2.6καὶ ὥσπερ ἡ ὄψις οὐκ ἐξαπατᾶται τί τὸ χρῶμα, ἀλλὰ τί τὸ κεχρωσμένον
间接疑问从句 τί τὸ χρῶμα 与 τί τὸ κεχρωσμένον 在动词 ἐξαπατᾶται 之下构成对照。在否定词 οὐκ 的管辖下,前者表示关于“颜色是什么(即固有感觉对象本身)”不发生受欺骗,而由 ἀλλά 引导的后者则补充说明关于“着色之物是什么(即承载性质的基底实体)”会发生欺骗。后续关于听觉(τίς ὁ ψόφος 与 τί τὸ ψοφοῦν)及触觉(τοῦ σκληροῦ 与 τί τὸ σκληρόν)的表述完全平行,均呈现固有性质与承载主体之间的对比结构。
- 2.6περιαιρουμένων γάρ φησι τῶν ἄλλων, ὅσα συμβεβηκότα ἐστὶ τῷ δεσπότῃ, οἷον τοῦ ἄνθρωπον εἶναι
περιαιρουμένων ... τῶν ἄλλων 为属格绝对结构,由关系从句 ὅσα συμβεβηκότα ἐστὶ τῷ δεσπότῃ 修饰 τῶν ἄλλων。随后的 οἷον τοῦ ἄνθρωπον εἶναι 是中性属格冠词引导的不定词短语,同格修饰属格绝对结构中的名词短语 τῶν ἄλλων,用以举出具体的例证(“例如是人”)。
